Unit 52 rem close
Rem CLOSEOUT: Unit 52 CLOSEOUT.
Greek
ἀγαθὴ οὐ τοῖς α νευ τοῦ ποιεῖν νενοηκόσιν ἀλλὰ τοῖς ποιοῦσιν αὐτὴν τυγχάνει. τοῖς 224 γὰρ ποιοῦσι τὴν σύνεσιν οὐχ ἑτέραν ου σαν τῆς ἀρετῆς ὠφέλεια ε σται, ἐξ η ς ὠφελείας μανθάνουσι τὸ ἀγαθὸν αὐτῆς. ̓Επὶ πᾶσι τοῖς ἐν τῷ προκειμένῳ ψαλμῷ θεολογηθεῖσι φέρεται τέλος μένειν τὴν αι νεσιν αὐτοῦ. τοῦτο γὰρ κατάλληλον πέρας τοῖς θεολογοῦσι τὸ λέγειν ̔Η αι νεσις αὐτοῦ (τοῦ θεολογηθέντος δηλονότι) μένει ἐπ' α πειρον. ἐπεὶ γὰρ ὁ ὑμνούμενος ἀθάνατος, ἀνάγκη καὶ τὴν αι νεσιν αὐτοῦ ἀτελεύτητον ει ναι ὡς διαρκεῖν εἰς πάντας τοὺς αἰῶνας. 1051 Ps 111,1bc ̔Ο μὴ α λλου του χάριν η αὐτῶν ε νεκα ἐνεργῶν αὐτὰς οι ον διὰ δόξαν ἀνθρωπίνην η διὰ τὸ μὴ περιπεσεῖν τῇ τοῖς ἁμαρτάνουσιν ἐπαγομένῃ κολάσει η διὰ μισθόν, ἀλλὰ δι' αὐτὸ τὸ ἀγαθὸν αἱρούμενος καὶ ἐνεργῶν–ου τω γὰρ ε σται ἀληθῶς ὁ τοιοῦτος μακάριος. 1052 Ps 111,2.3 Τοῦ μακαριζομένου ἀνδρὸς ἐπὶ τῷ τὸν τοῦ κυρίου φόβον ε χειν τὸ σπέρμα ο σπείρει εἰς τὴν ἀγαθὴν γῆν, τὴν σπουδαίαν καὶ καλὴν καρδίαν αὐτοῦ, δυνατόν ἐστιν ὡς ἑκατονταπλασίονα καρπὸν ἐνεγκεῖν. τῶν μὲν γὰρ φαύλων τὰ σπέρματα α σπείρουσιν εἰς τὴν σάρκα, τὴν ὑλικὴν καὶ γεώδη ε ξιν αὐτῶν, ἀσθενῆ (διὸ καὶ ἐκ τῆς σαρκὸς θερίζουσι φθοράν), τῶν δὲ σπειράντων εἰς τὸ πνεῦμα δυνατὸν τὸ σπέρμα, ο θεν καὶ θερίζουσιν εἰς ζωὴν αἰώνιον. ἑκάστῳ γοῦν τῶν ου τω τελείων καὶ α μα πᾶσι προστάττει ὁ λόγος Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε ἑαυτοῖς εἰς καρπὸν ζωῆς. ∆όξα καὶ πλοῦτος ἐν τῷ οι κῳ αὐτοῦ. ὁ τοὺς ̓Ιησοῦ λόγους ου ς η κουσεν εἰς ε ργα μεταβαλὼν οἰκοδομεῖ ἐπὶ τὴν πέτραν τὴν ἑαυτοῦ οἰκίαν, ἐπὶ τὸν ἀρραγῆ τοῦ θεοῦ λόγον τὰς κρηπίδας τοῦ θεωρητικοῦ καὶ πρακτικοῦ βίου ἑαυτοῦ καταβαλλόμενος. ταύτην ου ν η ν ᾠκοδόμησεν οἰκίαν ε καστος τῶν φοβουμένων τὸν κύριον ἐπὶ τῷ ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου τεθεληκέναι (τουτέστι τοῖς ̓Ιησοῦ λόγοις σφόδρα τεθεληκέναι) πληροῖ δόξης νοημάτων τῆς ἀληθείας καὶ πλούτου συγκειμένου ἐκ παντὸς λόγου καὶ πάσης γνώσεως καὶ ε ργων ἀγαθῶν. ο θεν καὶ τὸ ἐπάγγελμα τῆς δικαιοσύνης αὐτοῦ παρατείνει ἐπὶ τὸν αἰῶνα τοῦ αἰῶνος. τοιαύτας αἱ μαῖαι οἰκίας ἑαυταῖς ᾠκοδόμησαν φοβηθεῖσαι τὸν κύριον, ι να μὴ α οικοι τὴν ἐρημίαν πλανώμεναι κατὰ τὸν ̓Ησαῦ τυγχάνωσιν ἀλλ' οἰκῶσι κατὰ τὸν α πλαστον ̓Ιακὼβ οἰκίαν. Αλλοι δὲ καὶ κατὰ τὸ ῥητὸν ἐξειλήφασι τὰ προκείμενα. 