Fragmenta in Psalmos Unit 51 opening
Unit 51.
Lemma-led open — προκαταλαβούσης πτωχείας ἐναντίως ἐχούσης τοῦ πλουτεῖν ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει καὶ ἐ
Greek
προκαταλαβούσης πτωχείας ἐναντίως ἐχούσης τοῦ πλουτεῖν ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει καὶ ἐν ε ργοις ἀγαθοῖς, ὁ τούτων τῶν κακιῶν ἀφεθεὶς οὐδὲ κολάσεις πειρασθήσεται. 1019 Ps 106,17 Ετι βαδιζόντων τῆς ἀνομίας αὐτῶν ὁδόν, ἀντελάβετο αὐτῶν ὁ ι λεω θεός, ἐπείπερ διὰ πλῆθος ω ν ει χον ἀσεβειῶν ταπεινωθέντες ἐνείχοντο τοῖς ἀφ' ω ν αὐτοὺς ἐξήγειρε. καὶ ο ρα εἰ δύνασαι ἐφαρμόσαι τούτοις τὸ περὶ τοῦ ἐν τῷ σταυρῷ μετανοήσαντος λῃστοῦ· ε τι γὰρ ἐν ὁδῷ ἀνομίας ο ντος αὐτοῦ (διὰ λῃστείαν γὰρ κατεκέκριτο) καὶ ταπεινωθέντος κολάσει διὰ τὰς ἀνομίας α ς ει χεν, ἀντελάβετο αὐτοῦ ὁ εἰπὼν πρὸς αὐτὸν Σήμερον μετ' ἐμοῦ ε σῃ ἐν τῷ παραδείσῳ. 1020 Ps 106,18.19 Καθόλου δὲ καὶ ἐπὶ τοῦ σώματος καὶ ἐπὶ τῆς ψυχῆς ὁ διά τι νόσημα καχεκτῶν πρὸς πᾶσαν τροφὴν ἀπεχθάνεται σωματικήν τε καὶ ψυχικήν, οἱ δὲ τὴν ὑγείαν τῆς ψυχῆς ε χοντες πεινῶσι καὶ διψῶσι τὴν δικαιοσύνην. Πύλαι δὲ θανάτου αἱ πρὸς θάνατον ἁμαρτίαι. ταύταις ἐγγίζουσιν οἱ πρὶν ἐλθεῖν πρὸς αὐτὸν ε τι ζωτικὴν ε χοντες πνοήν τε καὶ δύναμιν, λέγω δὴ τὴν περὶ θεοῦ ε ννοιαν· διὸ ἐν τῷ θλίβεσθαι αὐτοὺς βοῶσι πρὸς κύριον, καὶ σῴζει αὐτοὺς ἐκ πασῶν τῶν κατεχουσῶν ἀναγκῶν. καὶ εἰ μὴ πρὸς κύριον ἐκέκραξαν, ε φθανον α ν καὶ μέχρις αὐτοῦ τοῦ θανάτου. 1021 Ps 106,22b ̓Εξαγγέλλει δὲ ἐν ἀγαλλιάσει τὰ ε ργα αὐτοῦ πᾶς ὁ τὰ εἰς ἑαυτὸν γενόμενα ἐξαγγέλλων καὶ πεῖραν ἐσχηκὼς τῆς αὐτοῦ εὐεργεσίας, οὐχ ὁ ἁπλῶς τὰ ἑτέρων γενόμενα διηγούμενος. 1022 Ps 106,26 Τὸ δὲ ἀναβαίνειν λέγεσθαι τὰ υ δατα ε ως τοῦ οὐρανοῦ καὶ καταβαίνειν ε ως τῆς ἀβύσσου καθ' ὑπερβολὴν ει ρηται. καὶ γὰρ τοῦ τοιούτου τρόπου ευ ροις α ν μυρία παραδείγματα ἐν τῇ γραφῇ· περὶ γὰρ τῶν πόλεων τῶν τοῦ ̓Ισραὴλ ἐχθρῶν ο τι τετειχισμέναι η σαν ε ως τοῦ οὐρανοῦ διὰ τὸ ἐν ὑψηλοῖς τετειχίσθαι τείχεσι, καὶ τὸ ̔Υπὲρ χιόνα δὲ λευκανθήσομαι τῷ αὐτῷ ει ρηται τρόπῳ. 