Fragmenta in Psalmos · §u41-open

Fragmenta in Psalmos Unit 41 opening

Unit 41.

Lemma-led open — πάντων ἁμαρτίας εἰς τὸ ἑαυτοῦ σῶμα , διῆλθον ἐπ αὐτὸν πᾶσαι αἱ κατὰ διαφόρων ἁμαρτημάτων ὀ

Greek

πάντων ἁμαρτίας εἰς τὸ ἑαυτοῦ σῶμα), διῆλθον ἐπ' αὐτὸν πᾶσαι αἱ κατὰ διαφόρων ἁμαρτημάτων ὀργαὶ καὶ οἱ φοβερισμοὶ αὐτοῦ ὡς ἐκταράξαι αὐτόν, ἐνεργῆσαι δὲ κατ' αὐτοῦ οὐδὲν δεδύνηνται οὐκ ἐγνωκότος οὐδὲ πεποιηκότος ἁμαρτίαν. ̔Ρηθεῖεν δ' α ν ὀργαὶ καὶ φοβερισμοὶ θεοῦ αἱ ὑπηρετούμεναι ταῖς κολάσεσι δυνάμεις, ὀργῆς σκεύη τυγχάνουσαι. αυ ται ἐπὶ τὸν σωτῆρα διελθοῦσαι ἐξετάραξαν αὐτὸν λέγοντα Νῦν ἡ ψυχή μου τετάρακται. εἰ γὰρ καὶ τελειοτάτην ψυχὴν ει χεν, ἀλλ' ου ν τοσοῦτον πλῆθος ἐχθρῶν ὁρῶσα προπάθειαν ε σχε, μάλιστα ἐπεὶ τρόπον υ δατος ο λην τὴν ἡμέραν περιέσχον αὐτὸν α μα κατ' αὐτοῦ συνδραμοῦσαι καὶ ε πνιξαν αὐτόν, εἰ μὴ δύτης α ριστος η ν. ὡς γὰρ τὸ υ δωρ τὸ αἰσθητὸν περιεχόμενόν τινος πνίγει αὐτὸν μάλιστα νήχεσθαι μὴ ἐπιστάμενον, ου τως αἱ πονηραὶ δυνάμεις ἀποκτένουσι τὸν ὑπ' αὐτῶν καταπωθέντα. ἀλλ' εἰ κύκλῳ τοῦ ̓Ιησοῦ ὡς υ δωρ γεγένηνται αυ ται ο λην τὴν ἡμέραν περιέχουσαι αὐτὸν α μα, ἀλλά γε βλάψαι αὐτὸν οὐδὲ δεδύνηνται· Υδωρ γὰρ πολὺ οὐ σβέσει τὴν ἀγάπην. ἡ γὰρ τελεία ε ξις ἡ δι' ἀγάπης πρὸς τὸν θεὸν τεθεῖσα α σβεστός ἐστιν. αυ τη δὲ ὑπῆρχε κατὰ τὸ ἀνθρώπινον τῷ ̓Ιησοῦ, ο θεν βλάψαι αὐτὸν ἡ τῶν χειρόνων φάλαξ οὐ δεδύνηνται. 879 Ps 87,19 Καὶ ου τως μὲν Εὐσέβιος ὁ Καισαρείας καὶ ∆ίδυμος καὶ ̓Απολινάριος ἐξηγήσαντο. 880 Ps 88,2.3 Ει ρηται δὲ πολλάκις ὡς ε νθα διττῶς φέρεται ἡ γενεά. σημαίνει τὸν ἐκ περιτομῆς καὶ ἐθνῶν λαόν. ἀποδίδωσι δὲ τὴν αἰτίαν δι' η ν εἰς τὸν αἰῶνα ᾳ δει τὰ ἐλέη τοῦ κυρίου, ἐπαγαγὼν Οτι ει πας Εἰς τὸν αἰῶνα ε λεος οἰκοδομηθήσεται. ο σον γὰρ ἐνέστηκεν ὁ αἰὼν ου τος, φανερῶς ἐλεεῖ καὶ εὐεργετεῖ ὁ θεός· καὶ ταύτῃ οἰκοδομεῖν ε λεος εἰς τὸν αἰῶνα λέγει. ὡς γὰρ ἡ οἰκοδομὴ ἐκ πολλῶν καὶ διαφόρων συναρμοζομένων ἀποτελεῖται, ου τω πολλῶν εὐεργετουμένων ἐλέῳ θεοῦ οἰκοδομὴ γίνεται. Τάχα