Unit 51 rem close
Rem CLOSEOUT: Unit 51 CLOSEOUT.
Greek
κάθηται. οἱ δὲ πρὸς κακίαν καὶ κακοδοξίαν ἑλάσαντες ἐχθροὶ τοῦ λόγου καὶ τῆς ἀληθείας εἰσί. βούλεται δὲ καὶ τούτους ὁ πατὴρ διὰ μετανοίας ε λκων ὑπὸ τὴν πορείαν καὶ τοὺς πόδας τοῦ λόγου ποιῆσαι, ι ν' ὑποπόδιον αὐτοῦ γεγενημένοι κατὰ τὸ ἐγχωροῦν α πτωνται τῶν ποδῶν αὐτοῦ· μεθ' η ν ἁφὴν πρὸς ἀρετὴν καὶ σοφίαν εὐκινητότεροι γινόμενοι ἐξ ὑποποδίου καὶ αὐτοὶ θρόνος ε σονται. διό φησιν ὁ Παῦλος ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, α χρις ου θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ ἐνταῦθα ου ν ὁ θεός φησιν Εως α ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. κάθηται μὲν γὰρ ἐκ δεξιῶν τοῦ πατρὸς βασιλεύων εἰς ο σον οἱ ἐχθροὶ ἀντιτείνουσιν. ο ταν δὲ αὐτοὺς ὑποτάξῃ καὶ ὑποπόδιον ἑαυτοῦ ποιῆσαι ἀρχὴν ὠφελείας ἐν αὐτοῖς τεθεικώς, ὀρέγων χεῖρα ἀνάγει αὐτούς, ο πως καὶ αὐτοὶ ἐν δεξιοῖς ἀριθμηθεῖεν, οὐκέτι ου σης κακίας τότε δι' η ν ἐτύγχανον ἀριστεροί, ὡς λοιπὸν τὸν πατέρα ἐν υἱῷ καὶ τὸν υἱὸν ἐν πατρὶ ε ν ει ναι καὶ πάντας τελειωθέντας τοὺς λογικοὺς ε ν γενέσθαι πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν τοῦ θεοῦ πάντα ἐν πᾶσι γινομένου. 1039 Ps 109,3ab Νοήσεις καὶ ου τως· τὸ τῆς ἀρχῆς ο νομα βασιλείαν ἐνταῦθα σημαίνει ου σαν μετὰ τοῦ σωτῆρος ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ η μετὰ ἀνάστασιν η ν ἀνέστη ἐκ νεκρῶν· εἰ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ 220 δυνάμεως θεοῦ. η σημαίνων τὴν προσοῦσαν αὐτῷ σύμφυτον ἀρχήν, καθ' η ν κρατεῖ καὶ δυναστεύει (αυ τη δὲ ἡ τῆς δυνάμεως ἡμέρα) οὐκ ἐν τοῖς τυχοῦσιν ἀλλ' ἐν ταῖς λαμπρότησι τῶν ἁγίων καθ' α ς ε ξουσιν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτιζόμενοι καὶ λαμπρυνόμενοι ω στ' α ν εἰπεῖν Εστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ' ἡμᾶς. ̓Εὰν δὲ ἀρχὴν τοὺς ἀρχομένους λέγῃ, καθ' ο σημαινόμενον ει ρηται ̔Ο θεὸς πάσης ἀρχῆς ἐπικρατῶν, καὶ τὸ ̓Εγενήθη ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ω μου αὐτοῦ, καὶ ου τως ἐρεῖς μετὰ τοῦ ει ναι τοὺς ἀρχομένους ὑπ' αὐτοῦ ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ η καταυγάζει η λιος δικαιοσύνης ω ν. λέγει γοῦν αὐτὸς περὶ τῶν ὑπ' αὐτοῦ βασιλευομένων πρὸς τὸν πατέρα Θέλω ι να ο που εἰμὶ ἐγὼ καὶ αὐτοί εἰσι μετ' ἐμοῦ, ι να θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. 