Fragmenta in Psalmos · §u50-open

Fragmenta in Psalmos Unit 50 opening

Unit 50.

Lemma-led open — τῆς τάξεως τῶν ἀγγέλων αὐτὸ φάναι, καίτοι ἁπάντων ε τερόν τι ο ν; , δ Μεγαλοπρέπειαν ἐνεδύ

Greek

τῆς τάξεως τῶν ἀγγέλων αὐτὸ φάναι, καίτοι ἁπάντων ε τερόν τι ο ν; 989 Ps 103, 1δ Μεγαλοπρέπειαν ἐνεδύσατο τῷ ἐν μεγάλοις καὶ ὑπεραίρουσιν ε χειν τὸ πρέπον, ἐξομολόγησιν δὲ τῷ πᾶσαν συμφωνίαν τὴν ἐναρμόνιον ε χειν περὶ 212 αὐτά. σημαίνει γὰρ καὶ τὸ τῆς ἐξομολογήσεως ο νομα καὶ τὴν συμφωνίαν τὴν ἐν λόγοις. εἰ δὲ θέλεις α λλην κατὰ μετάνοιαν ἐξομολόγησιν καὶ τὴν ἐπ' εὐχαριστίαν ἐνδεδύσθαι αὐτόν, οὐχ ἁμάρτοις. καταλλήλως δὲ τούτῳ τῷ σημαινομένῳ καὶ τὴν τῶν κατορθούντων ἀρετὴν μεγαλοπρέπειαν καλουμένην ἐνδύσεται. καὶ ω σπερ ὁ σωτὴρ φάσκων Γυμνὸς η μην καὶ περιεβάλετέ με δηλοῖ ο τι ε νδυσις καὶ σκέπη αὐτοῦ γίνεται ἡ πρᾶξις τῶν κατ' αὐτὸν πολιτευομένων, ου τω καὶ ὁ πατὴρ ἐνδύσεται τὰς τῶν περὶ αὐτὸν σπουδαζόντων ει ναι ἀρετάς. 990 Ps 103,2a Ωσπερ ὁ ἀναβαλλόμενος αἰσθητὸν ἱμάτιον πάντοθεν καλύπτεται, ου τω θεὸς πάντοθεν γνώσεως πεπληρωμένος ὡς ἀκατάληπτον αὐτοῦ τυγχάνειν τὴν οὐσίαν ἀναβάλλεται φῶς ὡς ἱμάτιον, σημαινούσης καὶ ἐνταῦθα τῆς φῶς προσηγορίας τὴν ἀκραιφνεστάτην γνῶσιν. τούτῳ συνᾴδων περὶ θεοῦ γράφει Παῦλος ὡς α ρα οι κον ε χει φῶς ἀπρόσιτον η οἰκεῖ φῶς ἀπρόσιτον. καὶ ἐν ταύτῃ γὰρ τῇ λέξει τὸ ο λον ει ναι τὸν θεὸν γνῶσιν καὶ διὰ τοῦτο δυσπερινόητον ὑπάρχειν τοῖς νοητοῖς οἰκῶν ει ρηται φῶς ἀπρόσιτον. 991 Ps 103,2b.3a Τὸν ἀνωτέρω ἡμῶν ἀέρα καὶ νεύοντα πρὸς τὸν αἰθέρα υ δασι τοῖς κατὰ τὰς συστροφὰς τῶν νεφελῶν στεγάζει. Πρὸς δὲ διάνοιαν· τὴν νοητὴν οὐσίαν οὐρανὸν ὀνομάζει ἐκτεινομένην καὶ ἁπλουμένην ἐπὶ σκέπῃ τοῦ νοῦ ὁ στεγάζων τοῖς νοητοῖς καὶ θείοις υ δασι τὰ ὑπερῷα τῆς ψυχῆς τουτέστι τὰς δυνάμεις αὐτῆς τὰς ὑπεράνω τῶν αἰσθητῶν τυγχανούσας. 