Fragmenta in Psalmos · §u49-open

Fragmenta in Psalmos Unit 49 opening

Unit 49.

Lemma-led open — μοι χρόνου χρεία πρὸς τὸ ἐν τούτοις τελειωθῆναι, ἱκετεύω τὴν ἀγαθότητά σου ἀναγγειλαί μοι

Greek

μοι χρόνου χρεία πρὸς τὸ ἐν τούτοις τελειωθῆναι, ἱκετεύω τὴν ἀγαθότητά σου ἀναγγειλαί μοι τὴν ὀλιγότητα τῶν ἡμερῶν τῶν παρεκτεινουσῶν τῇ μετὰ σαρκός μου ζωῇ, ι ν' ο σα δύναμαι συντόνῳ προσευχῇ ἐμαυτὸν ἐπιδιδοὺς κατορθώσω· ο θεν καὶ τοῦτο ἀξιῶ Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν. ̓Εν ἡμίσει δὲ ἡμερῶν ἀνάγεται ὁ μὴ τελείως μηδὲ ὡς δεῖ ἐνταῦθα καρποφορήσας κατὰ τὴν ἀρετήν. οὐκ ἐν χρονικῷ δὲ διαστήματι τοῦτο μετρεῖται, ἐπεὶ τότε πλήρης ἡμερῶν κατὰ τὸν ̓Αβραὰμ παραλαμβάνομαι, ο ταν τελειωθῶ μετὰ τῆς γνώσεως τῆς ἀληθείας καὶ τῶν ἀρετῶν. τότε γὰρ ἀνάλαβέ με, ο ταν ἐπιλάμψαντός μοι τοῦ ἀληθινοῦ φωτὸς πασῶν ἡμερῶν πλήρης γένωμαι, πράξαντός μου ἐκεῖνα κατ' ἀρετὴν καὶ φρονήσαντος ο σα ἐνδέχεται γενέσθαι παρὰ πάντα τὸν τῆς ζωῆς μου χρόνον. 976 Ps 101,26–29 Καὶ πρὸ βραχέος ἐσημειωσάμεθα ὡς πρὸς Χριστὸν εἰρημένων τῶν προκειμένων λέξεων ὑπὸ Παύλου ἐν τῇ Πρὸς ̔Εβραίους ἐπιστολῇ. ο ου ν λέγει ὁ ψάλλων τοιοῦτόν ἐστι· καὶ σὺ κατ' ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, τουτέστιν α μα τῷ οὐσιωθῆναι αὐτὴν πεποίηκας συμφώνως τῷ ̓Εν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. δύναται τὸ κατ' ἀρχὰς κείμενον ἀναιρεῖν δόξαν τῶν λεγόντων πάντων τὴν γῆν στοιχεῖον ει ναι, ὡς πάντα ἐξ αὐτῆς γεγονέναι οὐδενὸς προτέρου αὐτῆς ο ντος. φαίνεται γὰρ οὐκ ἀρχὴ ἀλλὰ κατά τινας προεπινοουμένας αὐτὰς ἀρχὰς θεμελίους αὐτῆς ὑπάρχειν. ει ρηται καὶ τῷ ̓Ιὼβ ὑπ' αὐτοῦ τοῦ κυρίου ὡς θεμελιώσαντος τὴν γῆν Ποῦ η ς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; θεμελιοῦντος δὲ τοῦ κυρίου δι' ου τὰ πάντα γεγένηται τὴν γῆν, καὶ περὶ τοῦ πατρὸς λέγεται ̔Ο θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. καὶ τὸ 208 εἰρημένον δὲ περὶ θεοῦ Κρεμάζων γῆν ἐπ' οὐδενὸς ἐμφαίνει τὴν ἐν τῷ μεσαιτάτῳ τοῦ παντὸς χώραν αὐτὴν ἐσχηκέναι. ̓Αλλὰ πρὸς τῷ θεμελιῶσαί σε τὴν γῆν