Fragmenta in Psalmos · §u50-rem-close

Unit 50 rem close

Rem CLOSEOUT: Unit 50 CLOSEOUT.

Greek

ε ργοις ἀγαθοῖς παντί τε λόγῳ καὶ πάσῃ γνώσει, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ ε ξω τῆς Αἰγύπτου ὑπὸ θεοῦ γίνεται. ἀδύνατον γὰρ ἀσθενοῦντά τινα καὶ χρυσίου καὶ ἀργυρίου τῶν προειρημένων στερούμενον ἐξελθεῖν τῆς Αἰγύπτου. 1012 Ps 105,4–6 ̔Αγίων ἐστὶν ἡ προκειμένη μάλιστα φωνὴ τῶν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος παρακαλούντων, ο πως μνησθῇ αὐτῶν ὁ κύριος ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ αὐτοῦ η ν ηὐδόκησεν ἐν τῷ ἀγαπητῷ υἱῷ ἑαυτοῦ σῶσαι κρίνας τὸν λαὸν ἑαυτοῦ καὶ τὸν κόσμον· δεικνὺς γοῦν αὐτόν φησιν Ου τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ῳ ηὐδόκησα. ἐπεὶ ου ν ο μματι διανοίας ει δον οἱ θεῖοι προφῆται ἐπιθυμήσαντες ἰδεῖν καὶ ἀκοῦσαι τὰ πρὸς ̓Ιησοῦ γινόμενα καὶ λαλούμενα, ἀξιοῦσι μνήμην αὐτῶν γενέσθαι ἐν τῇ κατὰ τὴν εὐδοκίαν σωτηρίᾳ. Σωτήριον δὲ θεοῦ πολλάκις ὁ Χριστὸς λέγεται, ὡς καὶ ἐν τῷ Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ταύτην τὴν ἐπίσκεψιν ὁ τοῦ βαπτιστοῦ πατὴρ ἐμφανίζων περὶ θεοῦ φησι ∆ιὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οι ς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ υ ψους. ̓Επισκεψαμένου δὲ ἡμᾶς ἐν τῷ σωτηρίῳ ἑαυτοῦ, ὑπάρξει ἡμῖν τὸ ἐκλεκτοὺς αὐτοῦ γενέσθαι καὶ θεάσασθαι ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν αὐτοῦ τὴν ἐπιτελουμένην χαρὰν καὶ εὐφρανθῆναι ἐν τῇ θείᾳ εὐωχίᾳ τοῦ ε θνους τοῦ συμπληρουμένου ἐκ πάντων τῶν πιστευόντων. Κατορθωθείη δὲ ἡμῖν καὶ τὸ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας αὐτοῦ, η τοι η ς ὀρέξει ἡμῖν ὡς κληρονόμοις η η ς ε χει κληρονομίας. τίς δὲ αυ τη η ἡ ἐξ ἐθνῶν ἐκκλησία κατὰ τὸ Αι τησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ε θνη τὴν κληρονομίαν σου; πνευματικῶς γὰρ λοιπὸν κατὰ τὸ εὐαγγέλιον τῷ νόμῳ προσέχοντες ἐπαινοῦνται μετὰ τῆς προειρημένης κληρονομίας. ἐπαινοῦνται δὲ ὑπὸ τοῦ θεοῦ καὶ ὑπὸ τῶν ἱερῶν δυνάμεων ἀποδεχομένων τοὺς εὐδοκιμεῖν σπεύδοντας παρὰ τῷ θεῷ. ̓Αναλαμβάνοντες δὲ καὶ τὸ πρόσωπον οἱ θεῖοι α νδρες τῶν μεταγινωσκόντων ἐφ' οι ς ε δρασαν κακῶς, καὶ διδάσκοντες πῶς μετὰ τὰς ἁμαρτίας μετανοεῖν δεῖ φασιν, οὐχ ̔Αμαρτάνομεν, ἀλλ' ̔Ημάρτομεν μετὰ τῶν πατρῶν ἡμῶν· πατέρας ἑαυτῶν λέγοντες η τοι τοὺς προγόνους καὶ προγενεστέρους η τοὺς κατὰ κακίαν αὐτοὺς