Unit 51 rem mid
Rem mid: Unit 51; lemma continues; reading with the letter.
Greek
ἡμέραι ὀλίγαι, α ς ει χε φωτιζόμενος, πρὶν προδῷ τὴν ἀλήθειαν. ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτιζόμενος, λαμβάνει δὲ καὶ τούτου τὴν ἐπισκοπὴν ἀντ' αὐτοῦ διδάσκαλος γινόμενος, ὁ καὶ ἐμμείνας καὶ προκόψας ἐν τῇ ἀληθείᾳ. 1034 Ps 108,14a Πατέρες τοῦ ̓Ιούδα οἱ κατὰ προδοσίαν γεννήσαντες αὐτὸν ει ναι δύνανται οι τε διὰ τῆς δόσεως τῶν ἀργυρίων εἰς τοῦτο αὐτὸν παρορμήσαντες, καὶ ε τι ὁ βαλὼν εἰς τὴν καρδίαν αὐτοῦ Σατανᾶς προδοῦναι τὸν κύριον, καὶ οἱ ε χοντες σοφίαν τούτου τοῦ αἰῶνος α ρχοντες περὶ ω ν ὁ Παῦλος Εἰ γὰρ ε γνωσαν, οὐκ α ν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. 1035 Ps 108,16c ̓Εθανάτωσε δὲ αὐτόν, αι τιος γενόμενος τοῦ εἰς θάνατον παραδοθῆναι. 1036 Ps 108,21–23 ̔Ο τὴν τοῦ δούλου μορφὴν περικείμενος ὡς πρὸς κύριον τὸν πατέρα λαλεῖ. λέγει δὲ τῷ κυρίῳ, ο πως ποιήσει μετ' αὐτοῦ ε λεος εὐεργετῶν τοὺς πιστεύοντας ο ντας αὐτοῦ σῶμα· τὰ γὰρ εἰς τὸ σῶμα αὐτοῦ γινόμενα ἑαυτῷ λογίζεται. διό φησι Ποίησον μετ' ἐμοῦ ε νεκεν τοῦ ὀνόματος σου, ἐπείπερ ἐν τούτῳ ἐλήλυθα πρὸς ου ς ἀπέστειλάς με φάσκων ̓Εγὼ ἐν τῷ ὀνόματι τοῦ πατρὸς ἐλήλυθα· ε νεκεν ου ν τούτου τοῦ ὀνόματος ποίησον, Οτι χρηστὸν τὸ ε λεός σου, εὐεργετικὸν ο ν καὶ μεστὸν ἀγαθότητος· ποίησον δέ, ἐπεὶ Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Λέγοις δ' α ν καρδίαν καὶ ἰσοψύχους αὐτοῦ τοὺς ἀποστόλους, τῶν ὑποδεεστέρων πεπιστευκότων τυγχανόντων αὐτῷ σῶμα. ἐπεὶ ου ν ἐσκορπίσθησαν οἱ μαθηταὶ σκανδαλισθέντες ἐν τῇ νυκτὶ ἐκείνῃ, ο τ' ἐπαρέστησαν ἐπὶ τῷ κρατῆσαι αὐτὸν ̓Ιούδας καὶ ὁ τῶν Φαρισαίων ο χλος, τεταράχθαι αὐτοὺς καρδίαν αὐτοῦ τυγχάνοντας συνέβη. πλὴν εἰ καὶ ἐταράχθη ἡ καρδία αὐτοῦ, ἀλλ' ου ν οὐκ ἀπέστη αὐτοῦ, περιεχομένη αὐτοῦ καὶ ε νδον ου σα τῶν μαθητῶν αὐτοῦ. ̓Αλλὰ καὶ πᾶς ὁ ταραττόμενος τὴν καρδίαν ἀπὸ λογισμῶν η παθῶν, μηδὲν δὲ πράττων η λέγων κατὰ τὴν ταραχήν, ἐρεῖ τὸ ̓Εταράχθη ἡ καρδία μου ἐντός μου. Ει τ' ἐπεὶ ἀεὶ ἐν 219 ἀνθρώποις η μελλεν ὁ σωτὴρ διάγειν (ἀνελήφθη γοῦν μετὰ ἀνάστασιν εἰς οὐρανούς), ἐρεῖ περὶ τῆς ἀνθρωπίνης ζωῆς οὐ μονίμου οὐδ' ἑστηκυίας ου σης ὡς σκιὰ ἐν τῷ ἐκλείπειν ̓Αντανῃρέθης μου ἐκτιναχθέντος ὡς ἀκρίδος· ὡς γὰρ αἱ ἀκρίδες δι' ἀσθένειαν