Unit 40 rem mid
Rem mid: Unit 40; lemma continues; reading with the letter.
Greek
ᾳ δην α γεται, σαφές σοι ε σται ἐπιστήσαντι τοῖς Εὐαγγελίοις. περὶ γὰρ Λαζάρου ἀνδρὸς σπουδαίου ο ντος ει ρηται ̓Εγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι εἰς κόλπους ̓Αβραάμ· καὶ πρὸς φαῦλον δέ τινα λέλεκται Αφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· καὶ πρὸς ε τερον πρόσωπον λέλεκται τὸ 173 Εως ᾳ δου καταβιβασθήσῃ. ὁ γὰρ καταβιβαζόμενός που ὑφ' ἑτέρων ἐκεῖσε καταβιβάζεται. ο θεν οὐδεὶς ἐν νεκροῖς ἐλεύθερος ει η τῶν πρὸς α λλων ἑλκομένων η ποδηγουμένων εἰς τὸν τῶν νεκρῶν τόπον, μόνος δὲ ̓Ιησοῦς ἀφ' ἑαυτοῦ θεὶς τὴν ψυχὴν αὐτοῦ, οὐδενὸς λαβόντος αὐτὴν ἀπ' αὐτοῦ, ἐν νεκροῖς ἐλεύθερος γέγονε. καὶ ε τι· ἐπεὶ Πάντες η μαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, ἀπαλλαττόμενοι τοῦ βίου μετὰ δεσμῶν διαφορὰν ἐχόντων τὴν κατὰ τὸ μᾶλλον καὶ η ττον ἐν τῷ ᾳ δῃ γεγένηνται, μόνου τοῦ ἁμαρτίαν μὴ πεποιηκότος καὶ μὴ γνόντος ἁμαρτίαν καὶ ἐν τοῖς νεκροῖς ἐλευθέρου γεγενημένου ὡς καὶ λύειν τῶν ἑτέρων νεκρῶν τὰ δεσμὰ τοῦ θανάτου ἐπὶ τῷ ἀναστῆσαι καὶ ζωοποιῆσαι αὐτούς. ὡς γὰρ τῶν ἐπὶ γῆς μόνος αὐτὸς ἐλευθερωτὴς ἁμαρτημάτων α φεσιν δωρούμενος, λέγει γοῦν ̓Εὰν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ο ντως ἐλεύθεροι γενήσεσθε, ου τως καὶ ἐν ᾳ δῃ γεγενημένος μετ' ἐλευθερίας τὰς κατεχομένας ψυχὰς ἠλευθέρωσε, φόβον ἐμποιήσας τοῖς αὐτὰς κατέχουσιν· ε πτηξαν γοῦν καὶ οἱ πυλωροὶ τῶν τόπων ἐκείνων, τὴν αὐθεντίαν αὐτοῦ καὶ ἐλευθερίαν αὐτοῦ θεασάμενοι. ̓Ακόλουθον δ' α ν καὶ τοὺς προάγοντας στίχους ἑρμηνεῦσαι ὡς εἰρημένους ὑπὸ Χριστοῦ. λέγει τοίνυν ὁ σωτὴρ πρὸς τὸν ἑαυτοῦ πατέρα· Εἰ καὶ σωτὴρ τοῦ κόσμου τυγχάνω ἐληλυθὼς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς αι τιος σωτηρίας αἰωνίου πᾶσι γενόμενος, ἀλλά γε, ω πάτερ, ταύτης η ς παρέχω τοῖς σῳζομένοις σωτηρίας θεὸς ὑπάρχεις· βουλήματι γὰρ τῷ σῷ χαρίζομαι αὐτήν· ο θεν καὶ παράκλητος γινόμενος πρὸς σὲ ὑπὲρ τῶν ἡμαρτηκότων σώσω αὐτούς, ἐντυγχάνων ὑπὲρ αὐτῶν. ̓Ακολούθως δὲ τοῖς η δη προειρημένοις νοήσεις καὶ τὰ ἑξῆς. 872 Ps 87,6bc Τὸν γὰρ ὑπὸ τῆς τοῦ θεοῦ κραταιᾶς χειρὸς φρουρούμενον ἁρπάσαι οὐδεὶς δυνήσεται, φησὶν ὁ σωτήρ· ο σον γὰρ περιέχεται τοῦ θεοῦ, ἀήττητος