Fragmenta in Psalmos · §u45-rem-early

Unit 45 rem early

Rem early: Unit 45; lemma and argument toward the thesis.

Greek

κώλυσον αὐτοὺς τῆς ὠμοτάτης καθ' ἡμῶν ὁρμῆς, καθ' η ν δολερῶς θηρεύουσιν ἐπὶ 191 ψυχὴν δικαίου, ἐπιμορφαζόμενοι δὲ καὶ τὸ κριταὶ καὶ δικασταὶ τυγχάνειν καταδικάζουσιν ἀθῷον αι μα. Θρόνον δὲ ἀδικίας τὴν τυραννικὴν ἀρχὴν τοῦ διαβόλου ε φη. εἰς τοσοῦτον γὰρ η λασε πονηρίας ὁ διάβολος ὡς ἰσοδυναμεῖν τῇ μοχθηρᾷ ε ξει. ἀνομίαν γὰρ ἀντὶ ἀνόμου καὶ ἀπώλειαν ἀντὶ ἀπολωλότος καλεῖ αὐτὸν ἡ γραφή· ο που μὲν λέγουσα πρὸς αὐτὸν ̓Απώλεια ἐγένου (ταύτῃ καὶ ὁ ̓Ιούδας Υἱὸς ἀπωλείας ἐχρημάτισεν υἱὸς Σατανᾶ γεγονώς), ο που δὲ ἀνομίαν ὀνομάζουσα αὐτόν· τοὺς γὰρ τέκνα αὐτοῦ γεγενημένους υἱοὺς ἀνομίας λέγει, ῃ φησι περὶ Χριστοῦ Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. τούτου ὑπασπισταὶ τυγχάνουσιν οἱ πονηρευόμενοι περὶ ω ν φησι Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους η τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; δαίμονες δὲ ου τοι καὶ α νθρωποι πονηροί, διὰ πανουργίας τὰ προειρημένα κατὰ τοῦ ἀθῴου καὶ δικαίου δρῶντες. 922 Ps 94,1b–2 ̓Επὶ ἐξομολόγησιν παρακαλοῦσιν η τοι ἐφ' οι ς ε δρασαν κακῶς η ἐφ' οι ς ευ πεπόνθασι θεόθεν εὐχαριστοῦντες τῷ ἐπιφανέντι καὶ ἐπιλάμψαντι αὐτοῖς τὴν χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ τυγχάνοντα αὐτοῦ πρόσωπον· Αὐτὸς γάρ ἐστιν ἡ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. δυνατὸν τὸν τρίτον στίχον τῷ πρώτῳ ἀποδοῦναι καὶ τὸν τέταρτον τῷ δευτέρῳ ου τω νοοῦντα ἐπὶ τῷ η κειν ἀγαλλιᾶσθαι τῷ κυρίῳ· Προεφθάσαμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἀλλὰ καὶ ἀλαλάττομεν τῷ σωτῆρι θεῷ ἡμῶν ἐν ψαλμοῖς. ψαλμοὶ δὲ καθ' ου ς ἀλαλάζουσι τῷ κυρίῳ πράξεις καθ' α ς ἐνεργοῦσιν εὐαρεστοῦντες αὐτῷ τοιαῦτα γάρ τινα ὑποβάλλει ἡ ψαλμὸς φωνή. 923 Ps 94,3b Θεοὺς λέγει ου ς ἀγγέλους ἡ γραφὴ καλεῖ. βασιλεύει δὲ κἀκείνων γενομένων θεῶν πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ γεγένηται. 924 Ps 94,4 Πάσης τῆς γῆς περιδραττόμενος ὁ λόγος κατὰ τὸν τῆς προνοίας λόγον ἐν τῇ χειρὶ ἑαυτοῦ ε χει τὰ λεγόμενα τῆς γῆς πέρατα· ἡ κατάσχεσις γὰρ αὐτοῦ τὰ πέρατα τῆς γῆς ἐστι, κρατοῦντος δὲ αὐτοῦ τῶν τῆς γῆς περάτων. ἐπεὶ μέρη τῆς γῆς καὶ τὰ ο ρη αὐτοῦ τοῦ κυρίου (καὶ ταῦτά ἐστιν ὑψηλὰ ἐν τούτοις) τυγχάνει, σημειωτέον ο τι διὰ πάσης τῆς γραφῆς