Fragmenta in Psalmos · §u41-rem-mid

Unit 41 rem mid

Rem mid: Unit 41; lemma continues; reading with the letter.

Greek

σάλου αὐτῆς. καὶ ὁ ̓Ιησοῦς ε ργῳ δεικνὺς ο τι υἱός ἐστι τοῦ δεσπότου τοῦ κράτους τῆς θαλάσσης, ἐπαφριζούσῃ αὐτῇ καὶ τρικυμίας διεγειρούσῃ ἐπιτιμᾷ καὶ εὐθέως αὐτὴν καταπραΰνει. Εἰ δὲ σημαίνοι τὸν τῶν ἀνθρώπων βίον ἡ τῆς θαλάσσης προσηγορία, κράτος αὐτῆς δύναται ει ναι ὁ πονηρὸς ἐν ῳ ὁ κόσμος ο λος κεῖται τουτέστιν ἡ θνητὴ καὶ ἐπίκηρος πολιτεία. τούτῳ ου ν τῷ κράτει τῆς θαλάσσης ἀσθένειαν ὁ δεσπότης αὐτοῦ παρέχων ἐξουσίαν ὀρέγει τοῖς φοιτηταῖς πατεῖν ἐπὶ πᾶσαν αὐτοῦ τὴν δύναμιν, καταπραΰνων τὰς ἀστάτους καὶ ἀνωμάλους ὁρμὰς κύματα αὐτῆς καλουμένας ἐπὶ τῷ καὶ βάσιμον αὐτὴν ει ναι τοῖς ἐξουσίαν λαβοῦσιν ἐπ' αὐτῆς σὺν ̓Ιησοῦ βαδίζειν ω ν εἰκόνα ὁ Πέτρος φέρει. οὐδεὶς γὰρ α νευ ̓Ιησοῦ κατ' ἐκεῖνον πατεῖν δύναται τὴν τοῦ βίου θάλασσαν, ὑπεράνω μεριμνῶν καὶ ἡδυπαθειῶν γινόμενος, εἰ μὴ ̓Ιησοῦ συμπεριπατῇ. αὐτὸς γάρ ἐστιν ὁ περιπατῶν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης, ο θεν ει ρηται πρὸς αὐτὸν ̓Εν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν υ δασι πολλοῖς. αι ς γὰρ ε τριψεν ̓Ιησοῦς τρίβοις ἐν τοῖς ἰσχυροῖς υ δασι, τὰ πάθη εἰσὶ καὶ βιωτικαὶ μέριμναι αι ς ἐπιβαίνειν δύνανται οἱ ἐπακολουθοῦντες τοῖς ι χνεσι αὐτοῦ. 886 Ps 88,12.13 Πρὸς διάνοιαν δὲ πάντες οἱ ἑρμηνευόμενοι οὐρανοὶ ἐξομολογούμενοι τὰ θαυμάσια αὐτοῦ καὶ ἡ τὸν ̓Ιησοῦ δεχομένη σπόρον καὶ καρποφοροῦσα εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα γῆ αὐτοῦ τυγχάνουσα κτῆμα δὲ αὐτοῦ τυγχάνει, καὶ η ν ἐθεμελίωσεν α μα τῷ πληρώματι αὐτῆς οἰκουμένην, οὐκ α λλη τῆς ἐκκλησίας ου σα ἐν ῃ οἰκοῦσι ψυχαὶ αἱ τὸν ὀρθὸν λόγον καὶ τὴν ἀλήθειαν προσηκάμεναι. οἰκοῦσι δὲ αὐτὴν καὶ ἱεραὶ δυνάμεις παρεμβάλλουσαι κύκλῳ τῶν φοβουμένων αὐτόν. θεμέλιος δὲ ἐφ' ο ν τεθεμελίωται οὐχ ε τερός ἐστι τοῦ περὶ ω ν γράφει Παῦλος Θεμέλιον γὰρ α λλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ο ς ἐστιν ̓Ιησοῦς Χριστός. πλήρωμα δὲ τῆς νοητῆς ταύτης οἰκουμένης ἐπὶ τὸν αὐτὸν θεμέλιον ἱδρυμένον τὸ πλήρωμα τῶν ἀρετῶν ἐστι καὶ τῶν τῆς εὐσεβείας δογμάτων α μα τοῖς θείοις τοῦ πνεύματος δωρήμασιν. Εκτισε δὲ τὸν βορρᾶν ὁ κύριος καὶ τὰς θαλάσσας ἐπὶ τῷ μηκέτι ει ναι ο η σαν πρότερον. ὡς γὰρ κτίσας τοὺς δύο εἰς ε