Fragmenta in Psalmos · §u45-open

Fragmenta in Psalmos Unit 45 opening

Unit 45.

Lemma-led open — , ̔Ο τῶν ἐκδικήσεων θεὸς ὑπάρχων ἐν αὐτῷ τῷ ἐκδικεῖν ἐπαρρησιάσατο. τῷ γὰρ ἀκριβῶς ἐπίστασ

Greek

190 917 Ps 93,1bc ̔Ο τῶν ἐκδικήσεων θεὸς ὑπάρχων ἐν αὐτῷ τῷ ἐκδικεῖν ἐπαρρησιάσατο. τῷ γὰρ ἀκριβῶς ἐπίστασθαι τῶν κρινομένων τὰ πράγματα καὶ αὐτὴν τὴν πρόθεσιν τῶν ἐνεργούντων αὐτὰ μετὰ παρρησίας ἐπάγει τὰς ἐκδικήσεις, τῶν α λλων κριτῶν ε σθ' ο τε σφαλλομένων ὡς μὴ κατ' ἀναλογίαν τῆς ποσότητος καὶ ποιότητος τῶν ἁμαρτανομένων ἐπάγειν τὴν τιμωρίαν· ἐφ' ῳ καὶ αἰσχύνεσθαι συμβαίνει τὸν κρίνοντα ὡς μὴ δεόντως ἐπιτιμήσαντα τοῖς ἑαλωκόσι τῷ κακίᾳ, μόνου παρρησιαζομένου ἐν τῷ ἐκδικεῖν τοῦ λέγοντος Ωι μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν· ἀποδιδοὺς γὰρ ἑκάστῳ κατὰ τὰ ε ργα αὐτοῦ. 918 Ps 93,2 ̓Αναχθείη ταῦτα πάντα καὶ εἰς τὴν Χριστοῦ ἐπιδημίαν. τότε γὰρ ἐπαρρησιάσατο ἀναμάρτητος α νθρωπος γεγονὼς καίτοι θεὸς ἐκδικήσεων κύριος ω ν, ἀλλὰ καὶ τὴν γῆν ε κρινεν ἁμαρτίας πλήρης αὐτὴν ἀποδείξας, αὐτὸς ἁμαρτίαν οὐ ποιήσας οὐδὲ γνοὺς ἁμαρτίαν· διὸ καὶ ἀνταπέδωκε τοῖς ὑπερφανήσασιν αὐτὸν Φαρισαίοις καὶ τοῖς ἀοράτοις ἐχθροῖς ἐπαρθεῖσιν ἐν τῷ σταυρῶσαι αὐτόν. 919 Ps 93,13b Πολλαχοῦ ὁ βόθρος ἀντὶ τῆς κολάσεως λέγεται, καθὰ ει ρηται Καὶ ἐμπεσεῖται εἰς βόθρον ο ν εἰργάσατο. ἀπαρεμφάτως δὲ εἰρημένου τοῦ Εως ου ὀρυγῇ (οὐ γὰρ ει ρηται ὑπὸ τίνος), παρίσταται ἐξ ἑτέρων γραφῶν ο τι ὁ ὀρυσσόμενος τῷ ἁμαρτωλῷ βόθρος οὐχ ὑπὸ α λλου ὀρύσσεται η ὑπ' αὐτοῦ τοῦ εἰς αὐτὸν ἐμπεσουμένου· Ωρυξαν γὰρ πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσον εἰς αὐτόν· καὶ τὸ ̔Ο ὀρύσσων τῷ πλησίον βόθρον ἐμπεσεῖται εἰς αὐτόν· καὶ Οτι ὁ δὲ α φρων ὀρύσσει ἑαυτῷ κακά, κακὰ λέγων τὰς κολάσεις εἰς α ς ἐμπίπτουσιν οἱ δι' ἀφροσύνην ἁμαρτάνοντες. 