Fragmenta in Psalmos · §u53-rem-early

Unit 53 rem early

Rem early: Unit 53; lemma and argument toward the thesis.

Greek

αὐτὸς καὶ ποιητὴς καὶ προνοητὴς ἁπάντων ἐστί. ταῦτα δέ φησιν οὐκ ἀπομερίζων τοῦ πατρὸς τὸν υἱὸν η τοῦ υἱοῦ τὸν πατέρα· μία γὰρ ἡ θεότης, καὶ οὐκ α λλος θεὸς ὁ υἱὸς καὶ α λλος ὁ πατήρ ἐστιν. ἐν ̔Ησαΐᾳ γοῦν πρὸς τὸν πατέρα λέγεται ̓Εν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ε στι θεὸς πλὴν σοῦ· σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃ δειμεν. εἰ γὰρ ἐν υἱῷ θεός ἐστιν α λλος ω ν παρ' αὐτόν, πῶς ἑξῆς ἐπιφέρει Καὶ οὐκ ε στι θεὸς πλήν σου; καὶ εὐθὺς Σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃ δειμεν, ὁ θεὸς τοῦ ̓Ισραὴλ σωτήρ. διὸ κα ν περὶ τοῦ πατρὸς η ν τὸ Τίς ὡς κύριος ὁ θεὸς ἡμῶν, οὐκ ἀπεσχοίνισται ὁ υἱός· ἀλλὰ κα ν περὶ τοῦ σωτῆρος, οὐ διέστηκεν ὁ πατὴρ τῷ μίαν ει ναι πατρὸς καὶ υἱοῦ θεότητα. Τίς ου ν φησιν ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν; ὡς πρὸς θεὸν γὰρ πάντα ταπεινὰ κτίσματα ποιήματα ο ντα, οὐ τὰ ἐπὶ γῆς μόνον ἀλλὰ καὶ τὰ ἐν τοῖς οὐρανοῖς. ὁρᾷ δὲ ταῦτα τὰ ταπεινὰ προνοητικῶς. ̓Αμέλει γοῦν πτωχὸν ὁρῶν ἐπὶ γῆς ῥιφέντα καὶ ἐπὶ κοπρίας πένητα η γειρε, καὶ ἀνέστησεν αὐτοὺς ἀπὸ περιεστηκότων ἐκ πενίας καὶ πτωχείας κακῶν, καὶ οὐ μέχρι τοῦ ἐγεῖραι καὶ ἀναστῆσαι, ἀλλὰ γὰρ ἐπιτείνων τὴν ἀγαθότητα καθίσαι αὐτοὺς μετὰ ἀρχόντων, ἰσοτίμους αὐτοὺς αὐτοῖς παρασκευάζων. καθίσει δὲ αὐτοὺς οὐ μετὰ ἁπλῶν ἀρχόντων ἀλλὰ τῶν ἀρχόντων τοῦ λαοῦ αὐτοῦ. καὶ εὐφραινομένην γυναῖκα τὴν πρότερον διὰ στειρότητα α τεκνον ου σαν ἐν οι κῳ κατοικήσει μητέρα γεγενημένην ἐπὶ πολυπαιδίᾳ. ∆ύναται καὶ περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ λέγεσθαι ὑπὲρ ου προφητεία ∆ιὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός. τοῦτον τοιγαροῦν τὸν πτωχὸν καὶ πένητα λαὸν ἀπὸ τῶν χαμαιζήλων πραγμάτων ἐγείρας καὶ τῆς κοπρίας τῶν ̔Ελληνικῶν μυσαγμάτων καθίσει μετὰ τῶν ἀρχόντων τοῦ ̓Ισραὴλ ο ντος αὐτοῦ λαοῦ. εἰσὶ δὲ οἱ ἀπόστολοι α ρχοντες τοῦ ̔Εβραίου λαοῦ, ου ς ει πομεν καθιζομένους ἐπὶ δώδεκα θρόνους ἐπὶ τῷ κρίνειν τὰς δώδεκα φυλὰς τοῦ ̓Ισραήλ. καὶ στεῖραν δὲ τὴν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν, α τεκνον ου σαν τὸ πρῶτον, εἰς εὐφροσύνην καλεῖ λέγων Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ο τι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον η τῆς ἐχούσης τὸν α νδρα. ἀληθῶς γὰρ πολύπαις καὶ καλλίπαις ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία γεγένηται ὑπὲρ τὴν ε χουσαν τὸν α νδρα νόμον ̓Ιουδαίων συναγωγήν. ἑκάστη δὲ ψυχὴ διὰ στειρότητα α παις ου σα κατοικίζεται ὑπὸ θεοῦ ἐν οι κῳ τῇ τοῦ ζῶντος θεοῦ ἐκκλησίᾳ, μήτηρ ε ργων μαθημάτων νοημάτων τε καὶ λόγων ἐπὶ τῷ εὐφραίνεσθαι α μα οι ς ε σχε γεννήμασιν ἀπὸ τοῦ συνοικοῦντος αὐτῇ θεοῦ λόγου. Συνέβη δὲ ταῦτα καὶ κατὰ τὴν τῆς γραφῆς ἱστορίαν. Αννα γοῦν ἡ μήτηρ Σαμουὴλ κατοικεῖσθαι ἐν οι κῳ μήτηρ λέγεται τέκνων εὐφραινομένη, ο λων ε ξ τέκνων γεναμένη μήτηρ. καὶ περὶ τῆς Σάρρας καὶ ̔Ρεβέκκας ̓Ελισάβετ τε καὶ πρὸ ταύτης τῆς μητρὸς γεναμένης τοῦ Σαμψὼν λέγοι τις εὐλόγως περὶ ἑκάστης αὐτῶν ο τι κατῴκισεν αὐτὴν μητέρα τέκνων εὐφραινομένην. 1060 Ps 113,1.2 Πρὸς δὲ διάνοιαν· ὁρῶν θεὸν νοῦς τυγχάνων τοῦ πτερνιστοῦ τῶν ἀντικειμένων τῇ ἀληθείᾳ οι κου τῆς Αἰγύπτου ἀναχωρῶν ἐπὶ τῷ μηκέτ' Αἰγυπτιάζειν μηδὲ τῶν Αἰγυπτιακῶν δεισιδαιμονιῶν περιέχεσθαι ι λεω θεὸν ε σχε τὸν ἁγιάζοντα τὴν ὁμολογουμένην γνησίως ψυχήν, ο τε καὶ ἐξουσιάσει καὶ οι α βασιλεὺς κρατήσει τοῦ διορατικοῦ· ̓Ιουδαία γὰρ ἐξομολόγησις, ̓Ισραὴλ δὲ νοῦς ὁρῶν θεὸν ἑρμηνεύεται. πρότερον μὲν ου ν ἐξομολογήσασθαι προσήκει, ι ν' εἰς ἁγίασμά τις θεοῦ γεγένηται οι κος καὶ α γιος ναὸς αὐτοῦ κατασκευαζόμενος, ι ν' ου τως τελειωθεὶς διὰ θεωρίας τῆς ἀληθείας ̓Ισραὴλ ἀποδειχθῇ γενόμενος ὑπὸ τὴν τοῦ θεοῦ 227 ἐξουσίαν ἐπὶ τῷ δυνηθῆναι, βασιλευόμενος ὑπ' αὐτοῦ, μακαρισμοῦ τυχεῖν ὀψόμενος τὸν θεὸν καρδίᾳ καθαρᾷ. 1061 Ps 113,10.11 Σοῦ, δέσποτα, ἡμᾶς εὐεργετοῦντος, οὐχ ε ξει χώραν τὰ ε θνη λέγειν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. ἐπεὶ γὰρ αὐτοὶ τοπικοὺς θεοὺς ε χουσι καὶ ἱδρυμένους που, καὶ περὶ σοῦ τοῦτο τοπάζουσι λέγοντες Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. η τάχα χλευαστικῶς τοῦτό φασιν οἰόμενοι μὴ ε χειν ἡμᾶς θεόν. ἀλλ' εἰ κἀκεῖνοι πλανώμενοι τοῦτο λέγουσιν, ἀλλ' ου ν γε ἡμεῖς ἠκριβωμένῃ ὑπολήψει ι σμεν ο τι ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ α νω ἐστίν, οὐ τοπικῶς ἀλλ' ὑπεροχῇ μεγαλειότητος φρονοῦντες. εἰ γὰρ η ν α νω τόπος, ἀλλαχόσε ει ναι ἐκωλύετο. Εστι δὲ καὶ αἰτία πᾶσι τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, ἐπείπερ ο σα ἠθέλησεν ἐποίησεν, α λλος ω ν παρὰ πάντα. διὸ οὐ περιέχεται ὑπὸ πάντων, ἀλλὰ καὶ ε ξω πάντων καὶ ἐν αὐτοῖς ὑπάρχει κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. ου τω γὰρ πληροῖ τὸν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.