Fragmenta in Psalmos · §u41-rem-early

Unit 41 rem early

Rem early: Unit 41; lemma and argument toward the thesis.

Greek

κατωμοτικοῖς χρᾶται ἐπιρρήμασιν ἀλλ' ὡς α τρεπτος καὶ ἀμετάβλητον βουλὴν ε χων ὑπισχνεῖται. ἐπεὶ ου ν καὶ ἡ βούλησις αὐτοῦ ἡ περὶ τοῦ ἐκ ∆αυὶδ α νθρωπον γενέσθαι τὸν υἱὸν αὐτοῦ ἀμετάθετος η ν, εἰκότως τὸ Ωμοσα ∆αυὶδ τῷ δούλῳ μου ει πεν. 882 Ps 88,7 Οὐδεὶς τῶν ἐκ θεοῦ γεγεννημένων τῷ παραδεδέχθαι τὸ τῆς υἱοθεσίας πνεῦμα ὁμοιωθῆναι τῷ κυρίῳ δυνήσεται. αὐτὸς γὰρ μόνος κατὰ ἀλήθειαν γέννημα θεοῦ, οἱ δ' α λλοι τῷ μετέχειν αὐτοῦ υἱοὶ θεοῦ καλοῦνται. ὑπὲρ τελείας δὲ νοήσεως τῶν προκειμένων χρησόμεθα ἀποστολικῇ φωνῇ ου τως ἐχούσῃ· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ. εἰπὼν γὰρ τὸν θεὸν πατέρα ἑαυτοῦ καὶ τῶν παραπλησίων ηὐλαβήθη, μὴ δόξῃ τισὶν ἰσοτιμίαν ἑαυτῷ νέμειν πρὸς τὸν μονογενῆ υἱόν· διὸ ἐπήνεγκε Καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ, μονονουχὶ κεκραγώς· εἰ καὶ θεοῦ χάριτι γεγόναμεν υἱοί, καὶ αὐτὸς ἡμῶν τυγχάνει πατήρ, ἀλλά γε καὶ δοῦλοι ̓Ιησοῦ Χριστοῦ ἐσμεν κατὰ φύσιν κυρίου ἡμῶν ο ντος. ταύτην τὴν διάνοιαν παρεμφαίνει καὶ ἡ προκειμένη λέξις· Τίς γὰρ ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; οὐδεὶς κατ' οὐσίαν υἱὸς θεοῦ η μόνος ὁ σωτὴρ ι διος καὶ μόνος ὁμοούσιός ἐστι τῷ πατρί, ὁμοιωθήσονται δὲ αὐτῷ ου τοι οἱ οὐ κατ' οὐσίαν ἀλλὰ κατὰ ποιότητα ω σπερ καὶ τῷ πατρὶ οἰκτίρμονες ὡς αὐτὸς γινόμενοι καὶ τέλειοι ὡς ὁ πατὴρ γινόμενοι· Αγιοι γὰρ ε σεσθε, διότι ἐγὼ α γιός εἰμι. Ου τος δὴ ὁ κύριος ε ρχεται ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς, καὶ οἱ α γιοι ἁρπαγήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τῷ κυρίῳ εἰς ἀέρα ἐπὶ τῷ πάντοτε σὺν αὐτῷ ει ναι. τοῦ τοίνυν κυρίου καὶ τῶν ἁγίων ἐν νεφέλαις ο ντων, οὐδεὶς τῶν ἁρπαγέντων ἐν νεφέλαις ἰσωθήσεται τῷ ἐρχομένῳ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. εἰ γὰρ καὶ ε καστος μετὰ δυνάμεως καὶ δόξης ἡρπάγη, ἀλλ' οὐ πολλῆς. ἐκείνην γὰρ τὴν δύναμιν καὶ δόξαν ει χεν η ν ε λαβεν, ὁ δὲ σωτὴρ μετὰ δυνάμεως καὶ δόξης πολλῆς η ς παρέχει ἐλεύσεται· καὶ ε καστος ἐκείνων ἐν νεφέλῃ, ου τος δ' ἐπὶ τῶν νεφελῶν. παρίστησι δὲ ἡ ̓Επὶ τῶν νεφελῶν λέξις τὸ αὐθεντικὸν καὶ βασιλικόν, ο θεν οὐδεὶς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ· ε τι μὴν ἑκάστου τῶν ἁγίων νεφέλης ο ντος πνευματικῆς ὑούσης τὸν νοητὸν ὑετόν (Αἱ νεφέλαι γάρ φησι ῥανάτωσαν δικαιοσύνην), οὐδεμία τῶν τοιούτων νεφελῶν ἰσωθῆναι τῷ κυρίῳ δυνήσεται τυγχάνοντι καὶ αὐτῷ νεφέλῃ, ἐπείπερ ἑκάστη ἐκείνων ὀλίγους ποτίζει, αυ τη δὲ οὐ πάντας ἀνθρώπους μόνον ἀλλὰ καὶ τὰ λογικὰ πάντα. 