να καινὸν α νθρωπον ἐκ δύο ε να αὐτοὺς πεποίηκε καὶ ἡ κτιζομένη δὲ καρδία καθαρὰ ἐξ ου καθαρὰ γεγένηται κτίζει δὲ καὶ τοὺς ἐκτὸς τῆς πίστεως, ι ν' ἐν Χριστῷ καινὴ κτίσις γένωνται–ου τω κτίζει τὸν βορρᾶν καὶ τὰς θαλάσσας. Πᾶς δὲ ὁ τυγχάνων ἐκλογῆς θείας καὶ ὑπὸ φωτὸς μετεωριζόμενος τῷ πεφωτικέναι ἑαυτῷ φῶς γνώσεως ἀγαλλιᾶται τῷ ὀνόματι τοῦ θεοῦ. ὡς ἐκτὸς μὲν τὸ Θαβώρ, φωτὸς δὲ μετεωρισμὸς τὸ ̔Ερμωνιείμ· εἰς ταῦτα γὰρ μεταλαμβάνονται αἱ ̔Εβραϊκαὶ τῶν ὀρέων προσηγορίαι. εἰ δὲ καὶ λάκκος ἑρμηνεύεται τὸ Θαβώρ (καὶ ου τω γὰρ φέρεται), νοήσεις πῶς ει ρηται ἐπαινετὸς λάκκος, ἐπιστήσας ὡς δίδωσι θεός τισιν εὐλογίας τρόπῳ λάκκους λελατομημένους ου ς οὐκ ἐξελατόμησαν οἱ εἰληφότες. εἰ δὲ καὶ ἐπὶ ψόγου λέγοιτο ἡ λάκκος φωνὴ μεταβαλὼν ου τως ὠνομασμένος ὡς οὐ χρηματίσαι φρέαρ, ἡ πηγὴ ἀγαλλιάσεται ἐπὶ τῷ ὀνόματι κυρίου. 887 Ps 88,14.15 ̔Η ποιητικὴ τοῦ θεοῦ δύναμις 178 (αυ τη δ' ἐστὶν ὁ δημιουργικὸς αὐτοῦ ω ν αὐτοῦ μονογενὴς υἱός) α πασι τοῖς ἐγκειμένοις ὀνόμασι σημαίνεται. βραχίων γὰρ ει ρηται ἐν τῷ Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ ̔Υψηλός σου ὁ βραχίων, καὶ οὐκ ῃ δειμεν. ἀλλὰ καὶ χεὶρ κυρίου ὁμολογεῖται ἐν τῷ ̔Η χείρ μου ἡ ὑψηλὴ ἐποίησε ταῦτα πάντα· καὶ δεξιὰ ἐν τῷ ∆εξιὰ κυρίου υ ψωσέ με. Λέγει γοῦν ὁ α γιος τῷ θεῷ· Σὸς ὁ βραχίων μετὰ δυναστείας, βασιλεύων καὶ κρατῶν ἁπάντων. φάσκει δὲ καὶ τὸ Κραταιωθήτω ἡ χείρ σου, παραδοξοποιοῦσα καὶ δυνάμεις τεραστίους ἐπιτελοῦσα. φησὶ γὰρ ὁ Πέτρος πρὸς τὸν θεὸν ∆ὸς τοῖς δούλοις σου ἀφόβως μετὰ παρρησίας λαλεῖν τὸν λόγον σου ἐν τῷ ἐκτείνειν τὴν χεῖρά σου εἰς ι ασιν καὶ σημεῖα καὶ τέρατα. Κατ' ἐπίνοιαν ου ν διάφορον ἡ τοῦ πατρὸς δύναμις ὁ Χριστὸς ταῦτα καλεῖται. εἰ γὰρ υἱὸς θεοῦ καὶ σοφία καὶ θεὸς λόγος καὶ ἀλήθεια δεξιά ἐστιν ὑψουμένη θεοῦ μετεωρίζουσα καὶ ἐπαίρουσα πάντα τὸν μιμητήν, προπορεύεται δὲ τῆς σῆς παρουσίας ε λεος καὶ ἀλήθεια· οὐδεὶς γὰρ οι ός τέ ἐστι προσβαλεῖν σου τῷ προσώπῳ μὴ πρότερον ἠλεημένος καὶ τῇ ἀληθείᾳ ἐνωμιληκώς. ∆υνατὸν γοῦν ὡς ἐν α λλοις καὶ ἐνταῦθα τὸ ε λεος καὶ τὴν ἀλήθειαν μὴ α λλα τοῦ μονογενοῦς ει ναι ὡς ἐν τῷ ̓Εξαπέστειλεν ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. ου τος ου ν ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς ὁ αὐτὸς ω ν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.