ἀναιρεῖται τὸ δόγμα τῶν περιγραφόντων μέχρι τῶν τῆς σελήνης ο ρων τὴν πρόνοιαν. οὐκ ἐνταῦθα γὰρ μόνον κρατεῖν τῶν περάτων τῆς γῆς λέγεται ἀλλὰ καὶ πολλαχοῦ, ἀμέλει γοῦν ὡς οὐρανοῦ ου τω καὶ γῆς κύριός ἐστιν· ̓Εξομολογοῦμαί σοι γάρ, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρὸς διάνοιαν δὲ ἐν τῇ χειρὶ γίνονται τοῦ θεοῦ τῇ σκεπαστικῇ καὶ παντοδυνάμῳ μόνοι οἱ περαιτέρω τῆς γῆς φρονήσει καὶ πολιτείᾳ γινόμενοι· ο θεν οὐδεὶς αὐτοὺς ἁρπάσαι δύναται ο ντας ἐν τῇ χειρὶ τοῦ πατρὸς καὶ ἐν τῇ χειρὶ τοῦ υἱοῦ. ταῦτα τὰ πέρατα κατ' ἐπίνοιαν α λλην Χριστοῦ ει εν πρόβατα, περὶ ω ν ὁ κύριός φησι Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον· καὶ οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρός μου, καὶ ἑξῆς· οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός μου. ̓Επεὶ ου ν τὰ ἑρμηνευθέντα τῆς γῆς πέρατά εἰσιν ἐν χειρὶ θεοῦ, εἰκότως καὶ τὰ ὑψηλὰ τῶν ὀρέων αὐτοῦ τυγχάνει, ὀρῶν ο ντων τῶν διῃρημένων βίῳ καὶ φρονήματι θεοσεβῶν ἀνδρῶν. κατ' ἐξαίρετον δὲ αὐτοῦ εἰσιν ὑπερέχοντες ου ς ὑψηλὰ τῶν ὀρέων προσηγόρευσεν· η τάχα πέρατα μὲν γῆς, οἱ ἐπὶ γῆς περιπατοῦντες α νθρωποι, ἐν οὐρανῷ δ' ε χοντες τὸ πολίτευμα καὶ τὴν καρδίαν διὰ τὸ ἐκεῖ τεθησαυρικέναι, τῶν ἀγγέλων ὑψηλῶν ὀρῶν χρηματιζόντων. 925 Ps 94,5b Σημειωτέον ο τι οὐχ ὑπὸ χειρὸς ἀλλ' ὑπὸ χειρῶν πεπλᾶσθαι ἡ ξηρὰ λέγεται, ω σπερ τὸ Εργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, καὶ τὸ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ε πλασάν με. τίνες δὲ αυ ται αἱ δημιουργικαὶ χεῖρες ἀπορητέον· μία μὲν γὰρ ὁμολογουμένως δραστήριος τοῦ θεοῦ χεὶρ ὁ θεὸς λόγος ἐστίν, ἀλλὰ ταύτῃ τῇ χειρὶ καὶ ἑτέρα τις συντέτακται διὰ πλειόνων γραφῶν καὶ αυ τη δημιουργικὴ ὑπάρχουσα. 192 ε δοξε δὲ ἀνδράσι θείοις καὶ τῶν ἀποστόλων φοιτηταῖς γεγενημένοις εἰπεῖν, ὡς α ρα αἱ δημιουργικαὶ τοῦ θεοῦ χεῖρες ὁ μονογενὴς ει η καὶ τὸ α γιον πνεῦμα. ταύτης δὲ τῆς γνώμης ὁ Εἰρηναῖος μάλιστα η ν, ἐξ ου δηλονότι παλαιὰ δόξα ἐστὶν ἡ τιθεμένη μὴ ποιούμενον ἀλλὰ ποιητικὸν καὶ τὸ α γιον πνεῦμα. 926 Ps 94,6–7c Οὐκ ἐκ τόπου εἰς ε τερον τόπον ἰόντες ἐπὶ τῷ θεὸν προσκυνῆσαι παρακαλοῦσιν ἀλλήλους. οὐκέτι γὰρ τοπικὴ προσκύνησίς ἐστιν, ω σπερ ἐτύγχανεν ου σα ο τε συνέστηκε τὰ ̔Ιεροσόλυμα καὶ ὁ ἐκεῖσε ναός. Προσκυνοῦσι γὰρ τῷ κυρίῳ, κατὰ τὸν προφήτην,

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.