1023 Ps 106,38b Αλλοι φασί· κτήνη α ν ει εν τὰ καλούμενα πρόβατα, οι τινες ε ξουσι πλῆθος καὶ μέγεθος διὰ τὸ κατωρθωκέναι πραΰτητα καὶ εὐμάθειαν. 1024 Ps 106,42b ̓Αλλὰ καὶ μὴ ε χουσα κατειπεῖν τῆς περὶ τὰ ε θνη οἰκονομίας τοῦ θεοῦ ἐμφράξει τὸ στόμα αὐτῆς. ἀνομίαν δὲ νοήσεις τὸν διάβολον καὶ πάντα τὸν κατ' αὐτὴν πεποιωμένον κατὰ τὸ ̓Ενεφράγη στόμα λαλούντων α νομα. 1025 Ps 106,43 ̓Επειδὴ τὸ πολὺ αὐτῶν ἀνάκειται τῇ πνευματικῇ διανοίᾳ, σοφῶν καὶ συνετῶν ε στι τὸ συνιέναι αὐτά. 217 1026 Ps 107,2b ∆όξα αὐτοῦ ἡ πρακτικὴ καὶ θεωρητικὴ ε ξις καθ' η ν διάκειται πρὸς τὴν ἠθικὴν καὶ διανοητικὴν ἀρετήν. 1027 Ps 107,3 Οι ς ἀνέτειλε τὸ φῶς τὸ ἀληθινόν, πρὸς κύριον ὀρθρίσαντες ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες, πλήττοντες τὸ ψαλτήριον καὶ κρούοντες τὴν κιθάραν μελῳδοῦσι τῷ πανσόφῳ θεῷ, εὐρύθμως καὶ ἐναρμονίως τοὺς υ μνους ἀναπέμποντες. ει ρηται δὲ ἐν τῷ ψαλμῷ τί ψαλτήριον καὶ τί κιθάρα. 1028 Ps 107,5 Μεγαλύνεται ε ως τοῦ οὐρανοῦ τὸ ε λεος, ἀρχόμενον ἀπὸ τῆς γῆς· Τοῦ γὰρ ἐλέους κυρίου πλήρης ἡ γῆ. τὸ τέλος ε χει τοὺς ἀρξαμένους ἀπὸ τῆς γῆς ἐλεεῖσθαι ἐπὶ τὸν οὐρανὸν φθάσαι ἐπὶ τῷ τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομῆσαι. μεγαλύνεται δὲ καὶ ἡ ἀλήθεια αὐτοῦ ἐν ταῖς τὸν πνευματικὸν διακονουμέναις ὑετὸν νεφέλαις Μωυσῇ καὶ τοῖς προφήταις, ἐπείπερ ἡ διακονία αὐτῶν ἀπὸ τῆς σκιᾶς ἀρξαμένη εἰς τὴν ἀλήθειαν καταλήγει, ὡς καὶ αὐτοὺς πνεύματι καὶ ἀληθείᾳ προσκυνῆσαι τῷ πατρὶ ὡσαύτως τοῖς ἀποστόλοις καὶ πᾶσι τοῖς τοῦ πνεύματος μαθηταῖς. 1029 Ps 107,6 ̓Απὸ τῆς πρώτης λέξεως ε ως τοῦ ̓Επὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου ὁ αὐτός ἐστι τῶν Ν , ἀπὸ δὲ τοῦ ἑξῆς στίχου μέχρι τελευτῆς τῶν ΝΘ· ο θεν ε καστα τῶν προκειμένων ἐκεῖ εἰρηκότες νῦν ἐπιτεμνόμεθα. 1030 Ps 107,6 ̔Υψουμένου τοῦ θεοῦ ἐν τοῖς τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦσι καὶ διὰ τοῦτο οὐρανοῖς καλουμένοις, ἡ δόξα αὐτοῦ ἐπὶ πᾶσαν ἐκτείνεται τὴν γῆν τὴν δυναμένην
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.