Unit 43 rem early
Rem early: Unit 43; lemma and argument toward the thesis.
Greek
̓Εκείνων μόνων φοβουμένων τῶν ἐν νυκτὶ καθευδόντων καὶ μεθυόντων, ἀλλ' οὐδὲ βέλος πετόμενον ἡμέρας δεδίττεται ὁ κυκλωθεὶς ὑπὸ τῆς τοῦ θεοῦ ἀληθείας. βέλος δὲ πετόμενον ἡμέρας ἐπαγγελλόμενος φωτεινὸς ει ναι ἑτερόδοξος λόγος. ̓Αλλ' οὐδ' ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου φοβεῖται, ο πλῳ τῇ ἀληθείᾳ χρώμενος. πρᾶγμα δὲ ἐν σκότει διαπορευόμενον πᾶσα ἁμαρτία καὶ α γνοια καὶ τὰ ἐνεργοῦντα αὐτὰ πονηρὰ πνεύματα τῆς πλάνης. πρὸς τούτοις οὐδὲ σύμπτωμα φοβηθήσεται, πάντα τλητικῶς καὶ γενναίως φέρων, κατὰ τὰ αὐτὰ τῷ ̓Ιὼβ λέγων Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ὡς τῷ κυρίῳ ε δοξεν, ου τως καὶ ἐγένετο. πᾶν γὰρ τὸ ἐπαγόμενον παρὰ κυρίου προσδέχεται ὡς ἀγαθόν, εἰδὼς ο τι Τοῖς ἀγαπῶσι τὸν κύριον πάντα συνεργεῖ εἰς ἀγαθόν, καὶ τὰ ἐπίπονα καὶ θλιβερὰ 185 κατὰ πειρασμὸν ἐπαγόμενα. ἀμέλει γοῦν καὶ νικᾶν καὶ στρέφεσθαι ἐπ' αὐτοῖς συμβαίνει· Μακάριος γὰρ ἀνὴρ ο ς ὑπομένει πειρασμόν, ο τι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς. ̔Ο ου ν ἐν τοσούτοις κατορθώμασιν εὑρεθεὶς οὐδὲ τὸν μετασχηματιζόμενον εἰς α γγελον φωτὸς διάβολον φοβεῖται ο ντα δαιμόνιον μεσημβρινόν. κα ν ἀκμαῖον φῶς ἐπαγγέλληται διὰ φιλοσοφίας καὶ κενῆς ἀπάτης, αὐτὸ τοῦτο ο λον ἐστὶ δαιμόνιον μεσημβρινόν. οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματιζόμενοι εἰς διακόνους δικαιοσύνης δαιμόνια μεσημβρινά εἰσιν. ἀλλ' εἰ καὶ προσποιεῖται τούτων ε καστος μεσημβρινὸς ει ναι, οὐ διαμένουσι τοιοῦτοι οι οι ει ναι προσποιοῦνται, σβεσθησομένου τοῦ φωτὸς τῶν ἀσεβῶν, ο ταν ὁ Χριστὸς ἐλθὼν φωτίσῃ τὰ κρυπτὰ τοῦ σκότους καὶ τὰς βουλὰς τῶν καρδιῶν φανερώσῃ. 904 Ps 90,7–9 ̔Ο ἐν τοῖς πρακτικοῖς καὶ ἐν τοῖς τῆς γνώσεως τῆς ἀληθείας κατορθῶν πολλοὺς τοὺς ἐφεδρεύοντας ἐπιβουλευτικῶς ε χει, ἀλλὰ πάντων αὐτῶν περιγίνεται ἐνδυσάμενος τὴν πανοπλίαν τοῦ θεοῦ. ει τ' ἐπεὶ ὀλιγώτεροι ἐπιβουλεύουσι τοῖς ἠθικοῖς ὡς α ν ἀριστεροῖς ου σιν, πολλοὶ δὲ τοῖς πνευματικοῖς ὑπάρχουσι δεξιοῖς, ἐκ τοῦ κλίτους τοῦ τελείου χιλιὰς πίπτει, μυριάδος πεσουμένης ἐκ τῶν δεξιῶν αὐτοῦ. τὸ κλῖτος δὲ πρὸς ἀντιδιαστολὴν δεξιοῦ λεχθὲν τὴν περὶ ἀριστεροῦ καὶ εὐωνύμου ὑπόληψιν ὑποβάλλει. παραπλήσια τούτοις καὶ ἐν ∆ευτερονομίῳ λέγεται πρὸς τοὺς κατορθοῦντας τὸν νόμον Ει ς ἐξ ὑμῶν διώξεται χιλίους καὶ δύο μετακινήσουσι μυριάδας. καὶ Παῦλος γοῦν ου τω τελειωθεὶς πρὸς τοὺς ἐναντίους πολεμεῖ διὰ τῶν ο πλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, ὡς πίπτειν ἐκ τῶν ἀριστερῶν αὐτοῦ χιλιάδα, μυριάδα δὲ ἐκ δεξιῶν αὐτοῦ. καὶ ἐν ̓Εκκλησιαστῇ ἐπὶ ἐπαίνου τὸ δεξιὸν φέρεται ου τως· Καρδία σοφοῦ ἐκ δεξιῶν αὐτοῦ, καρδία δὲ α φρονος εἰς ἀριστερὰν αὐτοῦ· τοῦ σοφοῦ τὸν νοῦν ε χοντος περὶ τὰ νοητὰ καὶ πνευματικὰ διὰ τὸ τίμια ει ναι δεξιὰ καλεῖται, τοῦ δὲ α φρονος περὶ αἰσθητὰ καὶ ὑλικὰ δευτέρα καὶ ἀριστερά ἐστιν. Πίπτουσα δὲ ἡ χιλιὰς καὶ ἡ μυριὰς οὐκ ἐγγίζει τῷ δικαίῳ ἐπὶ τῷ βλάψαι· γέγραπται δὲ Πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. α μα γὰρ τῷ ἐθέλειν πλησιάσαι τῷ σπουδαίῳ πίπτει ἡ φάλαγξ τῶν ἐναντίων· ̓Εν τῷ ἐγγίζειν γὰρ ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ε πεσον. ἐπιτελούμενα ταῦτα συμβολικῶς ευ ροις ἐν τῷ Εὐαγγελίῳ· ὁπηνίκα γὰρ συνεγγίσαι τῷ ̓Ιησοῦ ἐτόλμησαν οἱ ἐπὶ τῷ συλλαβεῖν αὐτὸν ἐληλυθότες, εἰπόντος αὐτοῦ Τίνα ζητεῖτε, τῶν δὲ ἀποκριναμένων ̓Ιησοῦν τὸν Ναζαρηνόν, ἀποκριναμένου αὐτοῦ τοῦ ̓Ιησοῦ τὸ ̓Εγώ εἰμι, ̓Απῆλθον εἰς τὰ ὀπίσω καὶ ε πεσον χαμαί. Πλὴν τούτων ἐπιτελουμένων (λέγω δὴ τοῦ μὴ ἐγγίζειν τῷ δικαίῳ τὴν πίπτουσαν χιλιάδα καὶ μυριάδα τῶν πολεμίων), τοῖς ὀφθαλμοῖς τῆς διανοίας ἑαυτοῦ κατανοήσει τὰ κατορθωθέντα αὐτῷ ὑπὸ τῆς ἀληθείας φρουρούμενος, ὀψόμενος καὶ τὴν ἀνταπόδοσιν τῶν ἁμαρτωλῶν· τούτων εἰρημένων περὶ αὐτῶν, εὐθέως αὐτὸν τὸν αι τιον τῶν ὑπαρξάντων ἀγαθῶν ὁμολογῶν. διὰ τοῦτό φησιν· Ω δέσποτα, κατωρθώθη μοι ταῦτα πάντα, ἐπείπερ οὐκ α λλος η σὺ ἐλπίς μου καθέστηκας. ει πε γὰρ ἐν τοῖς ἀνωτέρω Καὶ καταφυγή μου ὁ θεὸς καὶ ἐλπιῶ ἐπ' αὐτόν, καὶ περὶ αὐτοῦ Καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ τοῦ θεοῦ ἐλπιεῖς. 905 Ps 90,10 Νοήσεις καὶ ου τως· κοινῶς συνπιπτόντων ἀδίκοις καὶ δικαίοις τῶν περιστατικῶν α καὶ κακὰ διὰ τὸ ἐπίπονον ὠνομάσθη, οὐκ α ρα περὶ τῶν ου τω κακῶν αἱ προκείμεναι λέξεις. καὶ μάστιξ γὰρ σωματικὴ πολλάκις καθήψατο σκηνώματος τουτέστι σώματος δικαίου· ̓Επειράσθησαν γὰρ ἐμαστιγώθησαν, φησὶν ὁ Παῦλος. καὶ αὐτὸς γοῦν ὁ σωτὴρ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.