Unit 49 rem early
Rem early: Unit 49; lemma and argument toward the thesis.
Greek
ἐπιλείψει τὰ ε τη· ̓Εν γενεᾷ γὰρ καὶ γενεᾷ τὰ ε τη σου. ἀλλ' ο ρα μὴ χρονικῶς ἐκλαβεῖν τὰ ε τη θελήσεις· α χρονος γὰρ περὶ ου ταῦτα λέγεται. μὴ ἐκλείπειν δὲ αὐτοῦ ει πε τὰ ε τη τῷ ἐπ' α πειρον τὴν υ παρξιν αὐτοῦ μένειν ἀφθάρτου ο ντος καὶ μόνου ἀθανασίαν ε χοντος. Υἱοὺς δὲ δούλων τοῦ θεοῦ οὐ πάντως κατὰ σάρκα δεῖ λαβεῖν ἀλλὰ κατὰ παίδευσιν καὶ μίμησιν πολιτείας. ταύτῃ γὰρ καὶ υἱοὶ τῶν προφητῶν τινες ἐκαλοῦντο τῷ κατὰ προφητικὴν ε ξιν ι σως γεγενῆσθαι παρ' αὐτῶν. καὶ Παῦλος γοῦν Χριστοῦ δοῦλος ω ν υἱοὺς ει χε Σιλουανὸν καὶ Τιμόθεον καὶ τοὺς τούτοις παραπλησίους. Σπέρμα δὲ αὐτῶν τούτων οἱ πρὸς αὐτῶν ὠφελούμενοι ἐτύγχανον. κατασκηνώσουσιν ου ν σὺν Παύλῳ ἐν ταῖς σκηναῖς ταῖς ἐπουρανίαις οἱ προειρημένοι αὐτοῦ παῖδες, α μα αὐτοῖς καὶ τοῦ σπέρματος αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνομένων. 977 Ps 102,1bc Αλλοι δέ φασιν τὸν σύνθετον α νθρωπον πολλάκις ὡς περὶ α λλων ἑαυτοῦ λέγειν ̔Η ψυχή μου Τὸ σῶμά μου. καὶ Παῦλος γοῦν οι δε τὴν χρῆσιν ταύτην, ο που μὲν λέγων ̓Εγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ο που δὲ ὑπωπιάζων Τὸ σῶμά μου. φασὶ δὲ ου τως ἐκλαμβάνοντες ω σπερ λέγομεν δῆμον καὶ α ρχοντας καὶ ἐπιμελητὰς τῆς πόλεως οὐ πάντῃ ἑτέρους ο ντας αὐτῆς (ἐξ αὐτῶν γὰρ συμπληροῦται), ἀλλ' ο τι ε καστον τάγμα α λλο τῆς ο λης πόλεώς ἐστιν (οὐ γὰρ οἱ α ρχοντες μόνοι ἡ πόλις οὐδὲ ἰδίᾳ οἱ βουληταὶ αὐτῆς οὐδ' αυ ὁ δῆμος καθ' ἑαυτόν), τῷ α μα πάντας τὴν πόλιν ει ναι–ου τως, εἰ καὶ μὴ α λλος ὁ σύνθετος α νθρωπος παρὰ τὴν ψυχὴν καὶ τὸ σῶμα (ἐξ αὐτῶν γὰρ τούτων συντέθειται), ἀλλά γε τοῦ ο λου ἡ ψυχὴ λέγεται ὡς α λλη αὐτοῦ. ̓Ασύνθετος ου ν 209 ἐστιν ὁ παρορμῶν τὴν ἑαυτοῦ ψυχὴν ἐπὶ τῷ εὐλογεῖν τὸν κύριον. καὶ οἱ τὴν ψυχὴν δὲ λέγοντες ει ναι τοῦ πνεύματος οὐχ ὡς χοῦν αὐτό φασιν ἀλλ' ὡς ὑπ' αὐτὸ καὶ τὴν αὐτοῦ κηδεμονίαν τυγχάνουσαν. ̓Εντὸς δὲ αὐτοῦ καλεῖ πᾶσαν τὴν λογικὴν τοῦ ἀνθρώπου δύναμιν. ου τω γὰρ ἀκουστέον καὶ τοῦ σωτῆρος λέγοντός τισιν ̔Η βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. καὶ ου τω θεώρησον τὰ ἐντὸς κατὰ διάνοιαν α λλην· ο ταν τὰς δυνάμεις ε χωμεν ἡσυχαζούσας, ω ν δυνάμεθα ἐνεργῆσαι καλῶς ἐντὸς ἡμῶν ει ναι λέγονται. δεῖ ου ν ἀνακινῆσαι ταύτας καὶ τρέψαι πρὸς ἐνεργείας δι' ω ν εὐλογοῦμεν τὸ ο νομα κυρίου. οὐδεὶς