Fragmenta in Psalmos Unit 52 opening
Unit 52.
Lemma-led open — γεγεννῆσθαι λέγεται, ἑωσφόρου δὲ φωτός, οὐκ αἰσθητοῦ μόνου ἀλλὰ καὶ νοητοῦ. εἰ δὲ καὶ τῶν
Greek
γεγεννῆσθαι λέγεται, ἑωσφόρου δὲ φωτός, οὐκ αἰσθητοῦ μόνου ἀλλὰ καὶ νοητοῦ. εἰ δὲ καὶ τῶν νοητῶν, πρόδηλον ο τι καὶ πάσης τῆς κτίσεως κατὰ τὸ εἰρημένον Καὶ αὐτός ἐστι πρὸ πάντων. 1041 Ps 109,4 Ωσπερ ἡμῖν ὁ σωτὴρ ο ρκον ὁρίζει ει ναι τὸ Ναὶ ναὶ καὶ τὸ Ου ου , ου τω μᾶλλον δὲ πολλῷ πλέον θεὸς ἀληθεύων ὀμνύναι λέγεται, οὐ ἀπωμοτικῷ η κατωμοτικῷ τινι χρησάμενος. ω μοσε τοίνυν ὁ κύριος καὶ οὐ μεταμελήσεται, ἐπείπερ ἀμεταμέλητα τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ· κλῆσις δὲ μεγίστη ἡ τοῦ σωτῆρος εἰς ἱερωσύνην καὶ ἀμεταμέλητον χάρισμα, ἡ ἱερωσύνη οὐ κατὰ τὴν τάξιν ̓Ααρὼν ἀλλὰ τοῦ Μελχισεδὲκ εἰς τὸν αἰῶνα. ἡ γὰρ τοῦ ̓Ααρὼν μέχρι καιροῦ διορθώσεως ἐπικειμένη μετετέθη, ῃ φησιν ὁ Παῦλος Μετατιθεμένης τῆς ἱερωσύνης ἀνάγκῃ καὶ νόμου μετάθεσις γίνεται. ἡ δὲ πρὸς τὸν σωτῆρα γεναμένη διαθήκη αἰώνιος ἀπαράβατον ε χει τὴν ἱερωσύνην, σῴζειν εἰς τὸ παντελὲς δυναμένου τούτου τοῦ ἱερέως τοὺς δι' αὐτοῦ προσερχομένους τῷ θεῷ ζῶν πάντοτε 221 εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. ου τως δὲ καὶ τὰς πνευματικὰς θυσίας, θυσίαν αἰνέσεως καὶ δικαιοσύνην ου σας, ὑπὲρ ἡμῶν προσάγει τῷ πατρί, ἀλλὰ καὶ ἑαυτὸν ὑπὲρ πάντων θυσίαν προσηγίοχεν ἐπὶ τῇ τῶν ο λων σωτηρίᾳ. 1042 Ps 109,5.6 Τοῦ πατρὸς εἰπόντος Κάθου ἐκ δεξιῶν μου τῷ υἱῷ, νῦν λέγεται Κύριος ἐκ δεξιῶν σου, ὡς φανεροῦσθαι μὴ τοπικῶς ἐκ δεξιῶν τοῦ πατρὸς ει ναι τὸν υἱόν. ἰδοὺ γὰρ α μα καὶ αὐτὸς ἐκ δεξιῶν καὶ ὁ πατὴρ αὐτοῦ ἐκ δεξιῶν ἐστιν, ο περ ἀδύνατον εἰ τοπικῶς τὸ ̓Εκ δεξιῶν νοοῖτο. ὡς ου ν ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, ου τως ὁ υἱὸς τοῦ πατρὸς δεξιός. Καὶ ὁ πατὴρ τοῦ υἱοῦ ἐκ δεξιῶν αὐτοῦ συνθλᾷ ἐν τῇ ἡμέρᾳ τῆς ὀργῆς αὐτοῦ τοὺς νοητοὺς βασιλεῖς οὐκ α λλους τυγχάνοντας ἀρχῶν καὶ ἐξουσιῶν καὶ κοσμοκρατόρων τοῦ σκότους. οἱ αὐτοὶ δέ εἰσιν ου τοι οἱ ὑπὸ πόδας τοῦ σωτῆρος τιθέμενοι ο ντες διὰ τὴν κακίαν καὶ πονηρίαν η ν ει λαντο ἐχθροὶ αὐτοῦ, πλὴν συνθλασθέντες παύσονται τοῦ ει ναι πολέμιοι, καταργουμένης ὑπὸ κυρίου πάσης ἀρχῆς καὶ πάσης ἐξουσίας τοιαύτης. ἡμέρα δὲ ὀργῆς κυρίου ὁ καιρὸς τῆς α μα πάντων κρίσεως ἐν ταῖς γραφαῖς λέγεται. Τούτων δὲ ου τως ἐπιτελουμένων, ὁ θεὸς ἐν τοῖς ε θνεσι πτώματα πληρώσει, οὐδένα κενὸν ἐῶν καὶ ἀμέτοχον τῆς ἀπ' αὐτοῦ πληρότητος τῶν ἐπὶ σωτηρίᾳ πεσόντων, ι να ἀναστῶσιν εἰς αἰώνιον ζωήν. κεῖται γὰρ αὐτὸς ου περ ἐκ τοῦ πληρώματος οἱ α γιοι εἰλήφασιν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν, καταβάλλων καὶ πίπτειν ποιῶν τοὺς φαύλην στάσιν ε χοντας τῷ κατὰ κακίαν καὶ ἀσέβειαν δοκεῖν ἱδρῦσθαι ἐπὶ τῷ ἐγεῖραι αὐτοὺς εἰς ἀνάστασιν ζωῆς, ο πως αὐτῷ λοιπὸν χρήσονται κεφαλῇ, συνθλασθεισῶν τῶν φαύλων βασιλειῶν α ς ει πε Κεφαλὰς πολλῶν, τῶν κεχυδεῶσθαι διὰ τὴν κακίαν πολλῶν καλουμένων. ἐπεὶ γὰρ οὐχ οι όν τε η ν α μα ἐκείνους καὶ αὐτὸν κεφαλὴν τουτέστι βασιλέα ε χειν πρῶτον ε τι ἐπὶ τῆς γῆς ω ν, συνθλάσας τοὺς ἐπὶ κακῷ τῶν ἐθνῶν α ρχοντας αὐτὸς νομίμως αὐτῶν βασιλεύων παντὸς ἀνδρὸς κατὰ τὸν ε σω α νθρωπον τυγχάνοντος καὶ τῆς ἀμωμήτου ἐκκλησίας κεφαλή ἐστιν. Αι τιον δὲ τούτων ἁπάντων καθέστηκε τὸ πεπωκέναι ἐκ χειμάρρου αὐτὸν γενόμενον ἐν τῇ ὁδῷ τοῦ τῶν ἀνθρώπων βίου. τοῦτο γὰρ ὁ τελευταῖος αἰνίττεται στίχος λέγων ̓Εκ χειμάρρου ἐν ὁδῷ πίεται υ δωρ· διὰ τοῦτο ὑψώσει κεφαλήν. 1043 Ps 109,7 ̔Ο χειμάρρους πολλαχοῦ ω σπερ καὶ ἐνταῦθα πειρασμὸν σημαίνει, πιεῖν δὲ ἐξ αὐτοῦ ἐστι τὸ ἀναδέξασθαι αὐτόν. πεπείραται δὲ ̓Ιησοῦς ὑπὲρ σωτηρίας γενόμενος ἐν τῇ τῶν ἀνθρώπων ὁδῷ, ω ς φησιν ὁ ἀπόστολος γράφων ω δε· ̓Εν ῳ γὰρ αὐτὸς πέπονθε πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι· ω ν καὶ βασιλεὺς ἀναδειχθείς, δοθείσης αὐτῷ ἐξουσίας ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, υ ψωσε κεφαλήν, α ρχων οὐ μόνον τῶν ἐπὶ γῆς ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς χειροτονηθεὶς ὑπὸ τοῦ πνεύματος ἐπὶ τῷ πᾶν γόνυ κάμψαι αὐτῷ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.