Unit 36 rem mid
Rem mid: Unit 36; lemma continues; reading with the letter.
Greek
ἐνεργούμενα καὶ θεωρούμενα. ̓Εξεπείρασαν ου ν αὐτὸν ἐν ταῖς καρδίαις αὐτῶν, οὐκ ἐξ ἐπιπολῆς ἀλλ' ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἑαυτῶν κατὰ τοῦ θεοῦ διανοούμενοι καὶ ἀμφιβάλλοντες περὶ τῆς δυνάμεως αὐτοῦ τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν οὐ ταῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενημέναις (τρέφονται γὰρ αυ ται τὸν τῆς ζωῆς α ρτον καὶ τὸν καρπὸν τοῦ ξύλου τῆς ζωῆς) ἀλλὰ ταῖς εἰς σάρκας μεταβαλλούσαις διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι ὀρεγομέναις οὐκ ὠφελίμων καὶ ὑγιῶν τροφῶν ἀλλ' ἡδέων καὶ νοσοποιῶν. η τάχα ψυχὴ τροφῶν ὀρεγομένη ἡ ἐπιθυμητικὴ καὶ ὀρεκτικὴ ἐν ἡμῖν α λογος δύναμίς ἐστιν. περὶ ταύτης γὰρ ει ρηται Καὶ φάγῃ κρέα ο σον ἐπιθυμεῖ ἡ ψυχή σου. ταύτης μετέχει καὶ τὰ α λογα ζῷα ὀρεγόμενα καὶ ἐπιθυμητικὰ τροφῆς ο ντα. Καὶ κατελάλησαν τοῦ θεοῦ καὶ ει πον Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, καὶ τὰ ἑξῆς; ἀλλὰ καὶ δέδωκεν α ρτον ἐκ τοῦ οὐρανοῦ καταβεβηκότα καὶ τράπεζαν ἡτοίμασεν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ. ε φη ἡ Σοφία Τὰ ἑαυτῆς θύματα ἐπέθηκε καὶ τὸν ἑαυτῆς οι κον εἰς κρατῆρα κεράσασα ἡτοίμασε· καὶ γεύσεται αὐτῶν οὐδεὶς τῶν ἀπίστων. εἰς τοῦτο παραλήψῃ τὸ Λέγω γὰρ ὑμῖν Οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων γεύσεταί μου δείπνου. ∆ιὰ τοῦτο η κουσε κύριος καὶ ἀνεβάλετο, κα ν εἰς τὸ ε τι προσέχειν αὐτοῖς. τοῦτο δὲ ἠκολούθησε τὸ ἀναφθῆναι τὸ πῦρ τῶν ἐπιθυμιῶν ἐπὶ τὸν ̓Ιακώβ· η τὸ ἐπὶ τὸ ἀσκεῖν καὶ πονεῖν ὑπὲρ ἀρετῆς κεκριμένον, η πῦρ ἀνήφθη ἐκ θεοῦ τὸ δυνάμενον καταφλέξαι ἐπ' εὐεργεσίᾳ αὐτῶν τὴν ὑλικὴν προαίρεσιν καὶ διάθεσιν αὐτῶν. ἑπομένως δὲ τῷ πυρὶ τούτῳ ἀνέβη ἐπὶ τὸν ̓Ισραὴλ ὀργή. ἀφ' ω ν γὰρ ε πραττον κατωτερικῶν ο ντων, ἐξαφθεῖσα ἡ ὀργὴ ἐπὶ τὸν ̓Ισραὴλ ἀναβέβηκε. καὶ τάχα μὲν ἐπὶ τοὺς ἀλλοτρίους τῆς θεοσεβείας κάτω που κειμένους ὀργὴ καταβαίνει κατὰ τὸ λεχθὲν ̓Αποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. ἀναβαίνει δὲ ὀργὴ ἐπὶ τοὺς κληθέντας ἐπὶ τὸ πράττειν α βούλεται θεός, α νω διὰ τοῦ κεκλῆσθαι γεγενημένους. ἀμέλει γοῦν ἐπὶ τὸν ̓Ισραὴλ τὸν ὀφείλοντα α νω βλέπειν ἀναβεβηκέναι ει ρηται ἡ ὀργή. ̓Επίστησον εἰ οἱ διακονούμενοι ταῖς ἐκ θεοῦ κολάσεσι σκεύη