καὶ οἱ οὐρανοὶ ε ργα τῶν χειρῶν σού εἰσι, τῶν ἐνεργητικῶν σου δυνάμεων χειρῶν ὀνομαζομένων. ἐπεὶ γὰρ τῶν παρ' ἡμῖν τεχνιτῶν χερσὶν ἐργαζομένων τὰ ε ργα παρίστησι γνησίως αὐτοὺς ταῦτα πεποιηκέναι, τὸ κυρίως ε ργα τοῦ θεοῦ τὰ κτίσματα ει ναι παρίσταται διὰ τὸ χειρῶν αὐτοῦ ε ργα λέγεσθαι. Τῶν δὲ κτισμάτων ἀλλοιουμένων διὰ τὸ παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου, σὺ διαμένεις ὡσαύτως οὐ πεφυκὼς ἀλλοιοῦσθαι η μεταβάλλεσθαι. κτισμάτων γὰρ ι διον τοῦτο τὸ καὶ τὴν οὐσίωσιν αὐτοῖς ἀπὸ τροπῆς η ρχθαι. ̔Εξῆς γοῦν φησι τὸ Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, παλαιουμένων πάντων τῶν ὑπὸ χρείαν. τὰ γὰρ χρονικὴν ἀρχὴν ἐν τῷ γίνεσθαι λαβόντα, πολλοῦ χρόνου παρατρέχοντος, παλαιοῦται. ἀλλ' ο ρα μὴ ἀπατηθῇς περὶ θεοῦ ἀκούων ἐν ∆ανιὴλ τὸ Παλαιὸς ἡμερῶν. ἐνταῦθα γὰρ οὐ τὸ πεπαλαιῶσθαι δηλοῖ ἐκ πλήθους ἡμερῶν ἀλλὰ τὸ ἀρχαῖος καὶ παλαιὸς τῶν ἡμερῶν ει ναι· ὡς ι σον τὸ ἐν Ψαλμοῖς δύναται τὸ φάσκον ̔Ο ὑπάρχων πρὸ τῶν αἰώνων, ου τω καὶ Πρὸ τῶν ἡμερῶν τουτέστι πρὸ παντὸς χρόνου παλαιὸς καὶ ἀρχαῖός ἐστι. τῶν οὐρανῶν δὲ ἡ παλαιότης οὐ τὸ πρὸ χρόνου ἀλλ' ἐν χρόνῳ αὐτοὺς ει ναι δηλοῖ. ου τοι δὲ ὡς ἱμάτιον παλαιούμενοι ἑλιγήσονται καὶ ὡς περιβόλαιον ὑπὸ τοῦ αὐτοὺς πεποιηκότος ἑλιγήσονται ἐπὶ τῷ ἀλλαγῆναι καὶ μεταστοιχειωθῆναι. τὸ δὲ παλαιοῦσθαι καὶ ἑλίσσεσθαι αὐτοὺς σημαίνει παρεληλυθέναι τὴν χρείαν καθ' η ν συνέβαλλον τὸ τῇ παρούσῃ διακοσμήσει. ὡς γὰρ τὸ περιβόλαιον ἑλίσσεται μετὰ τὸ πληρῶσαι τὴν χρείαν, ου τως ἐπεὶ καὶ τῶν οὐρανῶν α μα τῇ γῇ πάλιν ἀναστοιχείωσις ε σται μετὰ τὸ παρελθεῖν αὐτὰ κατὰ τὸν λέγοντα σωτῆρα ̔Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, εἰκότως ει ρηνται ὡσεὶ περιβόλαιον ἑλίσσεσθαι. Τῇ ἑλιγῇ γοῦν αὐτῶν ἐπιφέρεται τὸ Καὶ ἀλλαγήσονται. καὶ ἐν ̔Ησαΐᾳ δὲ ει ρηται ̔Ελιγήσεται ὁ οὐρανὸς ὡς βίβλιον. Τούτων δέ, φησὶν ἐν ταυτότητι, μὴ μενόντων ἐπιλείψει τὰ ε τη ποτέ. σοῦ δέ, ω δέσποτα, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ε χοντος ου τε η ρξατο ου τε

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.