τοῖς ἐπιβουλεῦσαι καὶ ἁρπάσαι θέλουσι διαμένει. ο ταν δέ τις φαῦλος γεγενημένος δι' ω ν ἁμαρτάνει ἀνάξιος τῆς χειρὸς γένηται, ἀπωθεῖται οὐκέτι α ξιος ω ν κρατεῖσθαι καὶ μνημονεύεσθαι ὑπὸ θεοῦ. 873 Ps 87,7 ̓Επεὶ οὐ κατὰ τὰ ἑαυτοῦ ε ργα η λθεν εἰς τὸν ᾳ δην καὶ τὸν θάνατον ἀλλὰ α λλων ε νεκα ὑπὲρ αὐτῶν γευόμενος θανάτου, εἰς ἐκείνους ἀναφέρων τὴν αἰτίαν τοῦ εἰς τὸν κατώτατον λάκκον καὶ εἰς αὐτὴν τὴν καρδίαν τῆς γῆς ἐφθακέναι φησὶ τὸ Εθεντό με, ἀντὶ τοῦ ̓Εποίησάν με εἰς τὰ κατώτατα τοῦ λάκκου ἰέναι, ο πως καὶ τοὺς ἐν βάθει τούτου ἀνιμησάμενος μεταγάγω ἐκεῖθεν ἐπὶ τῷ εἰσαγαγεῖν αὐτοὺς εἰς τὸν θεοῦ παράδεισον. Εθεντο δέ με καὶ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. εἰ γὰρ καὶ ἐν θανάτῳ αὐτῶν ε νεκα γεγένημαι, ἀλλ' οὐκ ἐν αὐτῷ τῷ κυρίως θανάτῳ ἀλλ' ἐν τῇ σκιᾷ αὐτοῦ (ε φθασα γὰρ τριήμερος ἀναστάς), τῷ αὐτῷ δὲ τρόπῳ καὶ ἐν σκοτεινοῖς ὑπ' αὐτῶν τεθειμένος κατηύγασα αὐτούς, ὡς μηκέτ' αὐτοὺς ἐν σκότει διάγειν ἀλλ' ἐν ἐμοὶ τῷ φωτί. 874 Ps 87,8–10a ̔Ο τοῦ θεοῦ θυμὸς ἐοικὼς πυρὶ τροφὴν καὶ υ λην ε χει τὰ ἁμαρτήματα. ἐφ' ο σον ου ν ὑφέστηκε ταῦτα, καὶ αὐτὸς ἐνεργεῖ· ἀναλουμένων δὲ αὐτῶν συναπέρχεται καὶ αὐτός. πολλῶν ου ν τυγχανόντων ἀνθρωπίνων ἀνομημάτων, ἐφέρετο κατ' αὐτῶν ὁ θεοῦ θυμός, ἀλλ' ὁ σωτὴρ εὐεργέτης ω ν ὑπέβαλεν ἑαυτὸν τῷ θεοῦ θυμῷ, ὡς ἐπιστηριχθῆναι αὐτὸν ἐπ' αὐτὸν μηκέτι κινούμενον η ἐνεργοῦντα τῷ μὴ εὑρίσκειν υ λην. ο θεν καὶ σβεσθῆναι αὐτὸν συνέβη οὐ τραφέντα παρ' ῳ ἐπεστήρικτο, ἁμαρτίαν οὐκ ἐγνωκότος αὐτοῦ τῷ πεπειρᾶσθαι κατὰ πάντα χωρὶς ἁμαρτίας. ̓Επήγαγε δ' ἐπ' αὐτὸν καὶ πάντας τοὺς μετεωρισμοὺς αὐτοῦ πειρασμοὺς καὶ θλίψεις ο ντας, ο πως ἀγωνισάμενος καὶ πειρασθεὶς περὶ πάντων δόκιμος ἀναδειχθῇ ὡς μηκέτι ἡμᾶς ὑποκεῖσθαι τοῖς μετεωρισμοῖς. ἐξηφάνισε γὰρ αὐτούς· θεοῦ δὲ ει ρηνται ου τοι, ἐπεὶ κρίσει αὐτοῦ ἐπὶ συμφέροντι ἐπάγονται. Γνωστοὶ τοῦ σωτῆρος οἱ γινώσκοντες αὐτὸν καὶ γινωσκόμενοι ὑπ' αὐτοῦ ἐτύγχανον οἱ ἐκ περιτομῆς, ο τε τῷ νόμῳ καὶ τοῖς προφήταις ἐπανεῖχον ἀλλὰ μακρὰν αὐτοῦ γεγένηνται ἀποστήσαντες καὶ προδόται αὐτοῦ ἀποδεδειγμένοι, τοῦ πατρὸς ἐκβαλόντος καὶ 174 μακρὰν πεποιηκότος αὐτοὺς τοῦ ἰδίου υἱοῦ, ο ς καὶ χεὶρ αὐτοῦ ὑπάρχει ἀφ' η ς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.