Unit 49 rem mid
Rem mid: Unit 49; lemma continues; reading with the letter.
Greek
συνεργηθείης θεόθεν. καὶ ε σται σοι τοῦτο, ἀνακαινιζομένης σου τῆς νεότητος κατὰ τὸν ἀετόν. ὡς γὰρ τὸ ο ρνεον τοῦτο γηράσαν ἀποτιλλοῦται, ι ν' αυ θις νέα πτερὰ φύσῃ, ου τω καὶ σὺ γηράσασα τῇ κακίᾳ ἀνανεώθητι τῆς ἀρχαιότητος καὶ τῆς νεότητός σου ἐν ἀπολήσει γινομένη, ι ν' οι ς ποτε ἐχρῶ ἰσχυροῖς ου σι καὶ νῦν χρωμένη μετέωρος εἰς οὐρανὸν ἀρθῇς πρὸς πάντας τοὺς α μα σοι τὸν θεὸν ὑπομεμενηκότας· Οἱ γὰρ ὑπομένοντες τὸν κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ κοπιάσουσιν. 979 Ps 102,6 Πατὴρ οἰκτιρμῶν καὶ μόνος ἀγαθὸς ω ν ὁ κύριος ἐλεημοσύνας ποιεῖ, πάντας ἐλεῶν εὐεργετῶν· ο θεν καὶ τοῖς ἀδικουμένοις ὑπὸ διαβόλου καὶ τῆς κακίας ποιῶν κρίμα, τὸν ι διον υἱὸν ἐπέπεμψεν ἐπὶ τῷ ἰάσασθαι καὶ ἐλευθερῶσαι τοὺς καταδυναστευομένους ὑπὸ τοῦ Σατανᾶ ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρούμενον τὰς ψυχὰς αὐτῶν, α ρας τὸ καθ' ἡμῶν χειρόγραφον καὶ προσηλώσας τῷ σταυρῷ. ὁ κατέχων, ὁ διάβολος, ὑποχρέους ει χεν ἡμᾶς, ἡμῶν δι' ω ν ἐπράττομεν συστησάντων αὐτῷ τὸ καθ' ἡμῶν χειρόγραφον. ἐρρύσθημεν ου ν ἀπὸ πάσης ἀδικίας τῆς καθ' 210 ἡμῶν, ποιήσαντος τοῦ θεοῦ κρίμα τοῖς ἀδικουμένοις, ο πως διὰ τοῦ αι ματος τοῦ υἱοῦ αὐτοῦ ̓Ιησοῦ Χριστοῦ καθαρισθῶμεν ἀπὸ πάσης ἀδικίας οὐ μόνον καθ' η ν ἠδικούμεθα ἀλλὰ καὶ η ς ἐπράττομεν. ἐντεῦθεν μανθάνομεν κατὰ τὴν τοῦ Παύλου προτροπὴν μᾶλλον ἀδικεῖσθαι η ἀδικεῖν. τοῖς μὲν γὰρ ἀδικουμένοις ὁ θεὸς ποιεῖ κρίμα εὐεργετῶν αὐτούς, τοῖς δ' ἀδικοῦσι κόλασιν ἐπιφέρων ὡς μὴ κληρονομεῖν αὐτοὺς θείαν ἐπαγγελίαν· Αδικοι γὰρ βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 980 Ps 102,7 ̓Εκ παραλλήλου αἱ ἀρεταὶ καλοῦνται. ὁ γὰρ λέγων Τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι τὰς ἀρετὰς ἀξιοῖ φανερὰς αὐτῷ γενέσθαι· καὶ τὸ Οὐ παύσῃ δὲ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας ὑπὸ Παύλου πρὸς ̓Ελύμαν λεγόμενον τὸ αὐτὸ παρίστησι σημαῖνον. ο τι δὲ καὶ θελήματα τοῦ θεοῦ αἱ ἀρεταί, πιστωθήσεται ἐκ τοῦ Ευ ρον ∆αυὶδ τὸν τοῦ ̓Ιεσσαί, α νδρα κατὰ τὴν καρδίαν μου, ο ς ποιήσει πάντα τὰ θελήματά μου. Καὶ ἑτέρως δὲ νοηθείη τὸ προκείμενον· ἐπεὶ γὰρ σκιὰν ε χοντα τὸν νόμον τῶν μελλόντων ἀγαθῶν δέδωκεν ὁ θεὸς διὰ Μωυσέως, ε καστον δὲ μέρος τοῦ νόμου τούτου εἰκόνα καὶ τύπον νοητοῦ καὶ πνευματικοῦ φέρει ὡς οι όν τ' ει ναι τρόπῳ ἀναλογίας ἀπὸ τῶν αἰσθητῶν η τῆς κακίας ἐπὶ τὰ πνευματικὰ καὶ πρωτότυπα μεταβαίνειν, τὰς τοιαύτας δὲ μεταβάσεις οὐκ α λλος η ὁ κύριος διδάξει–εἰκότως περὶ τούτων τῶν μεταβάσεων ει ρηται ̓Εγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ. καὶ τίς γὰρ α λλος Μωυσέως ἠπίστατο ἀπὸ τῆς αἰσθητῆς περιτομῆς καὶ σωματικῆς θυσίας καὶ τῶν α λλων σκιωδῶν ἀναβαίνειν ἐπὶ τὴν ἀλήθειαν, ὑπὸ θεοῦ μαθὼν τὸ ου τως ὁδεύειν; ἐγνώρισε γὰρ αὐτῷ τὰς ὁδοὺς αὐτοῦ. ἀλλὰ καὶ ει τις τοῦ ̓Ισραὴλ υἱὸς ει η περὶ ου λέλεκται ̓Ισραὴλ ὁ ἐκλεκτός μου, ου τως ἐπιστήσεται τοῖς θεοῦ θελήμασι γνωριζομένοις ὑπ' αὐτοῦ τοῖς διορατικοῖς, ο πως ἐν κρυπτῷ ̓Ιουδαῖοι σπεύδοντες ει ναι μὴ τὴν σάρκα ἀλλὰ τὴν καρδίαν περιτέμνωνται· ἀλλὰ καὶ θύουσι θυσίαν δικαιοσύνης καὶ αἰνέσεως τῷ θεῷ ου σαν πνευματικὴν θυσίαν. 981 Ps 102,9 Εστι πάντα τὰ εἰρημένα ὁ κύριος, ἐπείπερ ἀληθινός ἐστι θεός, ω ν δὲ θεὸς ἀληθινὸς οὐκ ἐν ε ξει τῶν προειρημένων ἀρετῶν ἀλλὰ πηγὴ καὶ οὐσία αὐτῶν ὑπάρχει. διὸ καὶ θαρροῦμεν ο τι κα ν ποτε ἁμαρτήσασιν ἡμῖν ὀργισθείη οὐκ ἐπὶ τῷ συντελέσαι καὶ ἀπολέσαι τοῦτο ποιεῖ. τοῦτο γὰρ η ν τὸ Εἰς τέλος ὀργισθήσεται, τουτέστι παραμεῖναι τῷ ὀργίζεσθαι ε ως τέλους καὶ φθορᾶς τῶν πρὸς ου ς ἡ ὀργή. Μὴ εἰς τέλος ου ν ὀργιζόμενος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. οὐδὲ γὰρ ἐπίμονον ὀργὴν ε χει ὁ φάσκων Οταν γὰρ ἡ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. 982 Ps 102,11.12 Τὸ δὲ ε λεος τοῦ θεοῦ τὴν ἀρχὴν λαμβάνει ἐπὶ τὴν γῆν κατὰ τὸ λεχθὲν Τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ· ει τα ἐντεῦθεν ἀρχόμενον τὸν ε λεον γίνεσθαι ἐπὶ τοὺς εὐλαβεῖς ἐπαίρει καὶ μετεωρίζει τούτους ἐπὶ τὸ υ ψος α γων τοῦ οὐρανοῦ· ̓Εμεγαλύνθη γὰρ ε ως τῶν οὐρανῶν τὸ ε λεός σου. καὶ αὐτὸ γὰρ τὸ εἰς βασιλείαν οὐρανῶν ἀνελθεῖν μᾶλλον ἐλέῳ θεοῦ η ἑτέρῳ τινὶ γίνεται. Φωτειναὶ δὲ τυγχάνουσαι αἱ σωτηριώδεις ἀρεταὶ ἀνατολαῖς ἐοίκασι, δύσεσι δὲ αἱ ἁμαρτίαι πάντῃ φωτὸς ἐστερημέναι. ἐπεὶ ου ν α μα τις ἐν ἀρετῇ καὶ κακίᾳ οὐ δύναται ει ναι, ὁ συνεγγίσας ταῖς προειρημέναις ἀνατολαῖς ὡς ἐν αὐτῷ διατρίβειν τῷ ἐν ̓Εδὲμ κατὰ ἀνατολὰς ὑπὸ θεοῦ πεφυτευμένῳ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.