Unit 43 rem mid
Rem mid: Unit 43; lemma continues; reading with the letter.
Greek
ἐμαστίχθη ἐπὶ τὸν σταυρὸν ἀγόμενος, πληρῶν ο προεῖπε διὰ τοῦ προφήτου περὶ ἑαυτοῦ Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας. διττοῦ τοίνυν τοῦ γένους τῶν κακῶν ο ντος θατέρου γινομένου ἀδιαφόρως σπουδαίοις καὶ φαύλοις, τὸ ε τερον οὐ προσεγγίζει τῷ θεμένῳ τὸν υ ψιστον καταφυγὴν ἑαυτοῦ. προσκολλώμενος γὰρ αὐτῷ 186 ἐν μετοχῇ τῶν ἀγαθῶν γινόμενος λέγει ̓Εμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι. τοῦτο γὰρ τὸ ἀγαθὸν ε χων α ψαυστός ἐστι τῶν ἐναντίων κακῶν, νικῶν ἐν τῷ ἀγαθῷ τὸ κακὸν καὶ διὰ τοῦτο τὸ ἀγαθὸν ποιῶν. ̔Ο πληρωθεὶς ου ν ἀγαθότητος τῷ ποιεῖν καὶ ἐργάζεσθαι τὸ ἀγαθὸν ἀμέτοχός ἐστι τῶν κυρίως κακῶν. ἀλλ' ἐπεὶ μὴ συνεγγίζει τῷ θεμένῳ τὸν υ ψιστον καταφυγὴν ἑαυτοῦ τὰ προειρημένα κακά, οὐδὲ κόλασις ἡ ἐπὶ τούτοις μάστιξ προσαγορευομένη ἐγγίζει τῷ σκηνώματι αὐτοῦ, ἐπεὶ μὴ ἁμαρτωλός ἐστι· μόνου γὰρ τούτου τὸ ἐπὶ τούτοις μαστίζεσθαι· Πολλαὶ γὰρ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· καὶ ἐν α λλοις ει ρηται ἡμῖν ο τι αἱ αὐταὶ περιστάσεις τοῖς μὲν ἁμαρτωλοῖς μάστιγες, τοῖς δὲ δικαίοις ἀγῶνές εἰσι. κα ν ποτ' ου ν τῶν ἐπιπόνων καὶ κακωτικῶν προσέλθοι τῷ εὐσεβεῖ, οὐχ ὡς μάστιξ ἀλλ' ὡς δοκίμιον παραγίνεται, ω σπερ τῷ ̓Ιὼβ ἐπὶ τῷ δίκαιον ἀναφανῆναι ἐπελήλυθεν. Ευ δὲ καὶ τὸ φάναι Οὐ προσελεύσεται πρὸς σὲ κακά. ἡ γὰρ τῆς κακίας φύσις ε ξωθεν ἐπέρχεται, τῆς ἀρετῆς οι κοθεν τὴν πρόφασιν ἐχούσης· εὐθῆ γὰρ ὁ θεὸς τὸν α νθρωπον πεποίηκεν, ο ς ζητήσας λογισμοὺς πονηροὺς ε ξωθεν ἐπεσπάσατο τὴν κακίαν. 906 Ps 90,11.12 Ταῦτας τὰς λέξεις ὡς πρὸς τὸν σωτῆρα εἰρημένας ἐξείληφεν ὁ διάβολος, ὡς ἐν Εὐαγγελίῳ φέρεται· ε στι δὲ ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου λεγόμενος βοηθουμένου καὶ σκεπαζομένου ὑπὸ τοῦ ὑψίστου ο ντος θεοῦ τοῦ οὐρανοῦ. εἰ δὲ καὶ περὶ Χριστοῦ λέγεται, φανερὸν ο τι οὐχ ῃ θεὸς ἀλλ' ῃ α νθρωπός ἐστι· πάντα δὲ τὰ περὶ αὐτοῦ ῃ πρὸς αὐτὸν ῃ α νθρωπος ἀπαγγέλλεται, ἁρμόσει καὶ πρὸς πάντα α γιον τὸν μιμητὴν αὐτοῦ καὶ ἑπόμενον αὐτῷ. καὶ ταῦτα μέχρι τούτου. Ιδωμεν δὲ καὶ αὐτῶν τῶν λέξεων τὸ βούλημα. ἐντολὴν δίδωσιν ὁ θεὸς τοῖς ἀγγέλοις ἑαυτοῦ, ο πως φρουρῶσι καὶ σκέπωσι τὸν δίκαιον, πνεύμασι λειτουργικοῖς ου σιν εἰς διακονίαν ἀποστελλομένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. ἀμέλει