Fragmenta in Psalmos · §u40-open

Fragmenta in Psalmos Unit 40 opening

Unit 40.

Lemma-led open — πορευθῆναι ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ δυνηθῇ προκόπτων ἐν αὐτῇ ε στ α ν ἐπὶ τὸ τέλος διαβῇ. τέ

Greek

πορευθῆναι ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ δυνηθῇ προκόπτων ἐν αὐτῇ ε στ' α ν ἐπὶ τὸ τέλος διαβῇ. τέλος δὲ τῆς γνώσεως τῆς ἀληθείας τὸ ἐπιβαλεῖν τοῖς γνωστοῖς τελείως καὶ ὡς ε χουσιν ὑπάρξεως. 862 Ps 85,11c–13 ̔Ο δι' αὐτὰ τὰ ἀγαθὰ αἱρούμενος αὐτὰ εὐφραίνεται ἐπὶ τῇ τούτων κτήσει. ε στι δὲ καὶ τὸ φοβεῖσθαι τὸ ο νομα τοῦ θεοῦ τῶν ἀγαθῶν, ο θεν μετ' εὐφροσύνης αὐτὸ ε χειν βουλόμενος ευ χεται εὐφρανθῆναι ὑπὸ θεοῦ τὴν καρδίαν ἑαυτοῦ ἐπὶ τῷ φοβεῖσθαι τὸ ο νομα αὐτοῦ. Τούτου δὲ τυχὼν εὐχαριστικῶς ἐξομολογεῖται κυρίῳ τῷ θεῷ ἐν ο λῃ τῇ καρδίᾳ τῇ εὐφρανθείσῃ ἐπὶ τῷ τετευχέναι τῶν αἰτημάτων. δοξάζει δὲ καὶ τὸ ο νομα τοῦ θεοῦ εἰς τὸν αἰῶνα τουτέστι πάντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον, γενομένου ἐπ' αὐτῷ μεγάλου τοῦ θεϊκοῦ ἐλέους· ἐφ' ῳ καὶ ἐρρύσθη ἐκ τοῦ πυθμένος τοῦ ᾳ δου. τοῦτον γὰρ κατωτάτω ᾳ δην ὠνόμασεν. οἱ γὰρ πολλὰ καὶ μεγάλα ἁμαρτάνοντες καταπίπτουσιν εἰς τὸν κατωτάτω ᾳ δην, ἀφ' ου , ι να ῥυσθῶσιν, μεγάλου ἐλέους δέονται, ὡς ε καστον αὐτῶν εὐκτικῶς λέγειν ̓Ελέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ε λεός σου. ἁρμόζει τοίνυν τῷ ἐκ τηλικούτου κακοῦ ῥυσθέντι τὸ δοξάζειν τὸ ο νομα τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ ἐν 171 ο λῃ καρδίᾳ ἐξομολογεῖσθαι αὐτῷ. 863 Ps 85,14.15 Οὐκ ἀμούσως δὲ παραδέξοιτ' α ν τις εἰρῆσθαι ταῦτα ὑπὸ τοῦ κυρίου ἡμῶν ̓Ιησοῦ Χριστοῦ, παραστάντων τῶν βασιλέων τῆς γῆς καὶ τῶν ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτὸ κατ' αὐτοῦ. 864 Ps 85,16 ̓Επισκόπησόν με. ἐπισκοπεῖς γὰρ ου ς βλέψεις οὐκ α λλου του ε νεκα η τοῦ ευ ποιῆσαι καὶ ἐλεῆσαι. διὸ καὶ ἐν τοῖς ἑξῆς βασιλεὺς ω ν ἀξιοῖ δοθῆναι καὶ φυλαχθῆναι αὐτῷ τὸ κράτος, ο περ αὐτὸς αὐτῷ δέδωκεν ὁ θεός. τούτῳ γὰρ ἀκολουθήσει καὶ τὸ σωθῆναι αὐτὸν ο ντα υἱὸν τῆς τοῦ θεοῦ παιδίσκης. Εἰ δὲ προφητεία ει η περὶ Χριστοῦ τὰ ἐπαγγελλόμενα, τοῦτον τὸν τρόπον ἐξομαλισθείη τὰ προκείμενα· φησὶν ὁ ∆αυίδ· ἐπιβλέψας ὡς θεὸς ἐλέησόν με. ὑπάρξει δὲ τοῦ διδόντος σοῦ τὸ κράτος σου τῷ παιδί σου ἐν τῷ ἐνανθρωπεῖν καὶ λαμβάνειν τὴν τοῦ δούλου μορφήν. καὶ ἐπεὶ ἀκολουθεῖ τῷ γενομένῳ ἀνθρώπῳ καὶ τεθνάναι, ἀνιστῶν αὐτὸν ὁ θεὸς σώσει αὐτὸν ο ντα υἱὸν τῆς παιδίσκης αὐτοῦ τῆς εἰπούσης ὁπηνίκα η κουσεν ὑπὸ τοῦ ἀγγέλου ∆ιὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ α γιον κληθήσεται υἱὸς θεοῦ· ̓Ιδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. ἀληθῶς γὰρ δούλη καὶ μήτηρ τοῦ κυρίου ἡ τεκοῦσα αὐτόν. ἐκ παραλλήλου δὲ εἰρῆσθαι νόμιζε τὸν κύριον παῖδα καὶ τὸν υἱὸν τῆς παιδίσκης. ∆ύναται δὲ καὶ υἱὸς παιδίσκης ὁ ἐκ περιτομῆς λαός. σαφῶς γὰρ περὶ τούτων ὁ Παῦλος Γαλάταις ἐπιστέλλων φησὶν ̓Αλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται. 865 Ps 85,17 Γένοιτό μοι σημεῖον εἰς ἀγαθὸν τῆς προφητείας περιαιρουμένης τῆς διαγορευούσης ἐν ἡμῖν τοῖς ἀνθρώποις γενήσεσθαι τὸν θεόν, παρθένου πρὸ πείρας ἀνδρὸς τικτούσης καὶ διαμενούσης παρθένου καὶ μετὰ τὸν τόκον. τοῦτο εἰς ἀγαθὸν σημεῖον ω φθη ἐπὶ βοηθείᾳ τοῦ γένους ἡμῶν. διὸ καὶ παρεκλήθημεν· πῶς γὰρ οὐκ ἐμέλλομεν πληρεστάτην παραμυθίαν ε ξειν, θεὸν βοηθὸν ἐσχηκότες; 866 Ps 86,4a Τῆς ̔Ραὰβ καὶ τῆς Βαβυλῶνος μνησθήσεσθαι ὁ θεός φησι γινωσκόντων αὐτόν. συνᾴδει τούτοις τὸ Νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ. γνῶσιν γὰρ αὐτοῦ ἀναλαβόντες μᾶλλον καὶ μάλιστα γνωσθησόμεθα ὑπ' αὐτοῦ· Εἰ γάρ τις ἀγνοεῖ, ἀγνοεῖται. καὶ πρός τινα ὁ θεὸς λέγει Οτι σὺ ἐπίγνωσιν ἀπώσω, ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μου· ἐπελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. τῶν φαύλων τοίνυν ἀγνοούντων αὐτὸν ἐπιλέληστο θεός, μνησθεὶς αὐτῶν ο τε καὶ αὐτὸν ε γνωσαν αὐτοί. ̓Ιδοὺ τοίνυν τῆς ̔Ραὰβ τῆς εἰς πλατυσμὸν μεταλαμβανομένης καὶ Βαβυλῶνος συγχύσεως ἑρμηνευομένης μεμνῆσθαι ὁ θεὸς ει πεν ἐγνωκότων αὐτόν. μεταβαλόντες γὰρ οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες ὁδὸν ̔Ραάβ εἰσιν ἐγνωκότες θεόν, καὶ οἱ ἐκ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.