Fragmenta in Psalmos · §u52-rem-mid

Unit 52 rem mid

Rem mid: Unit 52; lemma continues; reading with the letter.

Greek

πατρὸς καλούμενον εὑρίσκομεν τὸν κύριον, ὡς ἐν τῷ ̔Η χείρ μου ἡ ὑψηλὴ ἐποίησε ταῦτα πάντα. ὁ γὰρ λόγος δι' ου τὰ πάντα καὶ ἡ σοφία ἐν ῃ τὰ πάντα ὁ πατὴρ ἐποίησε χείρ ἐστιν αὐτοῦ δημιουργήσασα τὸ πᾶν. ἀλλὰ καὶ ἐν χειρὶ κραταιᾷ ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν λαὸν ὁ θεὸς ἐν τῷ αὐτῷ υἱῷ τοῦτ' εἰργάσατο, ω ς τις τῶν ἀποστόλων γράφει ̓Ιησοῦς α παξ λαὸν ἐξ Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύοντας ἀπώλεσε. Καὶ ἐπεὶ καὶ α λλαι γραφαὶ οὐ μιᾷ χειρὶ τὸν θεὸν πεποιηκέναι 223 φασὶν ὡς ἡ λέγουσα Εργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, καὶ ἡ ἀπαγγέλλουσα Ου αἱ χεῖρες ε κτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ (συνᾴδει τούτοις καὶ ὁ εἰπὼν Αἱ χεῖρές σου ἐποίησάν με καὶ ε πλασάν με), ζητῶν τις εὐλόγως ευ ροι καὶ τὸ α γιον πνεῦμα χεῖρα τοῦ θεοῦ καλούμενον· ἐξ ου δείκνυται δημιουργικὸν ο ν τὸ πνεῦμα τὸ α γιον, ἐν υἱῷ καὶ ἁγίῳ πνεύματι τοῦ πατρὸς τοὺς οὐρανοὺς ἐργασαμένου καὶ τὴν στρατιὰν τοῦ οὐρανοῦ κτίσαντος. Τούτων δὲ τῶν χειρῶν ε ργα θεοῦ ἐν πᾶσι τοῖς ἁγίοις εὑρίσκεται τυγχάνοντα ἀλήθεια καὶ κρίσις. η ν γὰρ δίδωσιν υἱὸς ἐν πνεύματι ἁγίῳ πρακτικὴν ε ξιν, κρίσις ἐστὶ κρίνουσα καὶ μετ' ἐξετάσεως ὁρίζουσα α δεῖ αἱρεῖσθαι ἀγαθὰ καὶ φεύγειν κακά· ἀλήθεια δὲ ω ν δίδωσιν ὁ Χριστὸς διὰ πνεύματος ἁγίου καὶ κατὰ τὸ πνεῦμα λόγον σοφίας καὶ λόγον γνώσεως. Εργα ου ν τῶν τοῦ θεοῦ χειρῶν γνῶσις ἀληθείας καὶ ἠθικὴ ἀρετὴ ο ντα ἀλήθεια καὶ κρίσις· διὸ ἀκολούθως ἐπηνέχθη Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, οὐ διὰ τὸ πιστεύειν ου τως εἰρημέναι ἀλλὰ διὰ τὸ ἀμετακίνητον καὶ βέβαιον, καθ' ο σημαινόμενον γέγραπται ∆ώσω ὑμῖν διαθήκην αἰώνιον, τὰ ο σια ∆αυὶδ τὰ πιστά. Αυ ται ου ν αἱ πισταὶ ἐντολαὶ ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τυγχάνουσι διὰ τὸ θεοῦ ει ναι καὶ ἀνατραπῆναι μὴ οι ας τε ει ναι. περὶ αὐτῶν γοῦν ὁ σωτὴρ ̔Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν, ει πεν. ̓Αλλὰ μὴ λάθῃς νομίσας περὶ ἐντολῶν τῶν κατὰ τὴν σκιὰν εἰρῆσθαι τὰ προκείμενα. παρῆλθον γὰρ ἐκεῖναι μέχρι καιροῦ διορθώσεως δοθεῖσαι. περὶ γὰρ τῶν κατ' αὐτὸν πνευματικῶν νόμων ἀκούειν δεῖ τῶν προκειμένων, ὡς τὸ ἐπιφερόμενον