παρεμβάλλουσιν οἱ α γγελοι κύκλῳ τῶν φοβουμένων αὐτὸν ἐπὶ τῷ ῥύεσθαι αὐτοὺς ἐξ ἐχθρῶν καὶ πολεμίων ἀοράτων. ἀμέλει γοῦν καὶ ̓Ιακὼβ ὁ πατριάρχης, μέλλων προσβάλλειν πολεμίοις μεγίστοις, ὁρᾷ παρεμβολὴν θεοῦ συμπληρουμένην ὑπὸ ἀγγέλων ὑπερμαχησόντων αὐτοῦ, ο θεν εὐχαριστῶν ει πεν ̔Ο θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, ὁ α γγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. ὡσαύτως καὶ ὁ ̓Ελισσαῖος πλῆθος ἀγγέλων ει χε περικυκλούντων αὐτόν, αὐτῷ μὲν ὁρωμένων, οὐ μὴν καὶ τῷ παιδὶ αὐτοῦ· ευ χεται γοῦν ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου ἐπὶ τῷ ἰδεῖν ο τι πλείους ει χεν ὑπερμαχοῦντας τῶν ἀντιπαλαιόντων αὐτοῖς. ̓Εντολὴν δὲ λαβόντες οἱ α γγελοι ὑπὸ κυρίου διαφυλάξαι τὸν σπουδαῖον ἐκ πασῶν πράξεων καὶ ἐνεργειῶν α ς ὁδοὺς αὐτοῦ ει πεν αι ρουσι μετεωρίζοντες αὐτὸν ἐπὶ τῶν ἰδίων χειρῶν (αυ ται δέ εἰσιν αἱ ἀγγελικαὶ ἐνέργειαι) ἐπὶ τῷ τὸν πόδα τῆς ψυχῆς αὐτοῦ μὴ προσπταῖσαι λίθῳ. τυγχάνει γὰρ ὁ ὑπ' ἀγγέλων βασταζόμενος εὐλογίας τῆς λεγούσης ̔Ο δὲ ποῦς σου οὐ μὴ προσκόψει. ἀνατείλαντος γὰρ τοῦ φωτὸς τοῦ ἀληθινοῦ καὶ νοητὴν ἡμέραν καταυγάσαντος, ὁ ἐν ταύτῃ τῇ ἡμέρᾳ περιπατῶν οὐ προσκόψει, ο τι τὸ φῶς βλέπει. ε στι δὲ ὁ λίθος εἰς ο ν προσκόπτουσιν οἱ μὴ μετεωριζόμενοι ὑπὸ ἀγγέλων ἠλίθιος καὶ σκληρωτάτη ἁμαρτία. προσκόπτουσι δὲ καὶ ἐπὶ τὸν ἀκρογωναῖον λίθον ἐκλεκτὸν ε ντιμον δι' ἀπιστίας ὡς λίθον προσκόμματος αὐτοῖς γενέσθαι. 907 Ps 90,13 Τέσσαρα ει δη ἀντικειμένων δυνάμεων σημαίνει διὰ τῶν ἐγκειμένων τεσσάρων ὀνομάτων τυγχανόντων ἰοβόλων καὶ ἐκτεθηριωμένων ζῴων. καὶ Παῦλος δὲ ὑπερβὰς τὴν πρὸς αι μα καὶ σάρκα πάλην πρὸς τεσσάρας διαφορὰς ἀντιπάλων ἀοράτων, πρὸς ἀρχὰς πρὸς ἐξουσίας πρὸς κοσμοκράτορας σκότους πρὸς πνευματικὰ τῆς πονηρίας ε χει τοὺς ἀγῶνας. Καὶ ὁ νῦν ου ν ἐπὶ ἀριστείας ἐγκωμιαζόμενος ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνει, λαβὼν ἐξουσίαν ὑπὸ ̓Ιησοῦ πατεῖν ἐπάνω ο φεων καὶ σκορπίων· καταπατῶν δὲ καὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ καταπατήσει λέοντα καὶ δράκοντα. δύναται καὶ ἐκ παραλλήλου 187 λέων καὶ δράκων ει ναι ὁ ἀντίδικος ἡμῶν διάβολος· ̔Ως γὰρ λέων περιπατεῖ ζητῶν τίνα καταπίει· αὐτὸς ω ν καὶ ὁ ο φις καὶ ὁ δράκων, ὁ ἀρχαῖος σατανᾶς, κατὰ τὴν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.