Fragmenta in Psalmos · §u52-rem-early

Unit 52 rem early

Rem early: Unit 52; lemma and argument toward the thesis.

Greek

ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πάσης γλώσσης ἐξομολογουμένης ο τι κύριος ̓Ιησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. ταύτης τῆς ὑψώσεως σύμβολον ὁ σταυρὸς φέρει. Πάντα δὲ ταῦτα περὶ τοῦ γενομένου σαρκὸς λόγου εἰρήσεται. εἰ γὰρ καὶ ει ς καὶ αὐτὸς τυγχάνει, ἀλλ' ου ν κατὰ τὴν ἐπίνοιαν ἁρμόσει τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ τὰ προκείμενα. 1044 Ps 110,1 Καὶ ὀλίγῳ δὲ πρότερον η ν ε γνωμεν παράδοσιν ἀρχαίων ἐθήκαμεν ἐκείνων ει ναι τοὺς μετὰ τοῦ ̓Αλληλουϊὰ ἐπιγραφομένους ψαλμοὺς τῶν ἐν τοῖς προτέροις συντεταγμένων οι ς καὶ ἐνταῦθα ἀπὸ τοῦ ΡΙ ψαλμοῦ ε ως τοῦ ΡΙΗ τὸ ̓Αλληλουϊὰ προγέγραπται, οὐ παρεμφαινομένου προσώπου ῥητοῦ ου ε καστος τούτων τυγχάνει. ἐπεὶ ου ν ὁ ΡΘ τοῦ ∆αυὶδ ἐπιγέγραπται, ἀνάγκη ο σον ἐπὶ τῇ παραδόσει αὐτοῦ καὶ τοὺς καθεξῆς ει ναι πάντας μέχρι τοῦ ΡΙΗ. καὶ ε στω καθόλου παρατήρησις αυ τη ἐπὶ πάντων τῶν ἀνεπιγράφων ψαλμῶν. Μέλλων δὲ ὁ α γιος ἀπαγγέλλειν τὰ ἐπὶ σωτηρίᾳ τῶν ο λων γενόμενα ὑπὸ κυρίου προαναφωνεῖ τὰς 222 ἐκκειμένας φωνάς. ἐν ο λῃ δὲ καρδίᾳ ἐξομολογεῖται πᾶς καὶ μόνος ὁ ἐξ ο λης καρδίας καὶ ψυχῆς καὶ διανοίας τὸν θεὸν ἀγαπήσας· καὶ πᾶσαν μὲν τὴν ἀγαπητικὴν αὐτοῦ δύναμιν εἰς θεὸν ἀποτείνας ἐξ ο λης καρδίας τὸν θεὸν ἀγαπᾷ, πᾶσαν δὲ τὴν ὑμνητικὴν καὶ εὐχαριστικὴν αὐτοῦ δύναμιν εἰς θεὸν ἀναλώσας ἐξομολογεῖται αὐτῷ ἐξ ο λης καρδίας ἐν τῇ τῶν σπουδαίων συναγωγῇ, οὐκ ἐν τῷ τυχόντι τόπῳ η μετὰ τῶν τυχόντων. ∆υνατὸν στίξαντα εἰς τὸ ̓Εν ο λῃ καρδίᾳ ἀναγνῶναι ἑξῆς ̓Εν βουλῇ εὐθείων καὶ συναγωγῇ μεγάλα τὰ ε ργα κυρίου. 1045 Ps 110,2 Καθόλου καὶ γενικῶς ὀνομαζομένου τοῦ θελήματος τοῦ κυρίου, τὰ περὶ τῶν κατὰ μέρος ε ργων αὐτοῦ ἰδικὰ θελήματα αὐτοῦ ει εν. εἰ ου ν πάντα ο σα ἠθέλησεν ἐποίησε, καθόλου ἡ ποίησις ἐξῆπται τῆς θελήσεως αὐτοῦ, τῶν καθ' ε καστα ποιημάτων ἡρμοσμένων τοῖς κατ' ει δος θελήμασι. διὸ καὶ μεγάλου ο ντος τοῦ δημιουργοῦ, μεγάλα ἐστὶ καὶ τὰ ε ργα αὐτοῦ σφόδρα ἠκριβωμένα πρὸς τὴν α ρμοσιν τῶν θελημάτων αὐτοῦ· οὐ γὰρ ὡς ε τυχεν, ἀλλ' ἐξεζητημένα εἰς πάντα τὰ θελήματα τυγχάνει ταῦτα. διὸ τῶν ε ργων ἐξεζητημένων, μὴ λεγέτω τις εἰς τί ἐκεῖνο. πάντα γὰρ εἰς χρείαν αὐτῶν ἐκτίσθη· διὸ πάντα καλὰ λίαν