γὰρ τῷ δυνάμεις ε χειν ἀλλ' ἐνεργείας ἀγαθὰς εὐλογεῖ τὸ α γιον ο νομα. ἀμέλει καὶ ὁ σωτὴρ τοῖς δύναμιν ἀρετῆς καὶ γνώσεως θείας μεταλαβοῦσιν ε φη ̔Η βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι, μονονουχὶ λέγων· Ης ζητῶ παρ' ὑμῶν πίστεως καὶ ἀρετῆς τὰς ἀφορμὰς ἐν ἑαυτοῖς ε χετε, λογικοὶ καὶ κατ' εἰκόνα θεοῦ γεγενημένοι· ο θεν μὴ ε ξω ἑαυτῶν ζητεῖτε τὸ ἀγαθόν. 978 Ps 102,3b–5 Νόσοι ψυχῆς αἱ ἁμαρτίαι. ι ασαι γάρ φησι τὴν ψυχήν μου ο τι η μαρτόν σοι. Λυτροῦται δὲ ζωὴν ἐκ φθορᾶς, ι να μηκέτι κατὰ φθορὰν καὶ ἐμπαθῆ ζῇς ζωὴν ἀλλ' ἐν ἀφθαρσίᾳ ἀγαπῶν τὸν κύριον ̓Ιησοῦν. καὶ α φθαρτον δὲ ἀνθρώπου παρέχων σοι σῶμα ἐν τῇ ἀναστάσει λυτροῦται ἐκ φθορᾶς τὴν ζωήν σου. Στεφανοῖ δέ σε καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τῆς υ λης τοῦ στεφάνου τούτου ἐλεημοσύνης καὶ οἰκτιρμοῦ τυγχανούσης. ὡς γὰρ α λλοι τὸν τῆς δικαιοσύνης στέφανον καὶ τὸν ἀμαράντινον στέφανον τῆς δόξης δέχονται ἐκ δικαιοσύνης καὶ δόξης ὀρθῆς πεπλεγμένον, ου τω καὶ σὺ ἐξ ἐλέου καὶ οἰκτιρμοῦ ω ν εἰργάσω στεφανοῦσαι κατὰ τὸ Μακάριοι οἱ ἐλεήμονες, ο τι αὐτοὶ ἐλεηθήσονται. η καὶ ου τως ο περ βέλτιον· οὐ τοσοῦτον δι' α ἠνδραγαθήσω ἐν τῷ ἀγωνίζεσθαι, ο σον διὰ τὸ ἐλεεῖσθαί σε καὶ οἰκτείρεσθαι ὑπὸ κυρίου στεφανοῦσαι, ἀναδοῦντος τοῦ κυρίου τῷ στεφάνῳ τῶν χαρίτων τὴν νοητὴν κεφαλήν σου. ὡς γὰρ χάριτι θεοῦ καὶ οὐκ ἐξ ἡμετέρων ε ργων σῳζόμεθα καὶ οὐκ α ξια ε χομεν παθήματα ἐν τῷ νῦν καιρῷ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι δόξαν ἡμῖν, ου τω καὶ στεφανοῖ ἡμᾶς οὐ πρὸς τὴν ἡμετέραν σκοπῶν α θλησιν ἀλλὰ πρὸς τὸν ἑαυτοῦ ε λεον καὶ οἰκτιρμόν. ̓Εμπίπλησι δὲ καὶ ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. διδοὺς γὰρ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν ἐστιν. ἐπεὶ ου ν καὶ αὐτὸ τὸ ἐπιθυμεῖν τῶν ἀγαθῶν αἰτεῖσθαι αὐτὰ τυγχάνει, διδούς σοι πάντα ω ν ὀρέγῃ ἐμπιπλᾷ ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· τοῦ γὰρ δικαίου πᾶσα ἐπιθυμία ἀγαθή ἐστι. Καὶ ἐπεὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γινομένη καὶ α μα τῷ εἰς οὐσίαν ἐλθεῖν ἐν προχρείᾳ τοῦ ἀγαθοῦ γέγονας, ἐξ ἀπροσεξίας δὲ πτερορρυήσασα ἀπέβαλες τὴν ἀρετὴν πρακτικήν τε καὶ διανοητικὴν ου σαν δι' η ς μετεωριζομένη εἰς υ ψος ἀνήρχου, ι σθι ο τι ε χεις δύναμιν τοῦ πτεροφυεῖσθαι, εἰ βουληθείης καὶ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.