δὲ ε λεος οἰκοδομεῖται, τῆς σοφίας οἰκοδομησάσης ἑαυτῇ οι κον. ἡ γὰρ ἐνανθρώπησις αὐτῆς θεμέλιος καὶ πέρας τῆς οἰκοδομῆς τοῦ ἐλέους ἐστίν, πάντων ἐλεουμένων ἀφαιρέσει τῆς προκαταλαβούσης ἁμαρτίας. ̔Εξῆς τούτοις ἐστὶν ̓Εν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. ἐπεὶ γὰρ οἱ ἐπὶ γῆς ο ντες δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι φανταζόμεθα τὰ θεῖα πράγματα ου πω προσβολῇ καθαρᾷ ἀντιλαμβάνεσθαι αὐτῶν δυνάμενοι, ἐν τοῖς οὐρανοῖς ἑτοιμάζεται ἡ ἀλήθεια τοῦ θεοῦ τούτοις ἀπεντεῦθεν προπαρασκευασαμένοις ὡς οι όν τ' η ν προσβαλεῖν αὐτῇ. τότε γὰρ πρόσωπον πρὸς πρόσωπον προσβάλλουσι τῷ κάλλει τῆς ἀληθείας, τὸ τέλος τῆς γνώσεως καὶ ἐπιστήμης ἀπειληφότες, καταργηθείσης αὐτοῖς τῆς μερικῆς τῶν πραγμάτων διαλήψεως. ἑτοιμάζεται δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τοῖς μὴ τὰ ἐπίγεια φρονοῦσιν ἀλλ' ε χουσι τὸ πολίτευμα ἐν οὐρανοῖς τῷ φορεῖν τὴν εἰκόνα τοῦ ἐπουρανίου δι' η ν χρηματίζουσιν οὐρανοί. 881 Ps 88,4.5 Τούτῳ δίδωσιν ὁ θεὸς τὸν θρόνον ∆αυὶδ τοῦ πατρὸς αὐτοῦ ἐπὶ τῷ βασιλεῦσαι ἐπὶ τὸν οι κον ̓Ιακὼβ εἰς τοὺς αἰῶνας, ὡς μὴ ει ναι τέλος τῆς βασιλείας αὐτοῦ. Οπως δὲ μὴ νομίσῃ τις ὡς ε τυχε κατὰ προσωποληψίαν τὸν ∆αυὶδ τετευχέναι ταύτης τῆς εὐλογίας, φησὶν ὁ θεὸς Ωμοσα ∆αυὶδ τῷ δούλῳ μου· ἐπεὶ γὰρ γνήσιος δοῦλός μου καὶ θεράπων ἀποδέδεικται ὁ ∆αυίδ, δίδωμι τῷ οι κῳ αὐτοῦ σημεῖον, ὡς παρθένον α χραντον καὶ α ψαυστον ὑπὸ ἀνδρὸς τεκεῖν τὸν μεθ' ὑμῶν τῶν ἀνθρώπων θεόν. τοῦτο γὰρ ἀποσημαίνει ἡ ̓Εμμανουὴλ φωνή· ου τος δέ ἐστι τὸ 176 ἑτοιμαζόμενον σπέρμα τοῦ ∆αυίδ. Τὸ δὲ Ωμοσα λεγόμενον ὑπὸ τοῦ θεοῦ τὸ βέβαιον τῆς πρὸς τὸν ∆αυὶδ ἐπαγγελίας παρίστησιν. ὡς γὰρ ὁ ὀμνὺς ἀπαράβατον πρόθεσιν φυλάττει τῷ τὸν ο ρκον ει ναι λόγον ἐμπεδούμενον μετὰ θεοῦ παραλήψεως, ου τως καὶ ὁ θεὸς ἐφ' οι ς αἰωνίως καὶ βεβαίως χαρίζεται ὀμνύναι λέγεται οὐ κατ' α λλου. ει ρηται γὰρ Κατ' ἐμαυτοῦ ω μοσα, λέγει κύριος, οὐχ ο τι ἀπωμοτικοῖς η

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.