Fragmenta in Psalmos · §u49-rem-close

Unit 49 rem close

Rem CLOSEOUT: Unit 49 CLOSEOUT.

Greek

παραδείσῳ μακρυνθείσας ε χει ἀφ' ἑαυτοῦ† τοσαύτῃ διαστάσει ο σον ἀπέχουσιν αἱ ἀρτίως εἰρημέναι δυσμαὶ τῶν ἑρμηνευθεισῶν ἀνατολῶν· μακρὰν γὰρ αἱ κακίαι τῶν ἀρετῶν. ἀλλ' ω σπερ ὁ ἐν ταῖς ἀνατολαῖς ω ν μακρυνομένας ε χει ὑπὸ θεοῦ τὰς προειρημένας δυσμάς, ου τως ὁ ἐν αὐταῖς διὰ τοῦ ἁμαρτάνειν ει ναι θέλων παρ' ἑαυτὸν ἀλλ' οὐκ ἐκ τοῦ θεοῦ μεμακρύνεται ἀπὸ τῶν ἀνατολῶν, ἐκβληθεὶς τοῦ παραδείσου. ἀλλ' ο μως καὶ τούτων γεγενημένων ἐκ παρακοῆς τῶν θείων ἐντολῶν, ἐρχόμενος ̓Ιησοῦς ἐπὶ τὰς δυσμὰς κατὰ τὸ ̔Οδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ο νομα αὐτῷ, οὐκ ἐάσει ἐπὶ πολὺ ἐκεῖσε διατρῖψαι, πρὸς ε καστον ἐρῶν Μετ' ἐμοῦ ε σῃ ἐν τῷ παραδείσῳ. α φεσιν γὰρ ἁμαρτημάτων παρέχων ἀφίστησι τῶν 211 δυσμῶν ἐπὶ τῷ εἰς τὸν παράδεισον κατὰ ἀνατολὰς ἀνάγειν. 983 Ps 102,13.14a Μᾶλλον δὲ καθ' ὑπερβολὴν ὑπερεχόντως οἰκτείρει θεὸς τοὺς φοβουμένους αὐτόν, εἰς τάξιν υἱῶν αὐτοὺς θέμενος τῷ αὐτὸν ἑκάστῳ ἡμῶν ἐγνωκέναι πλάσμα. οὐδὲ γὰρ μισῶν τι κατεσκεύασεν, ἀλλ' ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώπων α ς κατὰ μόνας ε πλασεν οι δεν τί ἑκάστῳ ἡμῶν συμφέρει. καὶ ω ν ε χομεν δύναμιν καὶ ἀφορμήν, καὶ ταῦτα δίδωσιν ἐπὶ τῷ κατ' ἐνέργειαν ἡμᾶς αὐτὰ ε χοντας υἱοὺς αὐτοῦ γενέσθαι. ∆υνατὸν ἐκλαβεῖν τὸ Οτι αὐτὸς ε γνω τὸ πλάσμα ἡμῶν καὶ ου τως· πεῖραν ε λαβε τοῦ πλάσματος ἡμῶν· γενάμενος σὰρξ ε σχε φυσικὴν διάθεσιν ω στε υἱοὺς ἡμᾶς ἑαυτοῦ λογίσασθαι. 984 Ps 102,14b Οι δεν ὡς δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν. εἰ γὰρ καὶ μὴ πᾶσα ἡ κατασκευὴ ἡμῶν ἐκ χοός ἐστιν (ε χομεν γὰρ καὶ νοερὰν φύσιν ἐν ἑαυτοῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ τυγχάνουσαν), ἀλλά γε ἐν ταῖς πρὸς θεὸν ἱκεσίαις συλλήπτορα καὶ εὐεργέτην ε χειν αὐτὸν ἀξιοῦντες τὸ ὑποδεέστερον καὶ ἀσθενέστερον τῶν ἐν ἡμῖν προφέροντές φαμεν Μνήσθητι, κύριε, ο τι χοῦς ἐσμεν· διὸ βοήθησον τῇ ἀσθενείᾳ καὶ τῇ εὐτελείᾳ ἡμῶν. 985 Ps 102,15 ̓Ακολούθως τῷ Μνήσθητι, κύριε, ο τι χοῦς ἐσμεν οὐ περὶ τοῦ ε σω ἀνθρώπου ἀλλὰ περὶ τοῦ ε ξω τὰ προκείμενα διαγορεύει. κατὰ γὰρ τὴν ε νυλον καὶ μετὰ σαρκὸς ζωὴν ἡμέρας τινὰς ε χομεν τὰς συμπληρούσας ἡμῖν τὸν παρεκτείνοντα χρόνον τῆς μετὰ σαρκὸς ζωῆς παραβαλλομένας χόρτῳ ξηραινομένῳ. τούτοις