Fragmenta in Psalmos · §u40-rem-close

Unit 40 rem close

Rem CLOSEOUT: Unit 40 CLOSEOUT.

Greek

ἀπώσατο αὐτοὺς κατὰ τὸ Αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. ο θεν καὶ τὴν πρόφασιν τοῦ μεμακρῦνθαι αὐτοὺς ἀπ' αὐτοῦ ἀπαγγέλλων φησὶν Εθεντό με βδέλυγμα ἑαυτοῖς. ἁμαρτωλοὶ γὰρ γενόμενοι οἱ ̓Ιουδαῖοι βδελυκτὴν τὴν θεοσέβειαν ἡγοῦντο· Βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια. διὸ καὶ τὸν ταύτης μυσταγωγὸν βδέλυγμα ἑαυτοῖς ε θεντο οὐκ ο ντα τοιοῦτον. Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. οὐ γὰρ εὐθὺς παραδοθεὶς ὑπ' αὐτῶν εἰς θάνατον ὁ σωτὴρ ἐξεπορεύθη, καταλιμπάνων αὐτοὺς ε τι παραμένων αὐτοῖς ἐν τῷ παρέχειν μετανοίας τρόπον. ῃ δει γὰρ αὐτοὺς διορατικοὺς ει ναι, ὡς καὶ ὀφθαλμοὺς αὐτοῦ λέγεσθαι οι καὶ ἠσθένησαν ὡς μηκέθ' ὁρᾶν αὐτόν. διὰ τοῦτό φησιν Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. αἰτία γὰρ τῆς ἀσθενείας αὐτοῖς ἡ πνευματικὴ πτωχεία γεγένηται, η ν ε χειν ἐπεπόθησαν καὶ κατὰ τὸ γράμμα πάντα τὰ γεγραμμένα ἐκλαμβάνοντες. πῶς δὲ ὀφθαλμοὶ αὐτοῦ οἱ διορατικοὶ τοῦ ̓Ισραὴλ ει ναι δύνανται, ε σται σοι σαφῶς ἐπιστήσαντι τῷ ̔Υμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. ὡς γὰρ οἱ πιστεύσαντες κατὰ τὸ εὐαγγέλιον συμπληροῦσι τὸ Χριστοῦ σῶμα, ὡς τοὺς μὲν διορατικοὺς ει ναι ὀφθαλμούς, τοὺς δὲ συνετοὺς ἀκροατὰς ω τα, ε τι μὴν τοὺς πρακτικοὺς χεῖρας καλεῖσθαι, ου τω καὶ πρὸ τῆς ἐπιδημίας οἱ ταῖς γραφαῖς ἐπανέχοντες σῶμα τοῦ θεοῦ λόγου ὑπῆρχον κατὰ τὴν εἰρημένην ἀναλογίαν. 875 Ps 87,11–13 ∆ύναται πεῦσις ἀναγινώσκεσθαι ου τως· μὴ τοῖς ἀναισθητοῦσι καὶ τὸ ἀντιλαμβάνεσθαι ἀπολέλασι νεκροῖς ου σι ποιήσεις θαυμάσια; ταῦτα γὰρ τοῖς αἰσθανομένοις καὶ θαυμάσαι δυναμένοις γίνεται ὁμοίως, μὴ τοῖς θεομάχοις γίγασιν εἰς θεὸν ἀσεβοῦσι καὶ διὰ τοῦτο ἀμετανοήτως ε χουσιν. οὐδεὶς γὰρ προσεύξεται περὶ αὐτῶν. ̓Ανάστασις ε σται ἐπὶ τῷ ἐξομολογήσασθαί σοι. οὐ γὰρ πεφύκασι ῃ θεομάχοι τυγχάνουσιν ἐξομολογεῖσθαι. ἀνάστασιν δ' ἐνταῦθα οὐ τὴν κοινοτέραν νοουμένην λέγει (πάντες γὰρ μεθέξουσι ταύτης), ἀλλὰ τὴν κατὰ μετάνοιαν γινομένην καθ' η ν λέγεται Μήτι ὁ πεσὼν οὐκ ἀνίσταται; ∆υνατὸν ἀπόφασιν ει ναι Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια· μόνον οὐχὶ λέγων Μὴ τοῖς νεκρωθεῖσι τῷ α λλοις θεοῖς προσέχειν ποιήσεις θαυμάσια, ἐπείπερ οὐδὲ γίγαντες διὰ τοῦ θεομαχεῖν ο ντες