διδάσκει ε χον ου τως· Πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. γίνονται γὰρ ἐν ἀληθείᾳ νενοημέναι κατὰ τὸ δόγμα τῆς θεοσεβείας. ἀλλὰ καὶ εὐθύτητι ἐπιτελοῦνται σὺν βελτίστῃ ε ξει φυλαττόμεναι, ὡς ε ργα χειρῶν κυρίου καὶ ταύτας ἐν ἑκάστῳ θεοσεβεῖ ἐπιτελεῖσθαι τυγχάνοντα ἀλήθεια καὶ κρίσις. μετέλαβε δὲ τὴν κρίσιν εἰς εὐθύτητα τῷ τὴν πρακτικὴν καὶ ἠθικὴν ἀρετὴν κατευθύνειν τὴν ψυχὴν καὶ κριτικὴν ει ναι πρακτέων καὶ μὴ πρακτέων. 1048 Ps 110,9ab Ην ἀπέστειλεν ὁ θεὸς λύτρωσιν τῷ λαῷ αὐτοῦ, οὐχ ἑτέρα ἐστὶ τοῦ εἰπόντος Ηλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. τῷ αὐτοῦ γοῦν τιμίῳ αι ματι χάριτι θεοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου ἐλυτρώθημεν ἐκ τῆς πατροπαραδότου ματαίας ἀναστροφῆς ἡμῶν. γέγονε γὰρ ἡμῖν ὁ Χριστὸς ω σπερ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς ἀπὸ θεοῦ, ου τω καὶ ἀπολύτρωσις, φάσκων ̓Απέστειλέ με κηρύξαι αἰχμαλώτοις α φεσιν. ἀφεὶς γὰρ τῆς αἰχμαλωσίας τοὺς ὑπὸ τοῦ διαβόλου καὶ τῆς κακίας κεκρατημένους λυτρωτὴς καὶ εὐεργέτης πάντων ἀναπέφανται, ἁμαρτήματα καὶ ἀσεβείας ἀφεὶς τῶν προσφευγόντων αὐτῷ. ̓Αλλὰ καὶ οὐκ ἀρκεσθεῖσα ἡ ἀγαθότης αὐτοῦ τῷ λελυτρῶσθαι μόνον τοὺς αἰχμαλώτους, καὶ κληρονόμους αὐτοὺς τοὺς τοῦ ἰδίου πατρός, ἑαυτοῦ δὲ συγκληρονόμους ε θετο ἐντειλάμενος αὐτοῖς διαθήκην αἰώνιον, ο πως συντόνως καὶ τελείᾳ προθυμίᾳ ἐχόμενοι αὐτῆς ἀθάνατον κληρονομίαν ἀπολάβωσι κατὰ τὰς αἰωνίους καὶ ἀφθάρτους ἐπαγγελίας. 1049 Ps 110,9c Τὸ ο νομα, φησίν, αὐτοῦ τοῖς μὲν ἁγίοις α γιον, τοῖς δὲ μὴ ἁγίοις φοβερόν. ω σπερ γὰρ ἁγίους ποιεῖ τοὺς μετέχοντας αὐτοῦ τυγχάνον πηγὴ ἁγιότητος, ου τω φοβερόν ἐστι τοῖς μετὰ τοῦ φορεῖν αὐτὸ ἁμαρτάνουσι. 1050 Ps 110,10 Ωσπερ τῆς ὁδοῦ τῆς ἀγαθῆς (αυ τη δ' ἐστὶν ἡ θεωρία τῆς ἀληθείας) ἀρχὴ τὸ ποιεῖν τὰ δίκαια ὑπάρχει, ου τως ἀρχὴ καὶ εἰσαγωγὴ εἰς τὴν θεοῦ σοφίαν οὐκ α λλην ου σαν τῆς θεωρίας τῆς ἀληθείας ὁ θεῖός ἐστι φόβος ὁ αὐτὸς ω ν τοῖς πρακτικοῖς δικαίοις ὀνομαζόμενος. ο νπερ ου ν ε χει λόγον τὸ ποιεῖν τὰ δίκαια πρὸς τὴν ἀγαθὴν ὁδόν, τοῦτον ὁ τοῦ θεοῦ φόβος πρὸς τὴν σοφίαν. δύναται τὸ ἀρχὴ ο νομα καὶ ἐνταῦθα οὐκ ἀντὶ εἰσαγωγῆς ἀλλ' αι τιον κεῖσθαι, ι ν' ῃ τὸ λεγόμενον αἰτία καὶ ἀρχὴ ὁ τοῦ θεοῦ φόβος. Καὶ ἡ α μα τῇ σοφίᾳ ταύτῃ σύνεσις

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.