1040 Ps 109,3c Πάντες οἱ ἐκκλησιαστικοὶ οὐ νῦν πρότερον ἀλλὰ καὶ ἀεὶ πρὸς τοῦ πατρὸς τὴν προκειμένην λέγουσι φωνὴν εἰρῆσθαι συναπτομένην τῇ ἀρχῇ τοῦ ψαλμοῦ ου τως· Ει πεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ε ως α ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, –τῶν α λλων ἡμιστίχων διὰ μέσου εἰρημένων. καὶ ε οικέ γε καὶ ὁ ἀπόστολος ταύτῃ τῇ διανοίᾳ ἠκολουθηκὼς εἰρηκέναι Τίνι γὰρ τῶν ἀγγέλων ει ρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου; μονονουχὶ λέγων· Οὐδενὶ τῶν γεννητῶν ἀλλὰ τῷ μονογενεῖ υἱῷ ἑαυτοῦ μόνῳ ει πε Κάθου ἐκ δεξιῶν μου, ἐπεὶ καὶ μόνος αὐτός ἐστι μονογενὴς ω ν ἐν κόλποις τοῦ πατρός. Ιδωμεν δὲ καὶ αὐτὴν τὴν λέξιν τί βούλεται. καὶ ῥητέον γε ο τι ὁ θεὸς ἁπλοῦς μὲν καὶ ἀσύνθετός ἐστι· καὶ ο μως ου τως αὐτοῦ ὑπάρχοντος, ὁ θεῖος λόγος, ἐὰν δημιουργὸν αὐτὸν γνησίως παραστῆσαι βούλεται, ἀφ' ω ν ι σμεν, ὁμιλῶν τῶν χειρῶν αὐτοῦ λέγει ε ργα ει ναι τοὺς οὐρανοὺς καὶ τὴν α λλην κτίσιν. ου τω καὶ γνησίας γονεῖς, ο ταν λόγον ποιώμεθα, γαστέρα ὀνομάζομεν. ἐπεὶ γάρ εἰσι κυρίως τινῶν υἱοί, α λλοι δὲ εἰσποιητοὶ καὶ θετοί, ο ταν μὴ τοὺς θετοὺς ἀλλὰ τοὺς κυρίως σημαίνωμεν, λέγομεν γεννήματα γαστρὸς αὐτοὺς τῶν τεκόντων. καὶ θεὸς ου ν γνήσιον υἱὸν καὶ ἐξ ἑαυτοῦ τὸν μονογενῆ παραστῆσαι θέλων γαστρὸς μνημονεύει. ἀλλ' ω σπερ τὸ ποιεῖν αὐτὸν χερσὶ θεοπρεπῶς, ου τω καὶ τὸ γεγεννηκέναι ἐκ γαστρὸς ἀκούωμεν. ̓Αλλὰ πολλὰ μὲν τὰ χειρῶν ε ργα, ε ν δὲ τὸ μονογενὲς γέννημα γαστρός· ο θεν οὐ ταὐτὸν τὸ κτίζειν καὶ τὸ γεννᾶν ἐπὶ θεοῦ ῥητέον, ὡς οι ονταί τινες. πάντα μὲν γὰρ διὰ τοῦ λόγου καὶ ἐν σοφίᾳ γεγένηται, ἡ σοφία δὲ καὶ ὁ λόγος οὐ διά τινος ἀλλ' ἐκ θεοῦ γεγέννηται. διὸ οὐ ταὐτὸν τὸ γεννᾶν τῷ ποιεῖν· εἰ γὰρ μὴ ει χε διαφοράν, οὐδὲν ἐκώλυεν εἰπεῖν· Αἱ χεῖρές μου ἐποίησάν σε, καὶ γαστρός μου ε ργα οἱ οὐρανοί. ἀλλ' ω σπερ ἡ λέξις πολλὴν ε χει παραλλαγήν, ου τω καὶ τὰ σημαινόμενα ὑπ' αὐτῆς. ̓Αλλ' οὐκ ἀγνοοῦντι τῷ υἱῷ ταῦθ' ὁ πατὴρ λέγει, ἀλλ' ι ν' ἡμεῖς γνῶμεν τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν καὶ τοῦ υἱοῦ πρὸς τὸν πατέρα, ἀνεγράφη ταῦτα. Ωσπερ καὶ τὸ ὑπ' αὐτῆς τῆς μονογενοῦς σοφίας εἰρημένον Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, διὸ καὶ ἐνταῦθα πρὸ ἑωσφόρου
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.