Fragmenta in Psalmos · §u37-open

Fragmenta in Psalmos Unit 37 opening

Unit 37.

Lemma-led open — διττὸν γὰρ καὶ τὸ τῆς συνέσεως ει δος, τὸ μὲν χειρῶν, τὸ δὲ νοῦ καὶ χειρός· ἡ γὰρ μετὰ σοφ

Greek

διττὸν γὰρ καὶ τὸ τῆς συνέσεως ει δος, τὸ μὲν χειρῶν, τὸ δὲ νοῦ καὶ χειρός· ἡ γὰρ μετὰ σοφίας ὀνομαζομένη σύνεσις νῷ παραγίνεται. περὶ ταύτης λέγεται ̔Ο κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. ἡ δὲ τῶν χειρῶν πρακτικὴ καὶ ποιητικὴ τυγχάνουσα δηλοῦται ἐν τῷ Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. ἡ γὰρ ποιουμένη σύνεσις χειρῶν ἐστι· καὶ ταύτῃ ὁδηγεῖ τινας ὁ διδάσκαλος τοὺς μὴ τοσοῦτον λόγῳ ο σον πράξει ὠφελουμένους. Νοηθείη δὲ χειρῶν σύνεσις καὶ ὁ τῶν πρακτέων λόγος καθ' ο ν δυνάμεθα ἑκάστῳ τῶν κατὰ ἀρετὴν πραττομένων ἐπιστῆσαι λογικῶς. 815 Ps 78 αργ ῃιδε απολλ νρ. 127 816 Ps 78,1–3 Πρὸς δὲ διάνοιαν· η ποτε κλῆρος γενομένη θεοῦ ψυχὴ καὶ ναὸς χρηματίσασα μεταπεσοῦσα πεῖραν τῶν ἐγκειμένων ε λαβεν. η λθον γὰρ ἐπ' αὐτὴν ου σαν κληρονομίαν θεοῦ οἱ πάλαι μηδὲ κατὰ ποσὸν δυνάμενοι συνεγγίσαι αὐτῇ ἀόρατοι ἐχθροὶ ου ς ει πεν ε θνη διὰ τὸ ἀλλότριον τῆς τοῦ θεοῦ οἰκειώσεως. ταῦτα ου ν ἐγγίσαντα ἐμίαναν τὸν ἐν αὐτῇ α γιον τοῦ θεοῦ ναόν, φθείροντες αὐτὸν δι' ω ν ἐνῆκαν ἁμαρτημάτων. ο πως ου ν μὴ τοῦτο γένηται, γράφεταί τισιν Οὐκ οι δατε ο τι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθειρεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ α γιός ἐστιν, οι τινές ἐστε ὑμεῖς. ∆υνατὸν δὲ καὶ τοὺς ἀκαθάρτους καὶ ἀπεριτμήτους λογισμοὺς ε θνη εἰπεῖν ἐλθόντας εἰς τὴν κληρονομίαν τήν ποτε οἰκειωθεῖσαν θεῷ ψυχήν, ο τε καὶ ἐμίαναν τό ποτε α γιον. εἰ δὲ τὰ συμβάντα κατά 158 τινας καιροὺς τῷ χριστιανισμῷ α μα τοῖς ἁγίοις τόποις ἐνεργηθέντα ὑπὸ τῶν ἐθνῶν σημαίνει τὰ ἐγκείμενα, κρινέτω ὁ ἐντυγχάνων. Ου τοι δὲ οἱ ἀόρατοι ἐχθροὶ ε θνη καλούμενοι εἰς τοσοῦτον ι σχυσαν ὡς τήν ποτε πόλιν θεοῦ γενομένην ἐρημῶσαι, ὡς μηδενὸς ε τι καρποῦ ἐν αὐτῇ περιλειπομένου εἰς