Unit 39 rem close
Rem CLOSEOUT: Unit 39 CLOSEOUT.
Greek
λεγόμενον τοιοῦτον. ἐπεὶ ἐλάλησε κύριος εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, η τοῦ λαοῦ δικαιοσύνη ε μπροσθεν αὐτοῦ πορευομένη θήσει τὰ διαβήματα αὐτοῦ ἐπὶ τὴν ὁδὸν τὴν ἀνάγουσαν ἐπὶ τὴν μακαριότητα, η αὐτὸς ὁ κύριος ω ν ἡ δικαιοσύνη προπορεύεται τοῦ λαοῦ καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. πρός τινα γοῦν ει πεν Εμπροσθέν σου πορεύσομαι καὶ ο ρη ὁμαλιῶ. Η καὶ ου τως· ἡ κατὰ νόμον δικαιοσύνη ἐν Μωυσεῖ καὶ τοῖς προφήταις ἐνεργοῦσα η ς τέλος ̓Ιωάννης προελήλυθε τοῦ σωτῆρος, τεθεῖσα εἰς ὁδὸν τὴν ἐν ἡμῖν τὰς διαβάσεις αὐτοῦ, ι ν' ἐνοικῇ καὶ ἐμπεριπατῇ ἡμῖν, κέκραγεν ̔Ετοιμάσατε τὰς ὁδοὺς κυρίου εὐθείας, ποιεῖτε τὰς τρίβους αὐτοῦ· μονουχὶ βοῶν ̔Οδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ο νομα αὐτῷ. ἀμέλει καὶ περὶ ̓Ιωάννου λέγεται τὸ Καὶ αὐτὸς προελεύσεται ἐνώπιον κυρίου ἐν πνεύματι καὶ δυνάμει ̓Ηλίου, καὶ τὸ ̓Ιδοὺ ἐγὼ ἀποστέλλω τὸν α γγελόν μου πρὸ προσώπου σου ο ς κατασκευάσει τὴν ὁδόν σου ε μπροσθέν σου. εἰ δὲ καὶ ὁ σωτὴρ δικαιοσύνη ἐστὶ προπορευομένη τοῦ πατρὸς εἰς τὰς διανοίας τῶν θεοφορουμένων, ἐπίστησον νοῶν τίνα τρόπον ει ρηται τὸ ̔Ο δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 858 Ps 85,2b.3 Αὐχοῦσιν ὡς ἐπὶ μεγάλῳ ἀξιώματι οἱ α γιοι πάντες ἐπὶ τῷ δοῦλοι θεοῦ ει ναι. ̓Ιωνᾶς γοῦν ἐρωτώμενος ἐκ ποίας χώρας ει η καὶ ἐκ ποίου λαοῦ, ̓Εγὼ δοῦλος θεοῦ εἰμι ε φη, καὶ τὸν θεὸν τοῦ οὐρανοῦ σέβομαι. καὶ οἱ ἀπόστολοι γοῦν μαρτυροῦνται ὑπὸ τοῦ σωτῆρος καλῶς δι' ε ργων καὶ λόγων κύριον αὐτὸν ὁμολογοῦντες· ̔Υμεῖς γὰρ φωνεῖτέ με ̔Ο κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ ὑμῶν καὶ κύριος καὶ διδάσκαλος ἀεὶ 170 μανθανόντων παρ' ἐμοῦ καὶ δουλευόντων μοι γνησίως. καὶ τῶν γραμμάτων γοῦν ἑαυτῶν προτάττουσι ταύτην τὴν σημασίαν ὡς ἐπὶ μεγίστῳ ἀξιώματι ἐναβρυνόμενοι· ̓Ιάκωβος γὰρ θεοῦ καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ δοῦλος, καὶ Παῦλος δοῦλος ̓Ιησοῦ Χριστοῦ. ὡς γὰρ οἱ τοῦ κόσμου α νθρωποι ἐν ταῖς συγγραφαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ τῶν περὶ αὐτοὺς ἀξιωμάτων χρηματίζειν θέλουσιν, ου τως οἱ ἀπόστολοι ἐν ταῖς ἀρχαῖς τῶν συγγραμμάτων αὐτῶν δοῦλοι θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσι. τὸ παραπλήσιον ποιῶν