Fragmenta in Psalmos · §u51-rem-early

Unit 51 rem early

Rem early: Unit 51; lemma and argument toward the thesis.

Greek

καρποφορεῖν ἑκατὸν ἑξήκοντα τριάκοντα· η ὑψουμένου τοῦ θεοῦ ἐπὶ τὰς θεωρητικὰς τοῦ κόσμου φύσεις προσαγορευομένας οὐρανούς, ἡ δόξα αὐτοῦ ἐπὶ τὰς πρακτικὰς γῆν ὀνομαζομένας τυγχάνει. 1031 Ps 107,7 Οὐκ α λλως οἱ α ξιοι τοῦ ὑπὸ σοῦ ἀγαπᾶσθαι ῥυσθεῖεν ἀπὸ τῶν κατεχόντων πολεμίων η καὶ τῶν περιστάντων αὐτούς, η σοῦ σώσαντος τῇ δεξιᾷ σου καὶ ἐπακούοντος ἐμοῦ τοῦ ὑπὲρ αὐτῶν πρεσβευομένου. 1032 Ps 107,8–10 ̓Ωμίασις ἑρμηνεύεται Σίκημα, ε ργου σύμβολον ου σα. ὑψωθεὶς ου ν ὁ κύριος ἐπὶ τὸν σταυρὸν καὶ ἀναβεβηκώς, διεμέρισε τῶν ἀνθρώπων τὰ ε ργα ὡς τὰ μὲν δικαιῶσαι, τὰ δὲ ἀποδοκιμάσαι· κριτὴς γὰρ δίκαιός ἐστι. διὸ καὶ τὸν περίγειον τόπον, διὰ τὸ ει ναί που κάτω κοιλάδα καλούμενον τῶν ἐν αὐτῷ διατριβόντων σωμάτων ἀνθρωπίνων, σκηνώματα καλεῖται τῶν ἐνοικουσῶν ψυχῶν διαμέτρησιν τῷ καὶ τῶν κάτω καὶ τῇδε πραγμάτων προνοεῖσθαι. ἀμέλει γοῦν εἰς πάντα τὰ ε θνη ἀπέστειλε τοὺς κήρυκας τῆς ἀληθείας, κηρυχθῆναι τὸ εὐαγγέλιον δικαιώσας. Γαλαὰδ μετοικισμός, Μανασσῆς δὲ ἀπὸ λήθης, ̓Εφραῒμ καρποφορία ἑρμηνεύεται. ἐρεῖ ου ν ὁ σωτὴρ ̓Εμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς, ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀλήθειαν η ἀπὸ κακίας εἰς ἀρετὴν η γῆς εἰς οὐρανὸν μετοικιζόμενος· ἐμὸς δ' ἐστὶ καὶ ὁ λήθην τῶν καλῶν πᾶσαν ὑπερβὰς καὶ ἀπὸ ταύτης γεγενημένος. ὁ γὰρ μετὰ λήθην εἰς μνήμην ἐρχόμενος Μανασσῆς ἐστι, τουτέστι ἀπὸ λήθης ἀφεὶς καὶ καταλιπὼν τὴν λήθην καθ' η ν ἐπιλέληστο θεοῦ τῶν ἀγαθῶν. ἀλλὰ καὶ ἡ πολλὴ καρποφορία τῶν πεπιστευκότων ἐθνῶν σκέπη καὶ ἀντίληψις τοῦ σωτῆρος γέγονεν· ὡς γὰρ Παῦλος τοῖς πρὸς αὐτοῦ ὠφεληθεῖσι γράφει ὡς ει εν αὐτοῦ χαρὰ καὶ στέφανος, ου τω καὶ ὁ σωτὴρ ἀντίληψιν ε χει στέφανον αὐτοῦ πλεκόμενον τοὺς δικαιοσύνην καὶ ἀλήθειαν καρποφοροῦντας. Καὶ ̓Ιούδας δὲ βασιλεὺς αὐτοῦ ἐστιν, οὐ τῷ βασιλεύειν αὐτοῦ ἀλλὰ τῷ βασιλέα ο ντα προσοικειῶσθαι αὐτῷ. τοιοῦτος δὲ ὁ ∆αυίδ, η τάχα πᾶς ἐξομολογούμενος ἐφ' οι ς κατώρθωσεν ̓Ιούδας ἐστι ἐξομολόγησις ἑρμηνευόμενος. ̔Ο μέντοι Μωὰβ διὰ τὸ κολαστικὸς ει ναι τῶν αὐτῷ παραδεδομένων ὑπὸ κυρίου τῆς ἐλπίδος τοῦ λέγοντος λέβης ἐστίν. ὁ δὲ λέβης πολλαχοῦ τῶν προφητῶν σημαίνει κόλασιν. ἐπεὶ ου ν χρηστῇ προθέσει αἱ κολάσεις ἐπάγονται ἐλπίδα ἀγαθὴν διαδεχομένην ε χουσαι, λέβης ἐλπίδος καὶ προσδοκία ἀγαθῶν ἐστιν. ̓Επὶ τὴν ̓Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. εἰ πρόσωπον ει η τοῦ σωτῆρος τὸ ταῦτα λέγον, ἐπεὶ μεταλαμβάνεται ἡ ̓Ιδουμαία εἰς τὸ γηίνη, ἐρεῖ ἐπὶ τὴν γῆν καὶ τὰ γήινα πορείαν ποιήσασθαι· σύμβολον γὰρ 218 κεκαλυμμένης πορείας τὸ ὑπόδημα. πάλαι μὲν ου ν γυμνῇ τῇ πορείᾳ ἐχρῆτο κτίζων προνοούμενος, νῦν δὲ μετὰ σαρκὸς η ς περίκειται η καὶ ὑπόδημα αὐτοῦ τυγχάνει. ἐπειδὴ δὲ καὶ τὸ εὐαγγέλιον ὑπεδήσαντό τινες τῇ ἑτοιμασίᾳ τῆς εἰρήνης, καὶ τοῦτο τὸ ὑπόδημα πανταχοῦ διαδοθὲν ἐξετάθη ἐπὶ τὴν ̓Ιδουμαίαν καθ' ἑκατέρους τοὺς εἰρημένους τρόπους. 1033 Ps 108,6–8 Οὐ πᾶσι τὰ αὐτὰ δεξιά, ἀλλὰ τῷ μὲν σπουδαίῳ τὰ νοητὰ καὶ τὰ τῆς ἀρετῆς, τῷ δὲ φαύλῳ τὰ αἰσθητὰ καὶ τὰ τῆς κακίας· ἐν μὲν τοῖς δεξιοῖς τοῦ ἁγίου θεὸς ι σταται, ἐν δὲ τοῖς τοῦ ἁμαρτωλοῦ διάβολος. ἀλλ' ι σως ἀντερεῖ τις λέγων· Καὶ περὶ ̓Ιησοῦ τοῦ μεγάλου ἱερέως ἁγίου τυγχάνοντος λέλεκται Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. οὐκ ἐπέστησε δὲ ὁ ἀνθιστάμενος τῇ τῶν λέξεων διαφορᾷ· ἐπὶ μὲν γὰρ τοῦ ̓Ιούδα ∆ιάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ γέγραπται, ἐπὶ δὲ τοῦ μεγάλου ἱερέως Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ· τῇ γὰρ δεξιότητι τοῦ ἁγίου ι σταται μαχόμενος καὶ ἀνθιστάμενος, εἰ καὶ ἀνατρέψαι οὐχ οι ός τέ ἐστι τὸν ου ὁ θεὸς ἐν τοῖς δεξιοῖς ἐστι· τοῦ δὲ ̓Ιούδα ὡς ἐν ἰδίῳ τόπῳ τοῖς δεξιοῖς ι σταται. διὸ καὶ φαῦλός ἐστι, καὶ ε τι τὸ ἑπόμενον ἐμφαίνει τὴν πονηρίαν αὐτοῦ, τοῦ σωτῆρος εὐχομένου εἰς ἁμαρτίαν γενέσθαι τὴν τοῦ ̓Ιούδα προσευχήν. γίνεται εἰς ἁμαρτίαν προσευχὴ τῷ ἀναπέμποντι αὐτήν, ο ταν ἀποτυγχάνῃ ω ν αἰτεῖται. Ηυ ξατο γοῦν, τρόπον τινὰ προδιδοὺς τὸν διδάσκαλον, ἀφανισθῆναι τὸν λόγον αὐτοῦ καὶ σκορπισθῆναι πάντας τοὺς μαθητὰς καὶ πεπιστευκότας, ἀλλ' ἀπέτυχεν. ε δραμε γοῦν ὁ λόγος αὐτοῦ, καὶ οἱ πιστεύοντες αὐτῷ ὁσημέραι αὐξάνοντες τὴν πᾶσαν οἰκουμένην ἐπλήρωσαν. Καὶ α λλως γε γίνεταί τινι εἰς ἁμαρτίαν ἡ προσευχή, ο ταν μὴ α δεῖ ἀλλὰ α μὴ συμφέροι αὐτῷ ἀξιοῖ λαβεῖν παρὰ τοῦ θεοῦ καὶ διὰ τοῦτο κρίναντος αὐτόν, ἐπεὶ μηδὲ α πρέπει θεὸν διδόναι μηδὲ αὐτῷ λυσιτελῆ ᾐτήσατο. Παντὸς δὲ προδότου τῆς ἀληθείας γίνονται αἱ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.