γεγεννηκότας. πάντ' ου ν α λέξουσιν ἐξομολογούμενοι εἰς παρῳχηκότα χρόνον ἐνέκλιναν φάσκοντες ̔Ημάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν. ευ δὲ καὶ τὸ ἀπαριθμουμένους ἐφ' οι ς μετανοοῦσι μὴ φάναι ̓Ησεβήσαμεν· οὐ γὰρ ε ξω τῆς θεότητος γενάμενοι ἀλλὰ περιεχόμενοι αὐτῆς ὑπὸ παθῶν καὶ μοχθηρᾶς ε ξεως ἡττώμενοι ἡμάρτανον καὶ τὰ α λλα ἐποίουν. 1013 Ps 105,9 ̔Ο ἐπιτιμήσας τῇ ἐρυθρᾷ θαλάσσῃ πᾶσι θεὸς ἀνωμολόγηται. εἰ ου ν καὶ ̓Ιησοῦς κλονουμένῃ ἐπιτιμᾷ τῇ θαλάσσῃ, ι ν' ἐκ τρικυμίας η κλύδωνος γαλήνη γένηται, θεὸς ω ν ἀποδείκνυται αὐτὸς ω ν ὁ ἐπιτιμήσας τῇ ἐρυθρᾷ θαλάσσῃ ῃ υἱὸς ἐκείνου. Ομως δ' ἐπιτιμήσαντος τοῦ θεοῦ τῇ ἐρυθρᾷ θαλάσσῃ, ξηραίνεται ὡς διοδεύσιμον αὐτὴν γένεσθαι τὴν πάλαι θάλασσαν καὶ α βυσσον διὰ τὸ τῶν ὑδάτων πλῆθος ου τω καλουμένην. 1014 Ps 105,19 Καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ, ε χοντες φαντασίαν ἐξ Αἰγύπτου κομισθεῖσαν τοῦ ἐν Μέμφει Απιδος. διὸ καὶ πρὸς τούτῳ τῷ μόσχῳ καὶ ἑτέροις γλυπτοῖς προσεκύνησαν, συνεσχημένοι τῷ δράματι τῆς πολυθεότητος. αὐτίκα γοῦν μόσχον 216 ε να πεποιηκότες ὡς πολλοὺς δεικνῦντες ε φασκον Ου τοι οἱ θεοί σου, ̓Ισραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 1015 Ps 106 αργ Καὶ ὁ ἐπιφερόμενος ψαλμός, περιέχων θεοῦ εὐεργεσίας καὶ ἐλεημοσύνας πρὸς τοὺς ἀνθρώπους γεγενημένας αι νος αὐτοῦ τυγχάνων, προτεταγμένον ε χει τὸ ἀλληλουϊά. 1016 Ps 106,1bc Οι ς μεταπίπτει τὰ περιεστηκότα θλιβερά (μηδὲν αὐτῶν εἰσενεγκαμένων εἰς τοῦτο), ἐλέει χρηστοῦ θεοῦ ταῦτα ε χειν ἐγνωκότες λέγειεν α ν τοὺς προκειμένους στίχους. καὶ ἐπεὶ ει έν τινες ἐν προσκαίροις νομιζομένοις ἀγαθοῖς γινόμενοι, ου τοι ἐλέου θεοῦ ἁπλῶς πεῖραν ε χουσιν, εἰς τὸν αἰῶνα ἐλεουμένων τῶν αἰώνια ἀγαθὰ παρ' αὐτοῦ ἐχόντων. ει πε γοῦν καὶ αὐτὸς ὁ χρηστὸς θεὸς πρός τινα ̓Ελέῳ αἰωνίῳ ἐλέησά σε. ου τω δὲ καὶ ε λεος ποιεῖ εἰς χιλιάδας τοῖς αὐτὸν ἀγαπῶσιν, ἑτοιμάζων αὐτοῖς α ὀφθαλμὸς οὐκ ει δεν οὐδὲ ου ς η κουσεν οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. ει ρηται καὶ πρότερον τὸ ἀγαθὸν τῷ χρηστῷ συνωνυμεῖν. 1017 Ps 106,4 ∆ιὸ καὶ ἐν ἐρήμῳ τε ἀρετῶν ο ντες ἐπλανώμεθα, ποδηγὸν καὶ ἡγεμόνα μὴ ε χοντες ῳ ἑπόμενοι εὑρεῖν οι οί τε η μεν μετὰ τὴν ὁδὸν πόλιν ευ διατεταγμένην ἱερῷ νόμῳ ἐν ῃ κατοικεῖν ἠδυνάμεθα μὴ ἀναχωροῦντες αὐτῆς. ε στι δὲ ἀρετὴ καὶ θεοῦ σοφία. 1018 Ps 106,10b Καὶ τῆς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.