1053 Ps 111,5b 1053 Οὐκ ἀνθρωπίνους δὲ τοὺς λόγους ἡγητέον ει ναι. ου ς γὰρ πιστεύονται οἰκονομεῖν λόγους, καὶ αὐτῶν πως λέγονται. προτέταχε γοῦν η ς ε τυχε προφητείας θεόθεν τις τὸ Λόγοι ̓Αμὼς οι ἐγένοντο ἐπὶ ἀκκάρων, καὶ Σολομὼν δὲ ἀπογυμνῶν τὸ πρᾶγμα Οἱ ἐμοὶ λόγοι, φησίν, ει ρηνται ὑπὸ θεοῦ. ἀμέλει καὶ τὸ θεῖον εὐαγγέλιον ὁτὲ μὲν τοῦ δεδωκότος ὁτὲ δὲ τῶν διακονούντων χρηματίζει, ἀπὸ μὲν τῶν διακονούντων ο ταν λέγῃ Παῦλος Τὸ εὐαγγέλιόν μου, ἀπὸ δὲ τοῦ ἐγχειρίσαντος ο ταν πάλιν Παῦλος λέγῃ Καθὼς δεδοκιμάσμεθα ὑπὸ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, καὶ Οτι ἀφωρισμένοι εἰς εὐαγγέλιον θεοῦ· καὶ οὐ θαυμαστόν. αὐτὸ γὰρ τὸ α γιον πνεῦμα τὸ πληροῦν τῶν θείων τοὺς ἱεροὺς α νδρας ὁτὲ μὲν θεοῦ ὁτὲ δὲ τῶν ἐχόντων λέγεται, ὡς ἐν τῷ ̓Επαναπέπαυται τὸ πνεῦμα ̓Ηλιοῦ, καὶ ̓Εν πνεύματι καὶ δυνάμει ̓Ηλιοῦ1054 Ps 111,8b ̓Αλλὰ μὴ νομίσῃς διὰ τὸ χρονικῶς εἰρῆσθαι Μέχρις ου ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μὴ σαλεύεσθαι αὐτόν, ο τι μετὰ τὴν κατάλυσιν τῶν ἐχθρῶν σαλεύεται. πῶς γὰρ α ν κλονηθείη, καθαιρεθέντων τῶν ἐχθρῶν, ὁ ἐν τῷ ἀπειλεῖν καὶ ἐπικεῖσθαι αὐτοὺς τοῦτο μὴ παθών; σύνηθες γὰρ τῇ γραφῇ ἐπὶ πολλῶν ου τω χρῆσθαι, οι ον περὶ τῆς Μαρίας φησὶ τὸ Εὐαγγέλιον μεμενηκέναι παρθένον αὐτήν, Εως ου ε τεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἀκολούθως. ἐπεὶ γὰρ προσήκει τὸ δεῖξαι α νευ γάμου ἐκ παρθένου γεγονέναι τοῦ ̓Ιησοῦ τὴν γέννησιν, εἰκότως ε νθα ἀμφίβολον η ν. μὴ α ρα φθορὰν ὑπέμεινεν ἡ παρθένος· ε φη καὶ συνείληφε· τὴν ἀμφιβολίαν ταύτην περιελὼν παρθένον αὐτὴν μεμενηκέναι μέχρι τῆς ἀποτέξεως λέγει. εἰ γὰρ μέχρι τοῦ 225 τεκεῖν παρθένος ου σα ει ρηται, οὐκ ἐξ ἀνδρὸς συνείληφεν ο προήνεγκε παρθένος ου σα τέκνον. ταύτῃ τῇ διανοίᾳ ὑπὸ θεοῦ λέγεται ̓Εγώ εἰμι, ἐγώ εἰμι, καὶ ε ως α ν καταγηράσητε, ἐγώ εἰμι. 1055 Ps 111,9c Κέρας τὸν θεόν φησι. πάντες γὰρ οἱ δίκαιοι τοῦτο θαρροῦντές φασιν ̓Εν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. καὶ ὁ μακαριζόμενος τοίνυν τοὺς ἐχθροὺς ἑαυτοῦ ἐν κυρίῳ κερατίσας τὸ κέρας ῳ αὐτοὺς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.