Unit 53 rem close
Rem CLOSEOUT: Unit 53 CLOSEOUT.
Greek
προηγουμένην, ι ν' ου τως ει πω, ὑπεροχὴν καὶ κατάστασιν δηλοῖ ἡ τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία. 1066 Ps 113,25.26 Οὐδεὶς τῶν νεκρωθέντων τῷ ἁμαρτάνειν θεὸν αἰνεῖ (Οὐχ ὡραῖος γὰρ αι νος ἐν στόματι ἁμαρτωλοῦ), ἀλλ' οὐδὲ τῶν καταβαινόντων εἰς τὸν ᾳ δην τὸν τροπικὸν εἰς ο ν γίνονται οἱ ἀποθνῄσκοντες τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον (Οὐκ ε στι γὰρ ἐν τῷ θανάτῳ ὁ μνημονεύων θεοῦ), οὐδενὸς ἐν τῷ ᾳ δῃ ἐξομολογουμένου αὐτοῦ. Τούτων τοίνυν μὴ αἰνούντων αὐτόν, ἡμεῖς αὐτὸν αἰνοῦμεν οἱ ζῶντες καὶ τῆς αἰωνίου μετέχοντες ζωῆς, περὶ η ς ὁ σωτήρ φησιν Αυ τη δέ ἐστιν ἡ αἰώνιος ζωή, ι να γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ο ν ἀπέστειλας ̓Ιησοῦν Χριστόν. 1067 Ps 114,6 Τοὺς κατὰ τὴν ̓Ιησοῦ ἐντολὴν νηπίους ο ντας τῷ ἐστρέφθαι καὶ γεγονέναι ὡς τὰ παιδία αὐτὸς ὁ κύριος φυλάσσει, οὐκ ἐῶν προσβαλεῖν αὐτοῖς πολεμίους τῷ μήπω καιρὸν ε χειν ἀγῶνος. ο μως τοὺς ου τως τυγχάνοντας νηπίους φυλάττων, ἐμὲ ὡς ὑπεραναβεβηκότα τὴν τῶν παιδίων ἡλικίαν εἰς ἀγῶνα προβαλλόμενος ἐταπείνωσέ με καὶ ἀντὶ πολλῶν ἰσχυρῶν πειρασθῆναι ποιήσας· ω σπερ δ' ἐταπείνωσέ με, ου τω καὶ ε σωσέ με ἀνανταγώνιστον ἰσχὺν καὶ ἀκαταμάχητον πανοπλίαν ἐνδύσας με. 1068 Ps 115,1 Ταύτης τῆς λέξεως τὴν διάνοιαν ὁ ἀπόστολος Κορινθίοις Εχοντες, ε φη, τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον ̓Επίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· πνεῦμα πίστεως λέγων η τοι τὴν ε ξιν τὴν ἀπ' αὐτῆς ἐγγινομένην η τὸ ἐπιχορηγούμενον ἐκ θεοῦ τῷ πίστιν ε χοντι πνεῦμα. Τὸ ̓Επίστευσα, διὸ ἐλάλησα συνῳδὸν τῷ Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· ἐὰν ου ν φησι ὁμολογήσῃς κύριον ̓Ιησοῦν καὶ πιστεύσῃς τῇ καρδίᾳ ο τι ὁ θεὸς αὐτὸν η γειρεν ἐκ νεκρῶν, σωθήσῃ· τούτῳ γὰρ εὐθὺς ἐπηνέχθη τὸ Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, καὶ τὰ ἑξῆς. εἰς ταύτην τὴν διάνοιαν παραλήψῃ καὶ τὸ ̓Εὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε· πρότερον γὰρ πιστεύει τις, ει τα συνίησι καὶ μετὰ τοῦτο λαλεῖ, ῃ φησιν ὁ ψαλμὸς ̓Επίστευσα, διὸ ἐλάλησα. Οτε δὲ πιστεύσας ἐλάλησα ὑπερφυῆ καὶ μεγάλα, τότε τὸ μηδὲν ἐμαυτὸν ἰδὼν ἐταπεινώθην σφόδρα. τοιοῦτόν ἐστι τὸ ὑπὸ ̓Ιωάννου περὶ ̓Ιησοῦ λεγόμενον ̓Εκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. οὐ γὰρ ἀποβαλών τι ου ει χε μεγέθους ὁ ̓Ιωάννης ἠλαττοῦτο, ἀλλὰ συγκρίνων ἑαυτὸν τῇ ὑπεροχῇ τῆς 229 ̓Ιησοῦ διδασκαλίας τε καὶ πολιτείας. καὶ ὁ εἰπὼν τοίνυν μετὰ τὸ λαλῆσαι ἀπὸ ε ξεως πεπιστευκυίας ̓Εγὼ ἐταπεινώθην σφόδρα οὐ κατὰ ἀφαίρεσιν υ ψους τοῦτο πέπονθεν ἀλλ' ἐκ τοῦ μείζονα καὶ ὑπὲρ ἑαυτὸν τεθεᾶσθαι. 1069 Ps 115,6 ̓Εὰν δὲ καὶ θάνατον ὁσίων θεοῦ σημαίνηται καθ' ο ν συναποθνῄσκουσι Χριστῷ καὶ τὴν νέκρωσιν αὐτοῦ ἐν τῇ σαρκὶ περιφέρουσι, καὶ ου τω καλῶς α ν εὐχαριστεῖν διέγνω, ληψόμενος τὸ τοιούτου θανάτου σωτηρίου ποτήριον ο καὶ ἀμέμπτως πίεται ὁ ληψόμενος αὐτό, εἰ ἐπικαλοῖτο τὸ ο νομα κυρίου ἐπὶ τῷ γενναίως αὐτὸ πιεῖν. Εἰ δὲ τῶν ἐλαττόνων εἰρήκαμεν τὸ ἐπικαλεῖσθαι τὸ ο νομα κυρίου, τελείων δὲ αὐτὸν τὸν κύριον, μή σε ταραττέτω νῦν ἐπὶ τοῦ ου τως τελείου παραλαμβανόμενον· οἱ γὰρ α γιοι δι' ἀτυφίαν ο ντες ἑαυτῶν ἐλαττωτικοὶ τὰ ἐλάττονα ἑαυτοῖς διδόασιν ω ν ε χουσιν. ἀμέλει γοῦν οὐ Μωυσῆς οὐ Σαμουὴλ εἰρήκασι περὶ ἑαυτῶν ̓Επεκαλοῦντο τὸν κύριον, ἀλλ' α λλος ει πε περὶ αὐτῶν. 1070 Ps 116.1.2 Οὐκ η ν ἐντελὴς ὁ περὶ τῆς σωτηρίας λόγος, εἰ μὴ καὶ τῶν σῳζομένων ἀπειλήφει τὴν μνήμην. εἰπὼν γὰρ ἐν ἐκείνῳ ὡς τέλος ἀπολαβούσης τῆς σκιᾶς τὸ Σοὶ θύσω θυσίαν αἰνέσεως, εὐθέως εἰς αι νον καλεῖ τὰ ε θνη πάντα, ο πως καὶ ταῦτα διὰ τῶν αι νων τὴν τῆς αἰνέσεως προσάγει θυσίαν, ἀποβεβλημένου αὐτοῦ ἑνὸς ε θνους καὶ λαοῦ, ἐπείπερ ταλανίζεται ἁμαρτωλὸν ε θνος καὶ λαὸς πλήρης ἁμαρτιῶν γεγονώς· ἀλλὰ τούτου ἀποβληθέντος τοῦ ε θνους καὶ λαοῦ, ἡ ἐλεημοσύνη τοῦ θεοῦ εἰς πάντας ε φθασεν ὡς βέβαιον καὶ κραταιὸν ἐφ' ἡμᾶς γενέσθαι τὸ ε λεος αὐτοῦ. καὶ ἐπειδὴ τοῦτο ὑπῆρκται, ̔Η ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα. τὴν μὲν γὰρ σκιὰν ἡ ἀλήθεια διεδέξατο τέλος καὶ κλῆρον αὐτῇ περιορίσασα, αὐτὴν δὲ τὴν ἀλήθειαν αἰώνιον ου σαν οὐδὲν διαδέξεται τῷ μηδὲν ὑπὲρ αὐτὴν ἀλλ' αὐτὴν ὑπὲρ πάντα καθ' ὑπερβολὴν ἀσύγκριτον ει ναι. ο ρα γοῦν ὡς μετ' αἰτίας ἀποδέδωκε τὸ μένειν ἀλήθειαν εἰς τὸν αἰῶνα. 1071 Ps 116,2b Συνδιαιωνίζοντος τῇ ἀληθείᾳ τοῦ κραταιωθέντος ἐφ' ἡμᾶς ἐλέου, πολλαχοῦ δὲ τὰ ὀνόματα ταῦτα, τὸ ε λεος αὐτοῦ καὶ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.