ὁ ∆αυίδ, καίτοι βασιλεὺς ω ν, Σῶσον, ε φη, τὸν δοῦλόν σου, ὁ θεός, τὸν ἐλπίζοντα ἐπὶ σέ· σῶσον δέ με ἐλέῳ τῷ σῷ, ἐπειδήπερ ο λην ἡμέραν, λέγω δὴ πάντα τὸν χρόνον τῆς ζωῆς μου, πρὸς σὲ βοῶ. 859 Ps 85,5a Τὸ δὲ ἐπιεικὴς ἐπὶ τοῦ θεοῦ οὐ κυριολεκτεῖται. ἀνθρωπίνη γὰρ ἀρετὴ ἡ ἐπιείκεια. ει ρηται δὲ περὶ αὐτοῦ ἀνθρωπικώτερον ὡς καὶ τὰ α λλα, τὸ χαίρειν τὸ εὐφραίνεσθαι τὸ μνημονεύειν. 860 Ps 85,8 Θεοὺς δὲ καὶ ἐνταῦθα λέγεσθαι οὐ τὰ ἀγάλματα καὶ τοὺς δαίμονας ληπτέον ἀλλὰ καὶ τοὺς ἁγίους. ἐν τούτοις γὰρ οὐδεὶς πάντῃ καὶ ἀπαραλλάκτως ο μοιός ἐστι τῷ κυρίῳ. μόνος γὰρ αὐτὸς ὡσαύτως τῷ πατρί ἐστι θεός, τούτων δὲ ε καστος μετουσίᾳ θεὸς γέγονε δεξάμενος τὸν θεὸν λόγον κατὰ τὸ ̓Εκείνους ει πε θεοὺς πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. εἰ γὰρ καὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγένηνται, ἀλλ' οὐδεὶς αὐτῶν κατ' οὐσίαν ο μοιός ἐστι τῷ κυρίῳ, αὐτῶν ὁμοιωθησομένων ἀλλ' οὐκ ο ντων· Εσεσθε γὰρ α γιοι διότι ἐγὼ α γιός εἰμι, αὐτοῦ ο ντος ἁγίου, αὐτῶν δ' ἐσομένων. περὶ τῶν ἐσομένων ἀληθὲς εἰπεῖν Τίς α γιός ἐστιν ὡς σύ, κύριε; οὐ γὰρ γέγραπται Τίς ὁμοιωθήσεταί σοι ἐν θεοῖς, κύριε, ἀλλὰ Τίς ο μοιός σοι. ο μοιοι γὰρ ε σονται κατὰ τὸ ῥηθὲν Ομοιοι αὐτῷ ἐσόμεθα, ο τι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Οὐδεὶς ου ν ο μοιος τῷ κυρίῳ τῶν προκειμένων θεῶν ἀλλ' οὐδὲ κατὰ τὰ ε ργα αὐτοῦ τυγχάνει τις αὐτῶν. διὸ καὶ ἐν Εὐαγγελίῳ φησὶν Εἰ μὴ τὰ ε ργα ἐποίησα ἐν αὐτοῖς α οὐδεὶς α λλος ἐποίησεν, ἁμαρτίαν οὐκ ει χον. εἰ γὰρ καὶ τὰ αὐτά ποτε τῷ σωτῆρι ἐποίησαν κατὰ τὸ ὑποκείμενον οἱ α γιοι, ἀλλά γε τῷ τρόπῳ πολὺ διαλλάττει, τῶν μὲν εὐχῇ καὶ πίστει τῇ εἰς θεὸν ἐργαζομένων, τοῦ δὲ ἐξουσιαστικῶς ἐπιτελοῦντος· ο θεν ει ρηται μηδένα τῶν θεῶν ει ναι κατὰ τὰ ε ργα τοῦ σωτῆρος. ει ρηται δὲ ἡμῖν καὶ ἐν τῇ ἀρχῇ τοῦ ΠΒ πῶς ἐλέχθη τὸ Κύριε ὁ θεός, τίς ὁμοιωθήσεταί σοι, α περ ἀξιοῦμεν καὶ τῇ προκειμένῃ λέξει ἐφαρμόζειν τὸν ἐντυγχάνοντα. 861 Ps 85,11ab Τῆς γνώσεως τῆς ἀληθείας ἀμέμπτως μεταλαβεῖν ἀδύνατον μὴ διὰ τῶν ἠθικῶν παιδευμάτων καὶ ἐνεργημάτων διαβεβηκότα. ὁδηγηθῆναι γοῦν ὑπὸ θεοῦ πρότερον ευ χεται ἐν τῇ ὁδῷ. αυ τη δ' ἐστὶν ἡ ἐν πρακτικοῖς προκοπή· ̓Αρχὴ γὰρ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, ι ν' ου τω
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.