τυγχάνοντες ὀργῆς, ὁμωνύμως ῃ ὑπηρετοῦνται ὀργὴ καλοῦνται. καὶ ἡ ου τως ου ν λεγομένη ὀργὴ κατωτέρω ου σα τοῦ προλεχθέντος ̓Ισραήλ, ἐπ' αὐτὸν ἀναβαίνει. τούτων συνᾴδει ̓Εὰν τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς. καὶ ἐν τούτοις γὰρ τὸ πνεῦμα τὸ ἀκάθαρτον κάτω λέγεται ει ναι τοῦ πρὸς ο ν ἀναβαίνει. διὸ ἀναβαίνειν ἐπὶ τὸν ̓Ισραὴλ δεδύνηται. Καὶ ἐπεὶ οὐκ ἐπίστευσαν τῷ θεῷ, ου τε 156 η λπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. οἱ γὰρ μὴ ἐλπίσαντες ἐπὶ τὸν ̓Ιησοῦν ο ντα θεοῦ σωτήριον οὐδὲ αὐτῷ τῷ θεῷ ἐπίστευσαν. τοῖς γοῦν ἀποστόλοις ὑπὸ Χριστοῦ ει ρηται Πιστεύετε εἰς ἐμέ, καὶ εἰς τὸν θεὸν πιστεύετε. δυνατὸν δ' ἐπὶ τὸν ̓Ισραὴλ μὴ πιστεύσαντα εἰς τὸν θεὸν μηδ' ἐλπίσαντα ἐπὶ τὸ σωτήριον αὐτοῦ ἀναβεβηκέναι νομίζειν τὴν ὀργὴν η ν ὑπομένουσιν ἁλόντες ὑπὸ ῥώμης, περὶ η ς ὁ Παῦλος ε φη Εφθασε δ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ α ρτον οὐρανοῦ ε δωκεν αὐτοῖς. ἡ οὐρανὸς φωνὴ σημαίνει τὴν τῶν νοητῶν οὐσίαν καθὰ καὶ ἐν τοῖς ε μπροσθεν διειλήφαμεν, αἱ δὲ ἀνοιγόμεναι θυρίδες τῶν οὐρανῶν αἱ ἐξαπλώσεις καὶ φανερώσεις τῶν πατρικῶν εἰσιν, ῥέοντος τοῦ θεοῦ τὰς αὐτοῦ δωρεὰς διὰ τούτων τῶν θυρίδων. Αρτον ἀγγέλων ε φαγεν α νθρωπος· ι να ει πῃ τὸν ἐν τῷ κρυπτῷ τῆς καρδίας α νθρωπον. διὸ καὶ πάντα τὰ α λλα ὀνόματα παρεὶς καίτοι πολλάκις αὐτῶν μνημονεύσας, τοῦ ̓Ιακὼβ καὶ τοῦ ̓Ισραὴλ καὶ τοῦ ̓Εφραίμ, τῆς ἀνθρώπουπροσηγορίας ἐνταῦθα μνημονεύει πρὸς δεῖξιν τοῦ τὸν ἀληθῶς α νθρωπον τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενημένον ὁμοτράπεζον καὶ ὁμέστιον ἀγγέλοις γεγονέναι μεταλαμβάνοντα τοῦ ἀληθινοῦ μάννα. 809 Ps 77,38b Τὸ διαφθεῖραι σημαίνει ποτὲ τὸ κολάσει περιπεσεῖν καθάπερ Ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός, ἀντὶ τοῦ κολάσει. ἀλλ' ἐπεὶ δηλοῖ τὸ διαφθεῖραι καὶ τὸ παραδοθῆναι πάθεσιν ἀτιμίας κατὰ ἀντιμισθίαν πλάνης καὶ α λλων ἁμαρτημάτων γινομένων, οὐ διαφθείρει ὁ θεὸς κατὰ τοῦτο τὸ σημαινόμενον τοὺς ἀξίους τοῦ ι λεω εὑρεῖν αὐτόν, ὡς ἐλέῳ πολλῷ καὶ οἰκτιρμῷ ἱλάσασθαι ταῖς ἁμαρτίαις αὐτῶν. 810 Ps 77,49c–51 ̓Αγγέλους πονηροὺς οὐ φύσει ο ντας τοιούτους φησὶν ἀλλὰ τοὺς πόνων κάκωσιν ἐπιφέροντας. Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, ἐπαγαγὼν αὐτοῦ τὸν ἐπὶ καταλύσει τῆς μοχθηρᾶς ζωῆς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.