Fragmenta in Psalmos Unit 43 opening
Unit 43.
Lemma-led open — δούλους σου καὶ ἐπὶ τὰ ε ργα τῶν χειρῶν σου, καὶ τοὺς κατὰ διδασκαλίαν καὶ μίμησιν ἀρετῆς
Greek
δούλους σου καὶ ἐπὶ τὰ ε ργα τῶν χειρῶν σου, καὶ τοὺς κατὰ διδασκαλίαν καὶ μίμησιν ἀρετῆς γεννηθέντας ἡμῖν α ρρενας καὶ εὐτόνους ο ντας ὁδήγησον ἐπὶ τὴν τῆς σωτηρίας ὁδόν. ου τω γὰρ καὶ ἡ λαμπρότης σου τοῦ θεοῦ ε σται ἐφ' ἡμᾶς ἐκλάμψοντας ὡς ὁ η λιος ἐν τῇ βασιλείᾳ σου. διὸ δεόμεθα Τὰ ε ργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς. τοῦτο δὲ θαρρούντων ἐστὶν ἐφ' οι ς δεδράκασι καὶ διάκεινται, τοῦ φαύλου οὐ κατευθυνθῆναι θέλοντος ἐπ' αὐτὸν τὰ ε ργα τῶν χειρῶν αὐτοῦ ἀλλὰ μᾶλλον λήθῃ παραδοθῆναι. 901 Ps 90,3 Θηρευταὶ ει εν α ν ἐν τούτοις καὶ οἱ ἀπατεῶνες καὶ οἱ σοφισταὶ α νδρες παγιδεύειν πειρώμενοι τοὺς ἀνθρώπους, ω στε ὑπάγειν αὐτοὺς διὰ σοφίαν εἰς α βούλονται ψευδῆ δόγματα. διὸ καὶ ἑρμηνεύων αὐτῶν τὴν παγίδα ει πεν αὐτὴν ταραχώδη λόγον· οὐδὲν γὰρ ου τω συγχεῖ καὶ 184 συνταράττει διάνοιαν ὡς ἐριστικὸς λόγος. Θηρεύοντες διὰ παγίδος εἰσὶ καὶ αἱ πονηραὶ δυνάμεις, ἀγρεύουσαι τὰς ψυχὰς δι' ἐπιθυμιῶν βλαβερῶν καὶ τῶν α λλων παθῶν· ̓Οφθαλμὸς γάρ φησι πόρνης παγὶς ἁμαρτωλοῦ, καὶ ε τι Γυνὴ γὰρ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. καὶ διὰ πλούτου δὲ καὶ τῶν παραπλησίων ἀγρεύουσιν ου τοι. ἡγεμὼν δὲ τούτων τῶν θηρευόντων ὁ διάβολος, ε χων καὶ αὐτὸς παγίδα. ει ρηται γοῦν περί τινος Ινα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. 902 Ps 90,4ab Τούτοις συνῳδὰ ἐν τῇ τοῦ ∆ευτερονομίου ᾠδῇ περὶ θεοῦ ᾳ δεται· ̔Ως ἀετὸς σκεπάσει νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. α παντες οἱ δι' ὑπομονῆς καὶ τῆς α λλης ἰσχύος ἐξ ἀρετῆς ἐγγινομένης ἀετοῦ δίκην ὑψιπετεῖς εἰσιν, ὑπὸ πτερῶν τῆς νοήσεως καὶ τῆς πρακτικῆς ἀρετῆς μετεωριζόμενοι. ἐκ θεοῦ τὸ ει ναι τοιοῦτοι ἐσχήκασι· διὸ καὶ νεοσσοὶ αὐτοῦ τυγχάνουσιν, ο θεν ει ρηται ἐν τῷ προφήτῃ Οἱ δὲ ὑπομένοντες τὸν κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι. τοὺς πτεροφυήσαντας κατὰ τὰ αὐτὰ τοῖς ἀετοῖς ὁ θεὸς σκεπάσει οι α νεοσσοὺς ἀετοῦ· ̔Ως ἀετὸς γὰρ σκεπάσει νοσσιὰν αὐτοῦ. ο θεν καὶ τοὺς νεοσσοὺς αὐτοῦ ἐπιποθήσας ἐνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐπὶ τῷ σκεπάζειν αὐτούς. Καὶ ἐν τῇ προκειμένῃ τοίνυν λέξει περὶ τοῦ κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψίστου ει ρηται ὡς α ρα ἀναλαμβάνει αὐτὸν ὁ θεὸς ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐπὶ τῷ ἐλπίζειν καὶ προσδοκᾶν ἀγαθὰ τυγχάνοντα ἐν ταῖς πτέρυξι τοῦ θεοῦ. ει ρηται δὲ τίνες θεοῦ πτέρυγες καὶ πῶς ἐλπίζει τις σκιαζόμενος ἐπ' αὐταῖς ἐν νς· ε νθα γέγραπται Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. 903 Ps 90,4c–6 ̔Ο ὑπερασπιστὴς θεὸς ω σπερ ἀσπίδι καὶ ο πλῳ τῇ ἀληθείᾳ ἑαυτοῦ κυκλοῖ πάντα τὸν ὑπ' αὐτοῦ φρουρούμενον, ο πως α τρωτος διαμένοι ὑπὸ πάντων τῶν βαλεῖν αὐτὸν βουλευομένων καὶ μάλιστα τοῦ πεπυρωμένα ἐκπέμποντος βέλη πονηροῦ. ου τος δὲ ὁ κυκλωθεὶς ὑπὸ τῆς ἀληθείας τοῦ θεοῦ τῷ ἐνδεδύσθαι τὴν πανοπλίαν τοῦ θεοῦ καὶ ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀνειληφέναι, κα ν ἐν νυκτὶ γένηται, οὐ φοβεῖται, φωτιζόμενος ὑπὸ τῆς κυκλούσης αὐτὸν ἀληθείας τυγχανούσης καὶ φωτός. εἰ γάρ ποτε καὶ ἐν ἀγνοίᾳ τις γενόμενος δόξειεν ἐν νυκτερινῇ καταστάσει ει ναι, οὐ φοβηθήσεται, ε χων τὸ τῆς γνώσεως αι τιον φῶς ο ταὐτὸν ει ρηται τῇ ἀληθείᾳ. εἰ δὲ καὶ νὺξ ει η τὰ βλαβερὰ καὶ σκυθρωπὰ πράγματα τοῦ βίου, οὐδ' ἐν ταύτῃ τῇ νυκτὶ γενόμενος φοβεῖται, δυνάμενος εἰπεῖν Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; τιμῶν γὰρ τὸν θεὸν καὶ διὰ τοῦτο ἰσχύων, πλὴν αὐτοῦ οὐδένα φοβεῖται, μαθὼν τὸ Τίμα τὸν θεὸν καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ α λλον. ὡς γὰρ ὁ ἐν νυκτὶ τυγχάνων οὐ φοβεῖται, ο τε φῶς ε χει καί εἰσιν οἱ νυκτοφυλακοῦντες, ου τως ὁ ε χων τὸν εἰπόντα Μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι οὐδὲν φοβηθήσεται τῶν προειρημένων νυκτερινῶν.
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.