883 Ps 88,8 Φοβερὸς δ' ἐστὶ καὶ τοῖς ἐναντίοις ἀπειλῶν κολάσεις καὶ ἐπιφέρων κατὰ τῶν λειπτοτακτούντων τῶν θείων αὐτοῦ προσταγμάτων. ο σοι γὰρ ἐγγὺς αὐτοῦ τυγχάνοντες τῷ παραδεδέχθαι τὴν θείαν αὐτοῦ διδασκαλίαν ἁμαρτάνοντες ἐγγὺς τοῦ πυρός εἰσιν, ὡς ει ρηταί που ὑπὸ τοῦ σωτῆρος ̔Ο ἐγγύς μου ἐγγὺς τοῦ πυρός, ὁ δὲ μακρὰν ἀπ' ἐμοῦ μακρὰν ἀπὸ τῆς βασιλείας· ο θεν καὶ ἐν τῇ προκειμένῃ λέξει τοῖς περικύκλῳ αὐτοῦ διὰ τοῦ πεπιστευκέναι αὐτῷ παρακούουσι τῶν ἐντολῶν αὐτοῦ φοβερός ἐστιν, μέγας ω ν τοῖς δι' ἀρετὴν περιεχομένοις αὐτοῦ. 884 Ps 88,9b ̔Η περὶ τὸν θεὸν ἀλήθεια οὐκ α λλη τυγχάνει τοῦ εἰπόντος ̓Εγώ εἰμι ἡ ἀλήθεια. εἰ δὲ κύκλῳ τοῦ θεοῦ αυ τη ἐστίν, οὐ δύναταί ποτε μὴ ει ναι, ι να μὴ καταβοᾷ θεὸς ἐκ τοῦ ποτε μὴ κυκλοῦσθαι ὑπὸ ἀληθείας εἰς τοῦτο ἐληλυθόσι. κυκλοῦται δὲ ὑπὸ ταύτης γεννῶν αὐτὴν καὶ μόνος ω ν θεὸς ἀληθινός. ὡς γὰρ μόνος σοφὸς οὐ μετέχων ἀλλὰ καὶ γεννῶν σοφίαν, ου τω μόνος ἀληθινὸς καὶ κύκλῳ ε χει τὴν ἀλήθειαν, οὐ μεταλαμβάνων αὐτῆς ἀλλὰ συνὼν καὶ ἑτέροις αὐτὴν δωρούμενος. καθ' ἑκάστην γὰρ 177 ἐπίνοιαν καὶ ἐνέργειαν συνυπάρχοντα ε χει τὸν υἱὸν ὁ πατήρ· ε στι γὰρ ὁ λόγος πρὸς τὸν θεὸν θεὸς ω ν λόγος, ι ν' ὁ πατὴρ ῃ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί· η ρμοζε γὰρ θεῷ πατρὶ συνεῖναι θεὸν λόγον. ἀλλὰ καὶ φῶς ω ν ὁ θεὸς ε χει φῶς σὺν αὐτῷ τὸν υἱὸν ῃ φησι ∆ανιὴλ Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. οὐ γὰρ ει πεν Ην η Εσται ἀλλ' ̓Εστίνδηλωτικὸν γὰρ τοῦτο ἀϊδιότητος, ο θεν καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου ει ρηται. Καὶ ἡ ἀλήθεια δὲ οὐ γέγονεν η ε σεσθαι κύκλῳ ἀλλ' ει ναι τοῦ δυνατοῦ θεοῦ ει ρηται. παρέσται δὲ τῷ δυνατῷ θεῷ καὶ ἡ ἀΐδιος δύναμις, ἡ αὐτὴ τῇ σοφίᾳ καὶ ἀληθείᾳ καὶ φωτὶ καὶ λόγῳ τοῦ θεοῦ ὑπάρχουσα, ἀλλὰ καὶ παρὰ τοῖς κυκλοῦσί σε ἡ ἀλήθειά σου. 885 Ps 88,10 Νοήσεις καὶ ου τως· πίστις τοῦ δεσπόζειν αὐτὸν πάσης τῆς κτίσεως καὶ τῆς θαλάσσης τὰ περὶ τοῦ ̓Ιωνᾶ ἀναγραφέντα· ἐκεῖ γὰρ ἐξεγηγερκέναι κλύδωνα ἐν τῇ θαλάσσῃ λέγεται, καὶ πάλιν θελήσει αὐτοῦ Εστη ἡ θάλασσα ἐκ τοῦ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.