Unit 46 rem close
Rem CLOSEOUT: Unit 46 CLOSEOUT.
Greek
ἀληθείας οἱ ψευδοδοξοῦντες καὶ ψευδόμενοι· καὶ ἡ φιλία δὲ τοῦ κόσμου ἐχθροποιεῖν ει ρηται θεῷ. ἐὰν ου ν βουληθῇ φίλος ει ναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται, τῶν τὴν ε νυλον καὶ κοσμικωτέραν διαγωγὴν ἀσπαζομένων ἐχθρῶν τοῦ θεοῦ ἀποδεικνυμένων. τούτους ου ν τοὺς ἐχθροὺς φλογίζει τὸ πῦρ τὸ ε μπροσθεν τοῦ κυρίου προπορευόμενον, οὐκ ἀναλίσκον καὶ φθεῖρον αὐτῶν τὴν οὐσίαν (ἀθάνατος γὰρ ἡ τῆς ψυχῆς αὐτῶν ὑπόστασις) ἀλλ' ἀφανίζον τὰ περὶ αὐτοὺς παραφυέντα τῆς σαρκὸς ε ργα καὶ ὑλικὰ φρονήματα· ο θεν ὁ σωτὴρ ευ χεται ἀναφθῆναι τὸ πῦρ ο βαλεῖν η λθεν ἐπὶ τῆς γῆς, ο πως ἀναλωθῇ τὰ γήινα πάντα. οὐχ ἡγητέον δὲ τοῦτο τὸ πῦρ ὁμογενὲς ει ναι τῷ τὰς καυστὰς ἀναλίσκοντι υ λας ἀλλ' ἑτεροούσιον αὐτοῦ πολλῷ διαφέρον τῆς παρ' ἡμῖν φλογός. 940 Ps 96,4 Οἱ φωτεινοὶ λόγοι τῆς θείας διδασκαλίας αὐτοῦ ἀστραπῶν τρόπῳ ε φαναν πάσῃ τῇ οἰκουμένῃ, καταυγάζοντες καὶ φωτίζοντες αὐτὴν ἐπὶ τῷ ε χειν φῶς γνώσεως, ἀλλ' ἡ γῆ ταύτας τὰς ἀστραπὰς ἰδοῦσα κλονηθεῖσα μετέβαλεν, ἀποβαλοῦσα τὴν γεώδη ποιότητα ἐπὶ τῷ ἀναλαβεῖν τὴν εἰκόνα τοῦ ἐπουρανίου. Καὶ ἑτέρως δέ· ἐσαλεύθη ἡ γῆ ἰδοῦσα τοὺς ἀστραπαῖς ἐοικότας τοῦ θεοῦ νόμους ὡς μετατεθῆναι τοὺς ἀνθρωπίνους νόμους καὶ 198 τὰ κατάλληλα τούτοις ε θη. πάντες ου ν οἱ α νθρωποι τὰ σφέτερα πάτρια καταλιπόντες τῇ εὐαγγελικῇ παιδεύσει προσεληλύθασιν, ἀλλ' ἡ οἰκουμένη μὲν ἰδοῦσα τὰς ἀστραπὰς αὐτοῦ τοῦ κυρίου ἐλλάμπεται, ἡ δὲ γῆ σαλεύεται διὰ τοῦ κλόνου ἀρχὴν λαμβάνουσα πρὸς τὸ καὶ αὐτὴν οἰκουμένην χρηματίσαι, ι να φανῶσιν αὐτῇ τοιαύτῃ γεγενημένῃ αἱ θεῖαι τοῦ κυρίου ἀστραπαί. Τὰ δ' α λλα ὁμοίως. 941 Ps 96,6 Οἱ προαναφωνήσαντες τὴν ἐνταῦθα ἐπιδημίαν τοῦ σωτῆρος ο ντος δικαιοσύνης θεοῦ οὐρανοί εἰσι τῷ φέρειν τὴν εἰκόνα τοῦ ἐπουρανίου καὶ ε χειν τὸ πολίτευμα ἐν οὐρανῷ, ἀναγγείλαντες τὴν τοῦ θεοῦ δικαιοσύνην οὐρανόθεν ἐλευσομένην. Τούτων ου τως εἰς πέρας ἠγμένων, ἠκολούθησε τὸ πάντας τοὺς λαοὺς θεάσασθαι τὴν τοῦ κυρίου δόξαν οὐκ α λλην τῆς δικαιοσύνης αὐτοῦ τυγχάνουσαν. ἀλλ' ἐπεὶ καὶ ἡ πρακτικὴ ἀρετὴ πολλαχοῦ δικαιοσύνη καλεῖται, ταύτην ἀναγγέλλειν πρακτικῶς μόνοι ι σασιν οἱ οὐρανοὶ ο ντες α νδρες δίκαιοι· ̓Επιδεικνυμένην γὰρ πίστιν ἀναγγέλλει δίκαιος, τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζομένης. καὶ πάντες δὲ οἱ λαοὶ μιμηταὶ αὐτῶν γενόμενοι ὁρῶσι τὴν ἑπομένην ταύτῃ τῇ δικαιοσύνῃ θεοῦ δόξαν. 