920 Ps 93,20 Σὺ δημιουργὸς ἡμῶν ὑπάρχων κήδῃ καὶ φροντίζεις ἡμῶν, ω δέσποτα· ο θεν ει τι πάρεστιν ἡμῖν ἀγαθόν, ι σμεν αὐτὸ σὸν καὶ παρὰ σοῦ ει ναι. ἀλλ' ἐπεὶ ὁρῶμεν φαύλους τινὰς κατὰ τῶν δικαίων φονῶντας καὶ ἀθῴους καταδικάζοντας, ἀναφθεγγόμεθα πρὸς σὲ μὴ ε τερος θρόνος βασιλείας σύνεστί σοι η προσέσται σοι, ο τι ταῦτα κατὰ τῶν σῶν θεραπόντων ἐπιτελεῖται, ἀλλ' οὐ πρόσεστί σοι ἀνομίας θρόνος· νόμον γὰρ τῶν πάντων βασιλέα ἀνέδειξας καθ' ο ν τὸ πᾶν διοικεῖται. κα ν τοίνυν παρανόμως α ρχειν ἐπιχειροίη διάβολος ἀποστάτης τῶν προσταγμάτων τῶν σῶν γεγενημένος, οὐ σύνεστιν οὐδὲ προσέσται σοι, ἀλλ' ἀποστὰς καὶ μακράν σου γεγενημένος λῃστάρχου δίκην τυραννεῖ κατὰ τῶν ἑλομένων ὑπὸ τὴν ὠμότητα αὐτοῦ τυγχάνειν. θρόνος γὰρ ἀνομίας ἡ μετὰ τυραννίδος ἀρχή· οὐδὲν γὰρ ε τερόν ἐστι τύραννος η παράνομος ἀρχή. διὸ καὶ ὠμότατος καὶ ἐπαχθὴς ω ν βαρέα καὶ ἐπίμοχθα προστάττει, φυλάττων τοῖς προστάγμασιν αὐτοῦ κόπον. ἀλλ' αἱ ἐντολαὶ σοῦ τοῦ θεοῦ βαρεῖαι οὐκ εἰσὶ κατὰ τὸν ̓Ιωάννην, ο θεν καὶ ἀνωφερεῖς εἰσιν ὑψοῦσαι καὶ μετεωρίζουσαι τὸν μεταποιούμενον. 921 Ps 93,20.21 ∆υνατὸν δὲ καὶ ου τως ἐκλαβεῖν τὴν λέξιν· Σοῦ, δέσποτα, κοῦφα καὶ ἐλαφρὰ προστάττοντος, κόπους ἐπὶ τοῖς σοῖς προστάγμασι πλάττει ὁ τῆς ἀνομίας θρόνος, δειλίαν καὶ τοῖς ταχθεῖσι τἀναντία ὑποβάλλων τῇ διανοίᾳ. τοῦ γὰρ ὀρθοῦ λόγου προτρεπομένου ἐπὶ δικαιοσύνην ὡς ὠφέλιμον, τὴν ἀδικίαν ἀντιτίθησιν κέρδη καὶ πορισμοὺς τὰ ἐκ ταύτης προτείνων· πάλιν τοῦ λόγου ἐπ' ἀκτημοσύνην παρακαλοῦντος καὶ ἀμεριμνίαν, καὶ ἐπὶ τῷ τοιούτῳ προστάγματι πλάττει κόπον, δειλίας ἐνιεὶς λογισμὸν καὶ φόβου τοῦ μὴ ὑστερηθῆναι τῶν ἀναγκαίων νόσον καὶ γήρως καταλαβόντων. ὡσαύτως καὶ ἐπὶ τῶν α λλων προσταγμάτων τοῦ θεοῦ οὐκ ο ντων βαρέων πλάττει κόπον βάρους φαντασίαν ὑποβάλλων. ̓Αναγνωστέον δὲ καὶ ου τως· Ω δέσποτα, ὁ πλάσσων ἐπὶ τοῖς σοῖς προστάγμασι κόπον ὡς μὴ διὰ τὸ ευ κολον καταφρονῶνται· θέλεις γὰρ τοὺς προσερχομένους αὐτοῖς κατορθοῦν αὐτὰ σὺν ἱδρῶτι καὶ πόνῳ. ου τω γὰρ καρτερίαν καὶ ὑπομονὴν κτήσασθαι συμβαίνει· διὸ καὶ σωτηρία ε ψεται· ̔Ο γὰρ ὑπομείνας εἰς τέλος, ου τος σωθήσεται. Οὐ συμπροσέσται σοι τυραννικὸς θρόνος· διὸ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.