ἀναστήσονται ἐπὶ τῷ ἐξομολογήσασθαι. οὐδεὶς γάρ φησι τοῖς ἀπελπισθεῖσι καὶ η δη ἐν τάφοις συγκεκρυμμένοις διηγήσεται τὸ ε λεός σου ἀπαγγελλόμενον τοῖς ζῶσι καὶ ἐλεηθῆναι ποθοῦσιν, ἀλλ' οὐδὲ τὴν ἀλήθειάν σου ει ποιεν α ν τις τοῖς ἀπωλείας ε ργα ποιοῦσι καὶ διὰ τοῦτο ἀπώλειαν ὀνομαζομένοις. διηγεῖται γὰρ ὁ λόγος τὸ ε λεος τοῖς πεφυκόσιν ἐλεεῖσθαι (ου τοι δέ εἰσιν οἱ ἐλεοῦντες τοὺς πέλας· Μακάριοι γάρ φησιν οἱ ἐλεήμονες, ο τι αὐτοὶ ἐλεηθήσονται), ἀλλὰ καὶ τὴν ἀλήθειαν οὐκ ἐν τῇ ἀπωλείᾳ ἀλλ' ἐν τοῖς μεταστᾶσιν αὐτῆς καὶ ἐπὶ σωτηρίαν ἐφθακόσιν. Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσια. οἱ ὑπὸ περιττῆς κακίας καὶ ἀγνοίας κεκρατημένοι σκότος εἰσίν. η τε γὰρ σκότος πρός τινας ει ρηται ἀλλὰ καὶ γῆ ἐπιλελησμένη καὶ ἀμνημόνευτος ἡ καρδία ἡ ἀκανθῶν πεπληρωμένη οὐσῶν ἡδονῶν καὶ μεριμνῶν βιωτικῶν. οὐ γνωσθήσεται ου ν ἐν τούτοις σκότος ου σι τὰ θαυμάσια τῆς ἀληθείας ἀλλ' οὐδὲ ἡ δικαιοσύνη ἡ πρακτικὴ καὶ ἠθικὴ ἀρετὴ ἐν τοῖς διὰ τὰς ἀκάνθας γενομένοις ἐπιλελησμένη γῆ. 876 Ps 87,15 ̔Αρμόζει τῇ ̓Ιησοῦ παρρησίᾳ τὸ εἰπεῖν Ινα τί, κύριε, ἀπωθεῖς τὴν προσευχήν μου; οὐ γάρ ἐστιν αι τιόν τι δι' ο ἀπωθεῖς τὴν προσευχήν μου καὶ ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, οὐδαμῶς μου ἡμαρτηκότος· διὸ προσδεξάμενός μου τὴν εὐχὴν πάντας εἰς σωτηρίαν α γαγε, ὑπὲρ ω ν πρεσβεύομαι, ἐπιλάμπων αὐτοῖς τὸ πρόσωπόν σου. 877 Ps 87,16 Οτε δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ω ν ἐπόνησέ τε ὑπὲρ ἡμῶν κάμνων ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, ἐρεῖ τὸ προκείμενον, οὐ καθάπαξ λέγων πτωχὸς ει ναι ἀλλ' ἐκ νεότητος. πλούσιος γὰρ καὶ ἐν μορφῇ θεοῦ ὑπάρχων ἑαυτὸν κενώσας ἐν τῷ νῦν αἰῶνι πτωχὸς γέγονεν, ἐξότε ἐτέχθη καὶ ἡλικίαν ε χειν η ρξατο· ὑψωθεὶς δ' ἐπὶ τὸν σταυρὸν καὶ 175 ταπεινωθείς, ο τε εἰσήχθη εἰς τὸ μνῆμα τὸ σῶμα αὐτοῦ, ε δοξεν ἐξαπορεῖσθαι σκανδαλιζομένων πολλῶν τῶν πιστευσάντων αὐτῷ, ἀλλ' ἐκ νεκρῶν ἀναστὰς πάλιν ὑψώθη εἰς οὐρανούς, ἀναληφθεὶς ὡς ἑλκύσαι πρὸς αὐτὸν τοὺς δυναμένους μηκέτι πτωχὸν αὐτὸν ὁρᾶν καὶ κάμνοντα διὰ τὴν ἐνανθρώπησιν ἀλλὰ πλούσιον καὶ ο ντα εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου. 878 Ps 87,17.18 ̓Επεὶ τὸ πάσης τῆς ἀνθρωπότητος πολλὰ ἁμαρτούσης πρόσωπον φέρει ὁ ἐνανθρωπήσας κύριος (ἀνέλαβε γὰρ τὰς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.