Unit 37 rem early
Rem early: Unit 37; lemma and argument toward the thesis.
Greek
ει η λουτρόν, εἰκότως οὐκ ε στι θάπτων τοὺς μετὰ λουτρὸν ἠσεβηκότας. 817 Ps 78,4 Κατὰ ἀναγωγὴν δὲ γείτονας ἐρεῖς τοὺς αἱρετικούς· ε γγιστα γὰρ ἡμῶν τὰς οἰκήσεις ε χουσι διὰ τὸ ταῖς αὐταῖς δῆθεν ἐπανέχειν γραφαῖς. ου τοι ου ν ὀνειδίζουσιν ἡμᾶς σφᾶς μὲν αἱρετικοὺς ἀναγορεύοντας, ἡμᾶς δὲ ὡς ἀνδραποδώδεις εὐήθεις καὶ ἠλιθίους ἀποκαλοῦντες. κύκλῳ δὲ ἡμῶν ει εν ̔Ελλήνων οἱ σοφοὶ μυκτηρίζοντες καὶ χλευάζοντες ἡμᾶς ὡς ἀνεξετάστως καὶ μωρῶς πιστεύοντας. 818 Ps 78,5–6 Πεπαίδευκας, φησίν, τοὺς ̓Ιουδαίους ἱκανῶς· η δη ποτὲ μετάγαγε τὴν ὀργήν σου ἐπὶ τὰ ε θνη τὰ δυσσεβῆ καὶ ἐπὶ βασιλείας ἀλλοτρίας τοῦ σοῦ σεβάσματος. 819 Ps 78,7.8a Κατὰ δὲ ἀναγωγήν· εἰ περὶ ἀοράτων ἐχθρῶν ει η ὁ λόγος, κατέφαγον ου τοι τὸν τῶν φαύλων ποτὲ γενόμενον πτερνιστὴν ἐφ' ῳ καὶ ὁ τόπος αὐτῶν ἠρημώθη. τόπος δ' ἑκάστου ἡ ὑπόθεσις ου ει λατο βίου· ὁ γὰρ σώφρων τρόπον τινὰ οἰκεῖ τὴν σωφροσύνην. λέγομεν ου ν τινας οἰκεῖν τὸν τῶν σωφρόνων τόπον καὶ α λλους τὴν δικαίων τάξιν. ἐὰν ου ν συμβῇ καταβρωθῆναι ὑπὸ ἐχθρῶν τοὺς τὰς ε ξεις ταύτας περιέποντας, ἐρημωθήσεται ἡ τάξις καὶ ὁ τόπος αὐτῶν. λέγομεν ου ν ἐν ἐκκλησίᾳ ἐπισκόπου καὶ πρεσβυτέρου τόπον. ὡς ου ν ̓Ιησοῦ τροφὴ οἱ σῳζόμενοι, ου τω βρῶσις τῶν πονηρῶν οἱ ἀπολλύμενοι. Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. καὶ ἐν α λλοις ει πομεν μηδένα ἐξομολογεῖσθαι ἐφ' οι ς ε τι πράττει κακῶς ἀλλ' ἐφ' οι ς πάλαι ἐνήργησεν, ο τι προέκειτο ̔Αμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. καὶ νῦν ου ν οἱ μετανοοῦντες τὰς πεπαυμένας ἀνομίας αὐτῶν καὶ διὰ τοῦτο ἀρχαίας ου σας ἀξιοῦσι μὴ μνημονεύεσθαι ὑπὸ τοῦ θεοῦ. ἀεὶ γοῦν οἱ αἰσθητικοὶ οὐκ ἐπὶ νεαροῖς ἀλλὰ παρῳχηκόσιν ε ργοις παρακαλοῦσι θεόν, ̔Ημάρτομεν ἠδικήσαμεν 159 ἠνομήσαμεν λέγοντες· ἐναντίον γὰρ τῷ μετανοοῦντι τὸ ε τι ἁμαρτάνειν. 820 Ps 78,8b–9a ̓Επτωχεύσαμεν σφόδρα πεσόντες ἀπὸ τοῦ πλούτου τῆς ἀρετῆς καὶ γνώσεως, δέσποτα· ο θεν παρακαλοῦμεν καταξιῶσαι οἰκτειρῆσαι ἡμᾶς, μὴ εἰς τὸ μέλλον ἀλλ' η δη καὶ ταχέως. πατὴρ γὰρ τῶν οἰκτιρμῶν ει καὶ θεὸς πάσης παρακλήσεως, καὶ ἱκανοὶ οἱ οἰκτιρμοί σου πάλιν πλουσίους ἡμᾶς ἀποδεῖξαι. ὑπάρξεται δὲ ἡμῖν ῥᾷστα τοῦτο, βοηθοῦντος σοῦ καὶ σῴζοντος· η δη γὰρ πολλάκις βοηθοῦντος σοῦ καὶ σωτῆρος πεῖραν ἀνέσχομεν. 821 Ps 78,9b–10 Εἰ καὶ μὴ α ξιοι ἡμεῖς τοῦ ευ παθεῖν διὰ τὸ ἁμαρτίας ει ναι περὶ ἡμᾶς, ἀλλά γε ἐπειδὴ τὸ σὸν ο νομα ἐπικέκληται ἡμῖν (ἐσμὲν γὰρ κληρονομία καὶ λαός σου), ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ο πως δοξασθῇ τὸ ο νομά σου. οὐ φέρομεν γὰρ τὸν ὀνειδισμὸν τῶν ἐθνῶν λεγόντων Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. κρατοῦσι γὰρ ἡμῶν ῃ ἡμάρτομεν, ὀνειδίζουσι δὲ καὶ τὸ ο νομά σου οἰόμενοί σε ἡττηκέναι τῷ ἡμᾶς ὑποχειρίους ε χειν. 822 Ps 78,11 Πρὸς δὲ τροπικὴν διάληψιν· οἱ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων σφιγγόμενοι πεπέδηνται, ἀλλ' ἐν συναισθήσει γενόμενοι τοῦ βάρους ω ν περίκεινται πεδῶν, δι' α ς ἐμποδίζονται καὶ τρέχειν ἐπὶ σωτηρίᾳ καὶ ἐνεργεῖν τὰ συντείνοντα πρὸς εὐδαιμονίαν, στενάζουσι σφᾶς ὁλοφυρόμενοι. διὸ καὶ ευ χονται γνωσθέντα τῷ θεῷ τὸν στεναγμὸν αὐτῶν εἰσιέναι ἐνώπιον αὐτοῦ. ου τω γὰρ κινῆσαι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπινεύσει πρὸς τὸ διαρρῆξαι τοὺς δεσμοὺς αὐτῶν· Κύριος γὰρ λύει πεπεδημένους. περιποιήσεται δὲ αὐτοὺς εἰς ζωὴν μακαρίαν, α γων κατὰ τὴν μεγαλωσύνην τοῦ θεοῦ λόγου ο ντος αὐτοῦ βραχίονος, ο πως, εἰ καὶ τεθανατωμένων υἱοὶ ἀνθρώποις ἐφάνησαν, ἀλλά γε δειχθῶσι τέκνα τυγχάνοντες ζώντων. οἱ γὰρ θανατωθέντες πατέρες αὐτῶν ὑπὸ τῶν ἐχθρῶν ζῶντές εἰσι παρὰ κυρίῳ, ο σιοι καὶ δοῦλοι αὐτοῦ τυγχάνοντες. 823 Ps 78,12 ̓Επειδὴ ὁ ἑπτὰ ἀριθμὸς καταπαύσεως σύμβολον ε χει, βούλονται τὴν ἀνταπόδοσιν ἐπὶ τῷ περιγραφῆναι τὴν ἀσέβειαν αὐτῶν, ἐφ' ῃ ὠνείδισαν θεὸν καὶ ὠμῶς προσηνέχθησαν τοῖς δούλοις αὐτοῦ, ἐπαχθῆναι. οὐ γὰρ ἐπαναιρέσει τῶν κολαζομένων οἱ θεὸν ἀγαθὸν ἐπιστάμενοι ἐπιφέρεσθαι βούλονται τὰς κολάσεις ἀλλ' ἐπὶ τῷ ἀργῆσαι τῶν ε ργων ἐκείνων οι ς ἐξ ἀνάγκης ἀκολουθεῖ τιμωρία. ἀργίας δὲ σύμβολον ὁ σαββατικὸς ἀριθμός. 824 Ps 78,13 ̓Επεὶ λαός σου χρηματίζομεν ἡμεῖς καὶ πρόβατα νεμόμενα τὴν σὴν νομὴν περὶ η ς ει ρηται τὸ Εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει (δηλονότι τὸ Χριστοῦ πρόβατον) α ς ᾐτήσαμεν εὐεργεσίας, κατὰ τὴν μεγαλωσύνην σου ποίησον, ἐφ' αι ς ὡς η δη παρούσαις χαριστηρίως ἀνθομολογησόμεθά σοι διὰ βίου· τοῦτο γὰρ ἐπὶ τοῦ παρόντος τὸ Εἰς αἰῶνα δηλοῖ. εἰ δὲ καὶ τὸ συνήθως ἐκλαμβανόμενον τοῦ αἰῶνος ἐκλαμβάνοιτο, ἐρεῖς μὴ μόνον ἐν τῷ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.