Unit 40 rem early
Rem early: Unit 40; lemma and argument toward the thesis.
Greek
συγκεχυμένων καὶ τεταραγμένων ἐνθυμημάτων εἰς γαλήνην καὶ κατάστασιν διανοίας ἐληλυθότες Βαβυλών εἰσι θεὸν ἐγνωκότες, ω ν μνημονεύει θεὸς ἀξιῶν τῆς μνήμης αὐτοῦ κριθέντων. ∆ύναται δὲ ὁ πλατυσμὸς σημαίνειν τῶν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἐπὶ τὴν βασιλείαν ἐρχομένων. 867 Ps 86,6 Τῆς ἐκκλησίας οὐ μόνον οἱ α ρχοντες ἀλλὰ καὶ οἱ λαοὶ ἐνεγράφησαν εἰς τὴν πολιτείαν τῆς οὐρανίου πόλεως τοῦ ζῶντος θεοῦ, τὴν ἀναφορὰν ἐχόντων ἐπὶ τὴν ἐκκλησίαν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανῷ, μόνου θεοῦ διηγήσασθαι δυναμένου τὴν γραφὴν αὐτῶν. οὐ γὰρ τῶν ἐκ συλλαβῶν ὀνομάτων αὐτῶν ἡ ἀναγραφὴ γέγονεν ἀλλὰ τῶν δηλούντων τὴν κατὰ ψυχὴν ποιότητα αὐτῶν η ς μόνος αὐτὸς ε φορός ἐστιν. καὶ ε στιν ἐκ τοῦ ἐναντίου ἐπιστῆσαι τῷ θεωρουμένῳ· ἐν ̔Ιερεμιᾷ γέγραπται ̓Αφεστηκότες ἐπὶ τῆς γῆς γραφήσονται. ὡς ου ν οἱ ἀφεστηκότες καὶ πόρρω θεοῦ γεγενημένοι γράφονται ἐπὶ τῆς γῆς τὴν εἰκόνα τοῦ χοϊκοῦ περικείμενοι φρονοῦντες τὰ ἐπίγεια καὶ τὰ ὑλικὰ διανοούμενοι, ου τως οἱ τὴν εἰκόνα τοῦ ἐπουρανίου 172 φοροῦντες καὶ τὸ πολίτευμα ε χοντες ἐν οὐρανοῖς ἐκεῖ ἐμπολιτογραφούμενοι ἐνετάγησαν τῇ τοῦ θεοῦ βίβλῳ. 868 Ps 87 αργ ̔Υπὲρ μαελέθ, τουτέστιν ὑπὲρ χοροῦ η χορείας τῶν υἱῶν Κορέ, ὑπὲρ τοῦ σύνεσιν καὶ συνετῶς ἀποκρίνεσθαι τῷ τὸν θεὸν φοβουμένῳ καὶ διὰ τοῦτο τυγχάνοντι ἀληθῶς ̓Ισραηλίτῃ. Αἰμὰν γὰρ ἑρμηνεύεται φόβος αὐτῶν, ὡς πάντα τὸν ε χοντα θεῖον φόβον καὶ εὐλάβειαν Αἰμὰν ει ναι, ῳ σύνεσιν ἀποκρίνεσθαι προσήκει ο ντι συνετῷ ἀκροατῇ μετὰ χορείας καὶ χοροῦ θείου τοῦ ψαλμοῦ τὴν ᾠδὴν ἀπαγγέλλοντι. 869 Ps 87,2.3 Κεκράξομαι πρὸς σὲ οὐ μεθ' ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, οὐκ ἐν μόνοις τυγχάνων τοῖς λαμπροῖς καὶ προσηνέσι τοῦ βίου πράγμασιν (ἀδύνατον ἡμέραν ει ναι) ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποῖς γεγενημένος νυκτερινὴν κατάστασιν περιέχουσιν· ἐν ἡμέρᾳ μὲν κεκραγώς, ο πως παραμένῃ μοι ἡ τῶν ἀγαθῶν μετουσίᾳ, ἐν νυκτὶ δέ, ο πως τέλος αὐτῆς λαβούσης ἐκ νυκτὸς πρὸς σὲ τὸ πνεῦμά μου ὀρθρίσαι δυνηθῇ. ∆υνατὸν δὲ καὶ ἁπλούστερον εἰπεῖν παραπλησίως τῷ λεχθέντι ὑπὸ τοῦ σωτῆρος ̔Ο πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν τεκνῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός. ὁ γὰρ τὸν νόμον κυρίου μελετῶν ἡμέρας καὶ νυκτὸς καὶ δι' αὐτοῦ τοῦ μελετᾶν ε ργοις καὶ διαθέσει κεκράξεται πρὸς τὸν θεὸν τῆς σωτηρίας ἑαυτοῦ ἡμέρας καὶ νυκτός, ὁτὲ μὲν αἰτούμενος σωτηρίαν, ὁτὲ δὲ φυλαχθήσεσθαι αὐτὴν η δη ὑπάρξασαν παρακαλῶν. Πολλὴν δὲ παρρησίαν ε χοντος πρὸς θεὸν ἡ λέγουσα φωνὴ Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. ἐπεὶ γὰρ τοιαῦτα αἰτοῦμαι α κἀμοὶ συμφέρει καὶ σοὶ πρέπει καὶ φίλον διδόναι (αἰτοῦμαι γὰρ τὰ κυρίως ἀγαθά), ἐν ο ψεσί σου ἡ ἡμετέρα προσευχὴ γενέσθω· ου τως γὰρ καὶ ἐπινεύσεις παρασχεῖν α ᾐτησάμην, συγκαταβαίνων καὶ κλίνων πρὸς μὲ τὸ ου ς σου· ου τως γὰρ εἰσακουσθῆναι πεπίστευκα· διὰ τοῦτο δὲ πρὸς σέ, ω δέσποτα, βοῶ. 870 Ps 87,4 Πολλοὶ γὰρ οἱ ἐπικείμενοι πολέμιοι οἱ κατασπάσαι τὴν ζωήν μου εἰς τὸν ᾳ δην θέλοντες, ἐφ' οι ς ἀθυμῶν καὶ ἀγωνιῶν κακῶν ε χω πλησθεῖσαν τὴν ψυχήν, τουτέστιν ἐπιπόνων κακωτικῶν. 871 Ps 87,5 ̓Εκ παραλλήλου τὸν αὐτὸν τόπον ᾳ δην καὶ λάκκον καλεῖν ε θος τῇ θείᾳ γραφῇ. αὐτὸς ου ν γενόμενος ὁ σωτὴρ ὑπὲρ τῆς τῶν ο λων σωτηρίας ἐλήλυθε λύτρον δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντὶ πολλῶν, χάριτι θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου. Μόνος γὰρ αὐτὸς ὑπὲρ πάντων ἀπέθανε καὶ ταύτῃ ει πε Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. ἑκάστου γὰρ εἰκότως κατιόντος εἰς τὸν λάκκον δι' α ε πραξεν η ἐφρόνησεν, ἐγὼ προσελογίσθην καὶ μετ' αὐτῶν ἠριθμήθην, οὐκ ἀκολουθίας ε ργων εἰς τοῦτό με ἀγαγούσης ἀλλ' εὐδοκίας πατρικῆς καὶ ἡμετέρου θελήματος προσλογισθῆναι τούτοις τοῖς εἰς τὸν λάκκον κατιοῦσι κρινάντων· ο θεν αὐθαιρέτως καὶ ἐθελουσίως ἐγενήθην ὡς α νθρωπος ἀβοήθητος, τῆς ὁμοιώσεως οὐκ εἰς τὸν α νθρωπον ἀναφερομένης. Απαγε· α νθρωπος γὰρ κατὰ ἀλήθειαν γέγονεν, ὁμοιῶσθαι δέ φησιν οὐχ ἁπλῶς ἀνθρώπῳ ἀλλ' ἀβοηθήτῳ ἀνθρώπῳ. δυνάμενος γὰρ μὴ παθεῖν μὴ κρατηθῆναι μὴ δεθῆναι, ἑαυτὸν ἐπιδέδωκεν, Γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ̓Αλλ' εἰ καὶ γέγονεν ἑκουσίως α νθρωπος ἀβοήθητος ὡς καὶ περιβληθῆναι θανάτῳ, ἀλλά γε ἐν νεκροῖς ἐλεύθερος η ν. πάντων γὰρ τῶν εἰς τὸν χῶρον τῶν νεκρῶν ἀπιόντων ὑπό τινων ἀγομένων, οὐ φαύλων μόνον ἀλλὰ καὶ σπουδαίων, μόνος ̓Ιησοῦς τεθάρρηκεν εἰπεῖν Οὐδεὶς αι ρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ι να πάλιν λάβω αὐτήν. ο τι δὲ ἡ πάντων ψυχὴ ὑπό τινων εἰς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.