ὀπωροφυλάκιον αὐτὴν τεθῆναι. τὸ δὲ ὀπωροφυλάκιον, ὡς ἐν ̔Ησαΐᾳ γέγραπται, διὰ σικυήρατόν ἐστι· σίκυες δὲ καὶ πέπονες τούτου οἱ καρποί, Αἰγύπτια βρώματα α περ ἁμαρτάνων ὁ λαὸς ἐπεθύμει, καίτοι γε ε χων τὸ μάννα καὶ τὴν οὐράνιον τροφὴν ἀπὸ τοῦ θεοῦ ἀλλὰ καὶ τὰ θνησιμαῖα τῶν θεοῦ δούλων βρώματα καὶ τροφὴν θέσθαι τοῖς τοῦ οὐρανοῦ πετεινοῖς. ἡ γὰρ ἁμαρτοῦσα ψυχὴ ἡ τὴν εἰρήνην τοῦ θεοῦ ὁρῶσα, ο τε καλῶς διῆγεν ̔Ιερουσαλήμ, λογισμούς τινας ει χεν οι διὰ τὸ σπουδαῖον καὶ ἐνάρετον δοῦλοι ἐτύγχανον θεοῦ. ου τοι δὲ οὐ πάντῃ ε μειναν ἀντιποιούμενοι τῆς ἀφθάρτου ζωῆς, ἀλλὰ θνητόν τι προσείληφαν ἐν τῷ πράττειν τι ἐμπαθῶς. τοῦτο ου ν τὸ θνησιμαῖον βρῶμα γενόμενον τῶν πετεινῶν τῶν ἁρπαζόντων τὰ παρὰ τὴν ὁδὸν σπαρέντα, α ἑρμήνευσεν ὁ σωτὴρ τὸν πονηρὸν ει ναι καὶ τοὺς ἐκ τούτου νοσοποιουμένους. ου τοι γὰρ γῦπες καὶ νεοσσοὶ γυπῶν χρηματίζοντες θηρία γῆς ο ντα οὐ τοὺς ὁσίους ἀλλὰ τὰς σάρκας αὐτῶν κατεσθίει. ει τι γὰρ εὑρίσκεται σαρκῶδες καὶ ἐμπαθές, τρέφεται. Εἰ δὲ ἀνάγειν ταῦτα δυνατὸν εἰς τοὺς Χριστοῦ μάρτυρας, καὶ αὐτὸς ἐπιστήσεις· πολλῶν ἐν τοῖς διωγμοῖς βρῶσις ὀρνέων καὶ θηρίων βορὰ γεγενημένων, πλὴν τὰς ψυχὰς αὐτῶν οὐδὲ τὰ πνευματικὰ πετεινὰ τοῦ οὐρανοῦ οὐδ' αὐτὰ θηρία κατεδωδῆσαι δεδύνηται, οὐ παραδιδόντος τοῦ θεοῦ τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην. ̓Εκχέουσι δὲ αι μα οἱ αι τιοι γινόμενοι ἀναιρέσει ψυχῆς, ἀντὶ τοῦ τὴν ζωτικὴν αὐτῆς δύναμιν τροπικῶς αι μα καλουμένην, οὐ μακρὰν οὐδὲ πόρρω τῆς ̔Ιερουσαλὴμ ἀλλὰ κύκλῳ αὐτῆς. αυ τη δέ ἐστιν ἡ τῆς εἰρήνης ο ρασις. ἐπεὶ δ' ὁ σκανδαλιζόμενος ε ξω γίνεται τῆς ̔Ιερουσαλήμ, τῆς τῶν δογμάτων ὀρθότητος, περὶ αὐτὴν καὶ κύκλῳ αὐτῆς ἐκχεῖται αὐτοῦ τὸ προειρημένον αι μα, οὐδὲ ταφῆς α ξιος ω ν διὰ τὸ ὑπεραίρειν αὐτοῦ τὰ ἁμαρτήματα· τοιαῦτα δὲ τὰ μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας πταιόμενα. ἐπεὶ ου ν συνθάπτεται Χριστῷ ὁ βαπτιζόμενος, δεύτερον δὲ οὐκ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.