992 Ps 103,6a Τὴν α βυσσον ἐπὶ ἀκαταληψίας εὑρήσεις κειμένην καὶ ἐν τῷ Τὰ κρίματά σου, κύριε, α βυσσος πολλή. ἀνεξερευνήτων γὰρ ο ντων τῶν κριμάτων αὐτοῦ, οὐκ ε στι κατάληψιν αὐτῶν ε χειν. διὸ καὶ οὐχ ἁπλῶς ἀβύσσῳ ἀλλὰ πολλῇ παραβάλλονται. καὶ τὸν θεὸν ου ν ου πολλὴ α βυσσος τὰ κρίματά ἐστι περιβολαίου δίκην καλύπτει ἀκαταληψία α βυσσος ὀνομαζομένη. 993 Ps 103,7b Βροντῆς ἀκούοντα τὰ ο ρη τουτέστιν τὸν κατὰ τὴν πρόνοιαν μεγαλοφώνως γινόμενον λόγον δειλιᾷ. εἰκότως περὶ τῶν αἰσθητῶν ὀρῶν καὶ ὑδάτων εἰρῆσθαι ταῦτα δεῖ νοεῖν. δυνατὸν δὲ τὸ ̓Απὸ φωνῆς βροντῆς σου δειλιάσουσι μὴ ἐπὶ τῶν ὑδάτων ἐκλαβεῖν ἀλλ' ἐπὶ τῶν ἀνθρώπων, μᾶλλον δ' ἐπὶ τῶν ἐμψύχων ἁπάντων δηλουμένων, ο πως α ν γένοιτο βροντή, τῆς ἀοράτου καὶ ἀφανοῦς θεότητος συναισθανομένων. 994 Ps 103,11.12 ∆ιὰ πάσης λέξεως ὁ προκείμενος ψαλμὸς θεὸν ὑμνῶν δοξολογεῖ, ἑκάστου κτίσματος μνημονεύων· ο θεν καὶ ἐν τοῖς προκειμένοις ἀποδεχόμενος τὴν πρόνοιαν αὐτοῦ, θαυμάζει καὶ τὴν μετὰ σοφίας ἀγαθότητα αὐτοῦ φροντίσαντος καὶ τῆς διαμονῆς τῶν ἀλόγων ζῴων. καὶ εἰκότως· εἰ γὰρ αὐτὸς αὐτὰ πεποίηκε, καὶ τῆς τροφῆς καὶ τοῦ πότου αὐτῶν αὐτὸς χορηγὸς ει η. 995 Ps 103,13–15 Καὶ κατὰ ἀναγωγὴν δὲ νοήσεις τὰ ἀρτίως ἀποδοθέντα ο ρη· εἰσὶ δὲ οἱ πνευματοφόροι α νδρες. ποτίζονται ἐκ τῶν ὑπερῴων αὐτοῦ τοῦ θεοῦ, πληρούμενοι τῶν τοῦ πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ τῶν ἑξῆς ἀπηριθμημένων. ὑπερῷα δὲ θεοῦ ἀφ' ω ν τὰ ο ρη ποτίζει ἀκραιφνεῖς καὶ ὑπερβάλλουσαι θεωρίαι τῆς ἀληθείας τυγχάνουσιν, ὑπερῷα καλούμεναι τῷ μηδὲν αὐτὰς ὑπεραναβεβηκέναι. ̓Απὸ καρποῦ τῶν ε ργων σου χορτασθήσεται ἡ γῆ. αὐτὸς γὰρ ει πε Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, καὶ τὰ ἑξῆς. κατὰ δὲ ἀναγωγὴν ἐκ τῶν ̓Ιησοῦ κατὰ τὴν ἐπιδημίαν ε ργων πολὺν καρπὸν ἐχόντων α πασα ἡ γῆ χορτάζεται μεταλαμβάνουσα τῶν ου τω παραδόξως ὑπὸ ̓Ιησοῦ γεγενημένων. ου τος γὰρ καρπὸς τῶν ε ργων αὐτοῦ τυγχάνει. καὶ ὁ λόγος δὲ ὁ περὶ τῶν ε ργων τῆς δημιουργίας καὶ προνοίας αὐτοῦ νοηθεὶς οι α καρπὸς ε ργων θεοῦ τυγχάνων χορτάσει τὴν γῆν, φημὶ δὲ τοὺς ἐπὶ τῆς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.