ἐστὶ τὰ τοῦ θεοῦ ε ργα. Εἰ δ' ε ργα θεοῦ λάβοι τις τὰ παραδόξως καὶ τεραστίως ἐπιτελούμενα (τοῦτο μὲν διὰ Μωυσέως καὶ τῶν προφητῶν, τοῦτο δὲ διὰ ̓Ιησοῦ τοῦ σωτῆρος ἡμῶν), ῥηθείη καὶ περὶ τούτων τὰ προκείμενα ῥητά. τὰς γὰρ ἀναστάσεις τῶν νεκρῶν καὶ τὰς τῶν λεπρῶν καθάρσεις καὶ ἀναβλέψεις τῶν τυφλῶν καὶ τὰ ὁμογενῆ τούτοις ̓Ιησοῦς ἐπιτελῶν συμβολικῶς ἐδήλου δι' αὐτῶν τὰς τοῦ ε σω ἀνθρώπου ἰάσεις, α περ πάντα προηγουμένως θελήματά ἐστι θεοῦ. Εἰ δὲ καὶ τὰς ἀρετὰς λάβοι τις θελήματα θεοῦ λέγεσθαι διὰ τὸ Ος ποιήσει πάντα τὰ θελήματά μου, ἐρεῖ ε ργα μεγάλα ἐξεζητημένα εἰς πάντα τὰ θελήματα τοῦ θεοῦ ει ναι τὰς κατ' ἀρετὴν ἐνεργείας. 1046 Ps 110,5.6 Καὶ κατὰ τὸ ῥητὸν μέντοι τροφὴν ἐξαιρέτως δίδωσι τοῖς φοβουμένοις αὐτὸν μετά τινος παραδοξοποιΐας, ὡς τῷ ∆ανιὴλ τὸ α ριστον τυγχάνοντι ἐν τῷ λάκκῳ τῶν λεόντων ἐν τῇ Βαβυλῶνι· ἐκ τῆς ̔Ιερουσαλὴμ τὸν ̓Αμβακοὺμ μετάρσιον α ρας η γαγεν εἰς Βαβυλῶνα κομίζοντα τὴν τροφὴν αὐτῷ τῷ ∆ανιήλ. ἀλλὰ καὶ κόραξιν ἐντειλάμενος α ρτους τὸ πρωῒ καὶ κρέας τὸ δείλης φέρειν τῷ ̓Ηλίᾳ (λιμοῦ πολλῆς τυγχανούσης) ε θρεψεν αὐτὸν φοβούμενον τὸν κύριον. Τῆς δὲ παλαιᾶς διαθήκης αὐτοῦ ε ως καιροῦ διορθώσεως δοθείσης τέλος ἀναλαβούσης, μνησθήσεται εἰς τὸν αἰῶνα τῆς κατὰ τὸ εὐαγγέλιον καινῆς διαθήκης ἀδιαδόχου μενούσης. διὸ καὶ τῷ λαῷ ου ς περιεποιήσατο τῷ ἰδίῳ αι ματι διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ̓Ιησοῦς δίδωσι τὴν ἰσχὺν τῶν ε ργων αὐτοῦ, φανερῶν αὐτοῖς οι ας δυνάμεώς ἐστιν ε καστον ω ν προσέταξεν ἐργάζεσθαι τὸν λαὸν καὶ τοὺς λόγους τῶν γεγονότων. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. ο τε πώρωσις ἀπὸ μέρους τῷ ̓Ισραὴλ γέγονε, τὸ πλήρωμα τῶν ἐθνῶν εἰς τὴν σωτηρίαν εἰσῆλθεν. ἀλλ' ἐπεὶ ἀγαθὸς ὁ θεός ἐστιν οὐκ ἀρκεσθεὶς τῷ μόνον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθεῖν εἰς τὴν ἀκήρατον καὶ δεδοξασμένην κληρονομίαν, μιμνήσκεται εἰς τὸν αἰῶνα τῆς πρὸς τοὺς υἱοὺς ̓Ισραὴλ διὰ τοὺς πατέρας αὐτῶν διαθήκης. τὴν ἰσχὺν ω ν ἐποίησεν ε ργων ἀναγγελεῖ τῷ ̓Ισραηλιτικῷ λαῷ, ι να τῆς οἰκονομίας τὴν δύναμιν θεωρήσαντες σωθῶσι καὶ αὐτοὶ μετὰ τὸ εἰσελθεῖν τὸ πλήρωμα τῶν ἐθνῶν λαμβάνοντες θεόθεν τὴν προσοικειωθεῖσαν καὶ βεβαιωθεῖσαν τοῖς ε θνεσι κληρονομίαν. 1047 Ps 110,7.8 Πολλαχοῦ τῶν θείων λογίων χεῖρα τοῦ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.