συνῳδὰ καὶ ὁ ̔Ησαίας φησι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς α νθος χόρτου· ἀνέτειλεν ὁ η λιος καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ α νθος αὐτοῦ ἐξέπεσεν. παρίστησι δὲ ταῦτα τὰς ἐν τῷ βίῳ τούτῳ ὑπαρχούσας τοῖς μετὰ σαρκὸς ζῶσι δοκούσας εὐημερίας πλούτους δόξας ἀξιώματα καὶ τὰς α λλας εὐπραγίας, αι περ δίκην α νθους καὶ χόρτου ἀπορρεῖ καὶ μαραίνεται ὡς μηδὲ γεγονέναι δοκεῖν. 986 Ps 102,17.18 Νοήσεις δὲ καὶ α λλως υἱοὺς τῶν δικαίων ἀνδρῶν τοὺς τῶν ε ργων αὐτῶν ζηλωτάς· ου τως τὸ ε λεος ἐπὶ τοὺς φοβουμένους αὐτὸν ἀπερίγραφόν ἐστιν ἀπὸ τοῦ αἰῶνος καὶ ε ως τοῦ αἰῶνος παρατεῖνον. οὐ γὰρ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ οὐ· φύσει γὰρ ἀγαθὸς ω ν ἀεὶ ἐλεεῖ. ἀλλὰ καὶ ἡ σύζυγος τῷ ἐλέει τούτῳ δικαιοσύνη· οὐδ' αὐτὴ περιοριζομένη χρόνῳ, εἰς πάσας ἐκτείνεται τὰς γενεάς, ἐπὶ υἱοὺς υἱῶν καὶ εἰς πᾶσαν διαδοχὴν παραμένουσα, ὡς ἀεὶ τὴν δικαιοσύνην ταύτην ε χειν μετὰ τοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐλέου τοὺς φυλάσσοντες τὴν διαθήκην τοῦ θεοῦ, οι καὶ ἐνεγράφησαν διὰ τοῦ πράττειν τὰ ἀγαθὰ κληρονόμοι τῶν μελλουσῶν ἐπαγγελιῶν. Ου τω γὰρ φυλάσσοντες αὐτὴν καὶ μεμνήσονται τῶν τοῦ θεοῦ ἐντολῶν ἐπὶ τῷ ποιεῖν αὐτάς. δέδονται γὰρ αυ ται οὐκ ἐπὶ τῷ μνήμην αὐτῶν ψιλὴν ει ναι ἀλλὰ μνήμην εἰς τὸ ποιῆσαι. ο τι δὲ εἰς τὸ ποιεῖν δέδονται, καὶ ὁ σωτὴρ παρίστησιν εἰπὼν ̔Ο ε χων τὰς ἐντολάς μου καὶ ποιῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. τῆς γὰρ ποιήσεως ἀλλ' οὐ τῆς μνήμης αὐτῶν μόνης μισθὸς καὶ κληρονομία αἱ ἐπαγγελίαι. 987 Ps 102,19 Καὶ ἐν α λλοις ει ρηται οὐκ ἐν τόπῳ ει ναι τὸν θεόν, ἀκολουθίᾳ δέ τινι καὶ οἰκονομίᾳ λέγεσθαι αὐτὸν οἰκεῖν ἐν οὐρανῷ. ἀκολούθως ου ν ἐκείνοις καὶ ἐνταῦθα ἐν οὐρανῷ ἡτοιμακέναι τουτέστιν ἱδρυκέναι τὸν θρόνον τῆς βασιλείας ει ρηται, τῆς ἀρχῆς αὐτοῦ καὶ βασιλείας οὐ μόνον τῶν ἐν οὐρανῷ ἀλλὰ καὶ πάντων ἁπαξαπλῶς κρατούσης καὶ δεσποζούσης. 988 Ps 102,20a Οὐ τὸν προφήτην α νθρωπον ο ντα ἀλλὰ τὸ ἐν αὐτῷ πνεῦμα α γιον ἡγητέον προστάττειν τοῖς ἀγγέλοις τὰ ἐγκείμενα· πάντες γάρ φησιν οἱ α γγελοι αὐτοῦ (δηλονότι τοῦ κυρίου) εὐλογεῖτε αὐτόν. προστάττον δὲ πᾶσι τοῖς ἀγγέλοις τὸ πνεῦμα, ε τερον αὐτῶν κατ' οὐσίαν ἐστίν. εἰ δὲ τοῦτο, πῶς θρασέως ἐτόλμησάν τινες

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.