Fragmenta in Psalmos · §u50-rem-mid

Unit 50 rem mid

Rem mid: Unit 50; lemma continues; reading with the letter.

Greek

1000 Ps 103,32 Εἰ δέ σοι βούλεται πνευματικῶς ε χειν ταῦτα, ὡς α ν ἐπιβλέπῃ θεὸς κατὰ τὸ ̓Επίβλεψον ἐπ' ἐμέ, καὶ ̓Οφθαλμοὶ κυρίου ἐπὶ δικαίους, τούτῳ οὐχ ε στηκεν ε τι τὰ γήινα ἀλλὰ σκοτοδινῶντα τρέμει, ὡς ἀποβληθῆναι καὶ παρελθεῖν τὴν ὑλικὴν ε ξιν. ̓Εφαπτόμενος δὲ ὁ θεὸς καὶ τῶν πονηρῶν δυνάμεων διὰ τὴν ὑπερηφανίαν ὀρῶν καλουμένων, καπνίζει αὐτάς, ἐναύσματι η δη αὐτὰς ἐνιεὶς τῆς διὰ πυρὸς κολάσεως. 1001 Ps 103,33.34a Αισω τῷ κυρίῳ, τοῦ ᾳ σματος οὐκ ἐν φωνῇ ἀλλ' ἐν νοήσεσι τὴν υ παρξιν ε χοντος· ψαλῶ δὲ καὶ ἐν πράξεσι τελείαις τῷ θεῷ, ε ως ὑπάρχω υ παρξιν ε χων καθ' η ν μετέχω τοῦ ὑπάρχοντος πρὸ τῶν αἰώνων καὶ εἰπόντος ̓Εγώ εἰμι ὁ ω ν. Εὐπρόσδεκτα δὲ καὶ ἀρέσκοντα τῷ θεῷ διαλεγόμενος ἐρῶ ̔Ηδυνθείη αὐτῷ ἡ διαλογή μου. ου τω γὰρ καὶ αὐτὸς τὴν ἐκκλησίαν ἀποδεξάμενός φησιν ἐν τῷ Αισματι τῶν ᾀσμάτων ̔Η φωνή σου ἡδεῖα. 1002 Ps 104,4b Ωσπερ κατὰ τὴν ἱστορίαν διηνεκῶς Σαμουὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου λειτουργῶν ἑώρα τὸ τοῦ θεοῦ πρόσωπον, ου τως οἱ συνεχῶς καὶ ἀδιαστάτως ἐξετάσει δογμάτων τῆς ἀληθείας καὶ πράξει τῶν ἀρετῶν ἐπιδεδωκότες σφᾶς διαπαντὸς ζητοῦσι τὸ πρόσωπον τοῦ θεοῦ, ἰδεῖν αὐτὸν νῷ καθαρῷ βουλόμενοι. πρόσωπον δὲ θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεώς ἐστι, τυγχάνων εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου· διὸ καὶ ὁ ὁρῶν αὐτὸν εὐθὺς ὁρᾷ τὸν θεόν. 1003 Ps 104,5b Στόμα δὲ αὐτοῦ τὸν λόγον αὐτοῦ νοήσαις, ο ς καὶ νομοθέτου καὶ ἀκριβοῦς παιδευτοῦ δίκην κεκριμένα παιδεύματα καὶ παραγγέλματα ὑμῖν δέδωκε. 1004 Ps 104,6.7 ∆ούλους εἰπὼν τοῦ θεοῦ τοὺς ἐξ ̓Αβραὰμ διὰ τὴν ἐξ ̓Αβραὰμ καταγωγὴν τοῦ γένους καὶ ἐκλεκτοὺς τοὺς ἐκ ̓Ιακὼβ διὰ τὸ Αὐτοῦ καὶ ἐπωνύμους ει ναι αὐτοῦ, καὶ ἐκλογὴν ἐκ τῶν ἐθνῶν τότε προσληφθέντας εἰς κλῆρον ι διον θεοῦ καὶ αὐτῶν κύριον καὶ θεὸν ι διον τὸν θεόν, ο μως κατὰ πάντας ἀνθρώπους ει ναί φησι τὴν κρίσιν τὴν προνοητικήν. 1005 Ps 104,8b ̔Ο τῶν χιλίων γενεῶν ἀριθμὸς οὐ κατὰ πλήθους ει ρηται ἀλλὰ διὰ τὴν πρὸς μονάδα οἰκείωσιν, ω σπερ καὶ ἐν τῷ Χιλιάδες εὐθηνούντων, καὶ ε τι ̓Αγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. 