φύσεως θᾶττον ἐκτινάσσονται σοβούμεναι, ου τω κἀγὼ ἀσθενῆ ζωὴν δι' ἀνθρώπους ἀναλαβὼν ἐπὶ τῷ σταυρωθῆναι ἐξ ἀσθενείας ταχέως ἐξεδιώχθην μετὰ ἀνάστασιν ἀναληφθείς. ∆ύναται καὶ περὶ πάντων τῶν μαθητῶν ὡς περὶ αὐτοῦ λέγειν τὸ ̓Εξετινάχθην ὡσεὶ ἀκρίδες, ἐπείπερ διωκόμενοι καὶ ἐκτινασσόμενοι πρὸς τῶν κακοῦν θελόντων οὐ ταπεινοῦνται ἀλλ' ἱπτάμενοι μετάρσιοι φέρονται. καὶ πάντες ου ν οἱ μάρτυρες ἐκτιναχθέντες ὡσεὶ ἀκρίδες, ἐάσαντες τὰ κάτω, διώκουσι τὸ βραβεῖον τῆς α νω κλήσεως. 1037 Ps 108,30.31 ̓Αποδιδοὺς δὲ τὴν αἰτίαν τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν αὐτὸν ἐπήγαγεν Οτι παρέστη ἐκ δεξιῶν πένητος· ἐμοῦ δηλονότι τοῦ ὑπὲρ πάντων πτωχεύσαντος, ο πως τῇ ἐμῇ πτωχείᾳ πλουτήσωσι. παρίσταται δὲ ἐκ δεξιῶν τοῦ πάντα δεξιῶς πράττοντός τε καὶ φρονοῦντος. πάλιν δὲ τοῦ ἐκ δεξιῶν αὐτοῦ παρεστάναι τὸν θεὸν τὴν πρόφασιν τιθεὶς λέγει Τοῦ σῶσαι τὴν ψυχήν μου. 1038 Ps 109,1bc Πληρώσαντι τὴν οἰκονομίαν ἐκ νεκρῶν τε ἀναστάντι καὶ εἰς οὐρανὸν ἀναληφθέντι τῷ υἱῷ κυρίῳ ο ντι ει πεν ὁ κύριος Κάθου ἐκ δεξιῶν μου, ε ως α ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, τουτέστιν ὁ πατήρ. Παῦλος γοῦν οι δε μετὰ τὴν ἀνάληψιν ταύτην εἰρῆσθαι τὴν φωνὴν διὰ τοῦ φάναι Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· καὶ ἑξῆς Τίνι γὰρ τῶν ἀγγέλων ει ρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου; κύριος τοίνυν ω ν ὁ πατὴρ τῶν πρὸς αὐτοῦ γεγενημένων ἁπάντων λέγει τῷ κυρίῳ τῆς κτίσεως Κάθου ἐκ δεξιῶν μου, ε ως α ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λέγει δὲ ὁ πατὴρ τῷ υἱῷ ὡς α ν ει ποι πατὴρ υἱῷ καὶ υἱὸς πατρί, οὐ γὰρ προφορᾷ χρώμενος διαλέγεται τῷ υἱῷ· αὐτὸς γὰρ αὐτοῦ νόησις ἀλήθειά τε καὶ σοφία καὶ λόγος. κάθηται δὲ ἐν τοῖς δεξιοῖς ὁ κύριος τοῦ κυρίου. οὐ τοπικῶς η σῶμα η ν η ει χεν ὁ ταῦτα λέγων, κα ν ἐν τόπῳ τὸ δεξιὸν ἐζητοῦμεν. δεξιοῖ τοιγαροῦν τοῦ θεοῦ οἱ μετέχοντες αὐτοῦ καθὸ θεὸς καὶ α γιος καὶ ἀγαθός ἐστιν· ω ν οὐκ α λλος ἡγήσεται η α μα τῷ πατρὶ βασιλεύων. τὸ γὰρ Κάθου ἐκ δεξιῶν συμβασιλεύειν τοῦ υἱοῦ δηλοῖ πρὸς τὸν πατέρα. Ει τ' ἐπὶ τῶν λογικῶν· οἱ μὲν σοφίαν καὶ ἀκραιφνεστάτην ἀρετὴν ε χοντες θρόνος εἰσὶ τοῦ θεοῦ· καὶ ἐν τούτοις καθήμενος ὁ σωτὴρ ἐν δεξιᾷ τοῦ θεοῦ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.