Fragmenta in Psalmos · §u53-open

Fragmenta in Psalmos Unit 53 opening

Unit 53.

Lemma-led open — καθεῖλεν ἐν δόξῃ ὑψούμενον ε χει. , ̓Εν τῷ μετὰ ταῦτα βίῳ τυγχανόντων τῶν ἐπαγγελιῶν τῶν ε

Greek

καθεῖλεν ἐν δόξῃ ὑψούμενον ε χει. 1056 Ps 111,10 ̓Εν τῷ μετὰ ταῦτα βίῳ τυγχανόντων τῶν ἐπαγγελιῶν τῶν ευ βεβιωκότων, τῶν ἁμαρτωλῶν ε καστος περιτυχὼν κολάσει ο ψεται ο ν ἐπόρθησε δίκαιον, καὶ ὀργισθήσεται καθ' ἑαυτοῦ ἐν μεταμελείᾳ σφοδροτάτῃ γινόμενος, ο τε καὶ βρύξει τοὺς ὀδόντας αὐτοῦ, καὶ τακήσεται ἀποβαλὼν τὸν ο γκον καὶ τὸ οι δημα τῆς ὑλικῆς καὶ σαρκικῆς ε ξεώς τε καὶ προαιρέσεως, τῆς τῶν ἁμαρτωλῶν ἐπιθυμίας ἀπολλυμένης. ἀμέλει γοῦν καὶ βρύχουσι καθ' ἑαυτῶν τοὺς ὀδόντας. συμβαίνειν ταῦτα τοῖς κολαζομένοις καὶ ὁ σωτὴρ ει πε φάσκων ̓Εκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ε σται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. ̓Αλλὰ μὴ ου τως βραδὺς ε σο ὡς αἰσθητοὺς ὀδόντας νομίζειν λέγεσθαι. ἐπεὶ μηδὲ ̓Οδόντας ἁμαρτωλῶν συνέτριψας αἰσθητῶς λαμβάνομεν, μήποτ' ου ν οἱ τραφέντες ἐν τῷ βίῳ τούτῳ τὴν κακίαν καὶ τὴν συνηρμοσμένην αὐτῇ δυσσέβειαν οι αν τροφὴν δηλητήριον ψυχικαῖς δυνάμεσί τισι τὰ α θεα δόγματα κατελέαινον οι α ὀδοῦσι καὶ μύλαις μεταμελούμενοι· ἐφ' οι ς κακῶς ἐτράφησαν αὐτὰς ἐκείνας τὰς τῆς ψυχῆς δυνάμεις δι' ω ν ε τεμνον καὶ ἐλέαινον τὴν χειρίστην τροφήν, βρύξουσι σφοδρῶς αὐτῶν καθικνούμενοι, μεμφόμενοι ἑαυτοὺς ἐφ' οι ς πράξαντες συνεσχέθησαν τῇ φλεγούσῃ τιμωρίᾳ. 1057 Ps 112,1b ̓Απολύτως εἰρημένον τὸ Παῖδες οὐκ ἐπιτρέπει νομίσαι ἀντὶ δούλων εἰρῆσθαι τοὺς παῖδας· ἁπλῶς γὰρ καὶ χωρὶς προσθήκης οἱ νέοι παῖδες καλοῦνται. οἱ δὲ δοῦλοι παῖδές τινων· ὡς γὰρ δοῦλος, ου τω καὶ τὸ παῖς πρὸς τὸν δεσπότην ε χει τὴν ἀναφοράν. πολλαχοῦ γοῦν ε στιν ἰδεῖν παῖδας ∆αυὶδ καὶ παῖδας Σολομῶντος καὶ ἑτέρων πλειόνων τοὺς δούλους αὐτῶν καλουμένους. εἰ δὲ ι σον δύναται τὸ Αἰνεῖτε, παῖδες, τῷ Αἰνεῖτε, υἱοί, καὶ αὐτὸς ἐπίστησον. δύναται γὰρ ἀκολουθίαν ε χειν τοῦ λόγου διαστελλομένου, ο τι δούλων ἐστὶ τὸ φοβεῖσθαι τὸν θεόν, υἱῶν δὲ τὸ δοξάζειν αὐτὸν διὰ τὸ ὑμνεῖν· φησὶ γὰρ ὁ θεὸς Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος φοβεῖται τὸν κύριον αὐτοῦ· καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου; καὶ εἰ πατήρ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου; 1058 Ps 112,3.4 Τάχα καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου ει εν α ν ἀνατολαί τινες καθ' α ς ἀνατέλλει. αυ ται δὲ συγγένειαν ε χουσιν (η αὐταὶ αὐταῖς τυγχάνουσι) πρὸς τὰς ἀνατολὰς ἐν αι ς ὁ παράδεισος πεφύτευται. ει εν δὲ ταύταις ταῖς ἀνατολαῖς καταλλήλως ε χουσαι καὶ δύσεις καθ' α ς ἀνατολὰς καὶ δυσμὰς αἰνεῖν τὸ ο νομα κυρίου προσήκει. ε δυνε γὰρ τῷ ̓Ισραήλ, ἀνέτειλε δὲ τοῖς πιστεύσασιν ε θνεσιν. ἐπεὶ ου ν σοφῶς καὶ δικαίᾳ κρίσει κἀκείνους ε δυνε καὶ τούτοις ἀνέτειλεν, ἀποδεχόμενοι τὰ τῆς προνοίας κρίματα πανταχοῦ καὶ ἐπὶ παντὶ ὑπὸ κυρίου γινόμενα Αἰνεῖτε τὸ ο νομα αὐτοῦ· ὑψηλὸς ἐπὶ πάντα τὰ ε θνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Καὶ ἁπλουστέρως λαμβανόμενα τὰ ῥητὰ δηλοῦσιν ὡς θεὸς τῶν πάντων προνοεῖται ὑψηλὸς ω ν οι α βασιλεὺς ἐπὶ πάντα τὰ ε θνη, ε χων καὶ ἐν τοῖς οὐρανοῖς τὴν δόξαν τῷ καὶ τῶν ἐκεῖσε λογικῶν ταγμάτων ἡγεῖσθαι. βαθυτέρῳ δὲ νῷ ἐπὶ πάντα τὰ πεπιστευκότα ε θνη ὁ κύριος ὑψηλός ἐστιν ὑμνούμενος πρὸς αὐτῶν καθαρῷ βίῳ πρακτικῷ τε καὶ θεωρητικῷ. ἐπὶ δὲ τοὺς οὐρανοὺς τοὺς μηκέτι φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ ἀλλὰ τὴν τοῦ ἐπουρανίου ἡ δόξα αὐτοῦ τυγχάνει ὡς καὶ ἀπαγγέλλειν αὐτὴν ἰδίοις μαθηταῖς· Οἱ οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ. πάντως γάρ τισιν αὐτὴν διηγοῦνται. Εἰ δὲ δύνασαι δόξαν κυρίου φάναι τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ τὸν κύριον καὶ σωτῆρα ἡμῶν, 226 ἀκολούθως ἐκλήψῃ τῷ λεχθέντι πρὸς τὸν φωτιζόμενον Καὶ ἡ δόξα τοῦ θεοῦ ἐπὶ σὲ ἀνατέταλκεν. 1059 Ps 112,5–9 Καὶ διὰ τῶν προκειμένων λέξεων προνοοῦντα τὸν πάντων θεὸν μανθάνομεν, περὶ ου ἀσυγκρίτως πρὸς πάντα τὰ γενητὰ ε χοντος ὁ α γιός φησιν Τίς ὡς κύριος ὁ θεὸς ἡμῶν; οὐδεὶς γάρ ἐστι κατ' αὐτόν, ἐπείπερ μόνος

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.