942 Ps 96,8 Καὶ α λλως δὲ Σιὼν νοηθήσεται πᾶσα σκοπευτικὴ καὶ θεωρητικὴ τῆς ἀληθείας ε ξις, θυγατέρες δὲ τῆς ̓Ιουδαίας τὰς ἐξομολογουμένας ψυχὰς ἐπ' εὐχαριστίᾳ αἰνούσας θεὸν ἐφ' οι ς ει δον θαυμασίοις· ̓Ιουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. δυνατὸν δὲ καὶ πάσας τὰς συγκατατιθεμένας τῇ θείᾳ γραφῇ ̓Ιουδαίᾳ καλουμένῃ θυγατέρας αὐτῆς φάναι. Ετι εἰς τὸ Ηκουσε καὶ εὐφράνθη Σιὼν τοιαῦτα ῥητέον· ὁ μετὰ συνέσεως θείων λόγων ἀκούων πάντως εὐφραίνεται, ὁρῶν τὰ κάλλη τῶν ὑπὸ τῆς διδασκαλίας θεωρημάτων δηλουμένων. εὐφρανθείσης ου ν τῆς Σιὼν ἐπὶ τῷ ου τως ἀκηκοέναι, αἱ ταύτης ὑποδεέστεραι ̓Ιουδαίας θυγατέρες προσαγορευόμεναι ε νεκεν τῶν τοῦ θεοῦ κριμάτων καθὰ κρινεῖ ἀγαλλίασιν θείαν ε σχον, τῆς διανοίας αὐτῶν εὐλόγως ἐπαιρομένης παρουσίᾳ τοῦ ἁγίου πνεύματος. 943 Ps 96,10bξ Ει ποτε ἐπεβούλευσέ τις τῶν ὁσίων τινὶ μέχρι τῆς σώματος κακώσεως η θανάτου τὰ τῆς ἐπιθέσεως ι σχυσεν, τῆς ψυχῆς ἀζημιώτου καὶ ἀμειώτου διαμεινάσης, τίς ου ν οὐχ ὁμολογήσειε τοὺς τῆς ἀληθείας μάρτυρας περιφρουρεῖσθαι κατὰ τὰς ψυχὰς ὑπὸ τοῦ ὁμολογουμένου παρ' αὐτῶν κυρίου; εἰ δέ ποτε καὶ συμβαίη ἐξ ἀπροσεξίας η ὀλίγης παραβλέψεως ψυχὴν ὁσίου ὑπὸ χεῖρα τοῦ ἁμαρτωλοῦ γενέσθαι διαβόλου η τινος τῶν ἐκείνου, καὶ ταύτην ὁ κύριος ῥύσεται ὡς ἐλευθερωθεῖσαν ὑπὸ ἁμαρτιῶν, αι χεῖρες ει ρηνται τοῦ ἁμαρτωλοῦ, ὑπὸ τὴν χεῖρα τοῦ θεοῦ γενέσθαι. καὶ περὶ τῶν μαθητῶν αὐτοῦ ὁσίων γεγενημένων φησὶ πρὸς τὸν πατέρα Πάτερ α γιε, τήρησον αὐτούς· ταὐτὸν δὲ τὸ τηρῆσαι τῷ φυλάξαι. 944 Ps 96,11.12a Τῷ τὴν πρακτικὴν ἀρετὴν κατορθώσαντι δικαιοσύνην καλουμένην ἀνέτειλε φῶς τῆς γνώσεως, οὐκ α λλο τυγχάνον τοῦ φωτὸς τοῦ ἀληθινοῦ περὶ ου ὁ πατὴρ ει πε Τοῖς δὲ φοβουμένοις τὸ ο νομά μου ἀνατελεῖ η λιος δικαιοσύνης. ἀναλάμψαντος δὲ τούτου τοῦ φωτὸς τῷ δικαίῳ, εὐθύτης ἐγγέγονε τῆς καρδίας· ο θεν καὶ εὐφροσύνη αὐτῷ εὐθεῖαν ε χοντι τὴν καρδίαν ἀνέτειλεν, εὐθειῶν κατὰ τὴν καρδίαν ο ντων τῶν μετεχόντων τῆς γνώσεως τῆς ἀληθείας, δικαίου δὲ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.