1006 Ps 104,10a ∆ι' ο ν ει πον α ν καὶ αὐτοὶ Μέτοχοι Χριστοῦ γεγόναμεν, α τε ἀξιωθέντες τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐπιφανείας· αὐτὸν γὰρ ει ναι τὸν Χριστὸν τὸν καὶ αὐτοῖς λελαληκότα καὶ αὐτὸς ὁ σωτὴρ διδάσκει ἐν οι ς φησιν ̓Αβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ι να ι δῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ ει δεν καὶ ἐχάρη. πότε ει δεν η ο τε ἀναβλέψας τοῖς ὀφθαλμοῖς ει δεν ἐπιστάντα τὸν θεὸν αὐτῷ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ; τότε γάρ φησιν ἡ γραφὴ Ωφθη ὁ θεὸς ̓Αβραάμ. καὶ ταῦτα ου ν, εἰ καὶε τερον, ἀναγκαῖα η ν ἀπαγγελθῆναι τοῖς ε θνεσιν ὑπὸ τῶν ἐνταῦθα προστεταγμένων τοῦτο ποιεῖν. 1007 Ps 104,12a Τὸ Βραχεῖς ἀντὶ ὀλίγων ει πεν. τὸ γὰρ βραχὺ ἐπὶ μεγέθους κεῖται, τὸ δὲ ὀλίγους ἐπὶ ἀριθμητῶν τάττεται. 1008a Ps 104,18.19 Τοὺς πόδας αὐτοῦ μόνους ἐταπείνωσαν, ἐν πέδαις τῆς ψυχῆς αὐτοῦ οὐ συνδεθείσης ἀλλ' ε ξω τοῦ σιδήρου γεγενημένης. ο σοι γὰρ δεσμοῖς περιβαλλόμενοι ἀγεννῶς τὴν περίστασιν φέρουσιν, καμφθεῖσαν ὑπὸ τοῦ σιδήρου τὴν ψυχὴν ε χουσι. τοῦτο δὲ ὑπέμεινεν οὐκ εἰς α παν. περιορίζει γὰρ τῆς περιστάσεως τὸ τέλος, εἰπὼν αὐτὴν κεκρατηκέναι μέχρις ου διῆλθεν ὁ τοῦ θεοῦ λόγος· καθ' ο ν ἐκ τοῦ δεσμωτηρίου μετασταλεὶς κηδεμὼν καὶ τροφεὺς πάντων κεχειροτόνητο, τοῦ λογίου τοῦ κυρίου πυρώσαντος ἐπὶ τῷ ζέειν τῷ πνεύματι καὶ ἐξημμένον αὐτὸ ε χειν τῷ θείῳ φωτί, μεθ' ο καὶ τηρεῖν δυνατὸν παραίνεσιν λέγουσαν Τὸ πνεῦμα μὴ σβέννυτε. 1009a Ps 104,20.21 Καὶ αὐτὸς δὲ ̓Ιωσὴφ οι δεν τοῦτο τὸ δόγμα· διὸ πρὸς τοὺς αἰτίους ε φη Οὐχ ὑμεῖς ἀπεστάλκατέ με ω δε· ὑμεῖς μὲν γὰρ εἰς κακὸν ἐβουλεύσασθε, ὁ δὲ θεὸς εἰς 215 ἀγαθόν. 1010a Ps 104,26 ̓Επεὶ μὴ πάντες οι οί τέ εἰσιν ἐξ ἑαυτῶν καὶ δι' ἑαυτῶν ἀναχωρεῖν τῶν βλαβερῶν, τοῖς ου τως ἀσθενοῦσιν ἀποστέλλει θεὸς τοὺς δυναμένους ὁδηγοὺς καὶ ἡγεμόνας τῆς ὁδοῦ τῆς ἐπὶ τὰ ἀγαθὰ φερούσης. εἰσὶ δὲ ου τοι ὁ θεοῦ νόμος Μωυσῆς καὶ ὁ ἀρχιερατικὸς λόγος ου σύμβολον ̓Ααρών· ὁ μὲν διαγορεύων τὰ πρακτέα, ὁ δὲ λειτουργῶν ὑπὲρ ἡμῶν τῷ θεῷ καὶ τὰς ἐξ αὐτοῦ χάριτας διαπορθμεύων ἡμῖν· οι ς ἡγεμόσι χρώμενοι τὴν Αι γυπτον φεύγομεν. 1011 Ps 104,37 Κατὰ ἀναγωγὴν δὲ νοήσεις ὡς ε καστος τῶν ἐν ταύταις ταῖς φυλαῖς ὑγείαν καὶ σθένος ε χων ἐρεῖ Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, πλουτῶν δὲ καὶ ἐν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.