Fragmenta in Psalmos · §u54-open

Fragmenta in Psalmos Unit 54 opening

Unit 54.

Lemma-led open — ἡ ἀλήθεια, ἐπὶ τοῦ σωτῆρος λέγεται, ω σπερ καὶ ἐν τῷ ̓Εξαπέστειλεν ὁ θεὸς τὸ ε λεος αὐτοῦ

Greek

ἡ ἀλήθεια, ἐπὶ τοῦ σωτῆρος λέγεται, ω σπερ καὶ ἐν τῷ ̓Εξαπέστειλεν ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. αυ τη τοιγαροῦν ἡ ἀλήθεια καὶ ἡ προσδοκία τῶν ἐθνῶν η ν· διὸ καὶ ἐπιλάμψασα τῷ τῶν ἀνθρώπων γένει εἰς αι νον πάντα τὰ ε θνη καὶ πάντας τοὺς λαοὺς καλεῖ, εὐχαριστεῖν διδάσκουσα τῷ πατρὶ τῷ κραταιώσαντι τὸ ε λεος αὐτοῦ καὶ μένειν ποιήσαντι τὴν ἀλήθειαν αὐτοῦ ε ως τοῦ αἰῶνος. 1072 Ps 117,1 ̓Επεὶ ἀγαθὸς ω ν ὁ θεὸς βούλεται τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ η τὸν θάνατον αὐτοῦ, ο σοι ὑπεύθυνοι ἁμαρτίας ἐστέ, τὴν ἐκ μετανοίας ἐξομολόγησιν ἐπ' αὐτῷ ποιούμενοι ε ξετε αὐτὸν ἀφιέντα τὰ ὑπὲρ ω ν ἐξομολογεῖσθε. τὸ γὰρ ε λεος αὐτοῦ ἀχώριστον αὐτοῦ τυγχάνον εἰς τὸν αἰῶνα ει η, ἐπείπερ καὶ η ν ἀεί, ἐλεοῦντος αὐτοῦ οὐ νῦν πρότερον ἀλλὰ καὶ πάλαι α νωθεν, ἐξομολογουμένων αὐτῷ πάντων τῶν πεῖραν ἐχόντων τῆς ἀγαθότητος αὐτοῦ. 1073 Ps 117,5–9 ̔Ο ἐν θλίψει γενόμενος δίκαιος οὐ τοσοῦτον παρακαλεῖ περὶ τοῦ ἐκτὸς αὐτῆς γενέσθαι, ἀλλ' ο πως γενναίως καὶ ἱλαρῶς αὐτὴν ἐνέγκῃ. καὶ γὰρ ὁ ἐν σταδίῳ πρὸς ἀντιπάλους θλιβόμενος οὐ τὸν ἀγῶνα ευ χεται αὐτῷ παρελθεῖν, ι να μὴ ἐξαγώνιος γένηται, ἀλλὰ παρακαλεῖ τὸν παιδοτρίβην συνεργεῖν αὐτῷ, ο πως ἐγκαρτερῶν τοῖς ἐπιφερομένοις πρὸς τοῦ ἀντιπάλου ἐλπίδι νίκης καὶ στεφάνου προσηνῆ δόξῃ ει ναι τὰ δι' ω ν ἀποδίδοται ὁ στέφανος. Καὶ δύναται μὲν περὶ θνητῶν διαφόρων λέγεσθαι τὸ Οὐ φοβηθήσομαι τί ποιήσει μοι α νθρωπος, περὶ δὲ ἀοράτων πολεμίων τὸ Κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου· οι τινες ἐχθροὶ καὶ τοὺς ἀνθρώπους ἐπεγείρουσι καθ' ἡμῶν ἐκπολεμοῦντες αὐτοὺς πρὸς ἡμᾶς καὶ φονικῶς διατιθέντες καθ' ἡμῶν. εἰ δὲ 230 καὶ τὸ Οὐ φοβηθήσομαι τί ποιήσει μοι α νθρωπος ἐπὶ τὸν διάβολον ἀναφέρεται διὰ τὸ ̓Εχθρὸς α νθρωπος ἐποίησε τοῦτο, φανερὸν δ' ο τι τὸ ἐπισπεῖραι τὰ ζιζάνια καὶ τὸ Σὺ δὲ ει α νθρωπος καὶ οὐ θεός, συνεπίσκεψαι. ̓Αγαθὸν πεποιθέναι ἐπὶ κύριον η πεποιθέναι ἐπ' α νθρωπον, καὶ τὰ ἑξῆς· οὐ καθάπαξ τὸ πεποιθέναι καὶ ἐλπίζειν ἐπὶ κύριον συνκρινόμενον τῷ πεποιθέναι ἐπ' α νθρωπον καὶ ἐλπίζειν ἐπ' α ρχοντας ἀγαθόν ἐστιν. ἁπλῶς γὰρ καὶ κυρίως ἀγαθὸν τοῦτο. τὸ δὲ ἐπ' α νθρωπον καὶ α ρχοντα πεποιθέναι καὶ ἐλπίζειν οὐκ ἀγαθόν, ἀλλὰ πρὸς τοῦς ἐπ' ἀνθρώπῳ πεποιθέναι καὶ ἐν α ρχοντι ἐλπίζειν σπουδάζοντας ἡ τοιαύτη προσάγεται παίδευσις, ο πως μάθωσιν ἐπὶ τὸν ἀεὶ μένοντα καὶ ἰσχυρὸν ο ντα καὶ παντοδυνάμενον θεὸν πεποιθέναι καὶ μὴ ἐπ' α νθρωπον θνητὸν καὶ ῥᾷστα φθειρόμενον. ε στιν ο τε καὶ τῇ γνώμῃ παλίμβολον ο ντα· ἀντὶ γὰρ τοῦ βοηθεῖν ε στιν ο τε καὶ βλάψει μεγάλα τὸν ἐπ' αὐτῷ πεποιθότα· διὸ μακάριος ὁ πεποιθὼς ἐπὶ κύριον ἀκαταίσχυντος διαμένων, κατὰ τὸ ̓Επὶ σοί, κύριε, η λπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. 1074 Ps 117,10–13 Εἰ μὴ ὑπερβολικῶς ει ρηται, ἀδύνατον τὸ ἐπαγγελλόμενον· πῶς γὰρ ε να α νδρα ἐν τῇ ̓Ιουδαίᾳ διατρίβοντα πάντα τὰ ε θνη ἐκύκλωσαν καὶ κυκλοῦντά γε αὐτὸν πολεμοῦντες, καὶ τῷ ὀνόματι κυρίου ἠμύνατο αὐτούς; αὐτὸ γὰρ ο πλον καὶ ἀσπὶς καὶ φρούριον τοῦ φοροῦντος αὐτὸ γίνεται. ἐπίστησον δὲ εἰ μὴ παραπλησίως τῷ Εἰς τὰς πρωΐας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς δυνατὸν νοῆσαι τὰ προκείμενα τῷ κυκλοῦσθαι τὸν σπουδαῖον ὑπὸ πνευμάτων πονηρῶν ὑποβαλλόντων τοὺς σαρκὸς γαργαλισμοὺς καὶ τὰ α λλα πάθη μετὰ πάντων τῶν τῆς σαρκὸς ε ργων, ε τι μὴν λόγους ἀθέους ἀνασκευάζοντας σοφιστικῇ δεινότητι τὰ τῆς ἀληθείας δόγματα. ἀλλ' ὁ ευ τονος καὶ ἰσχυρὸς καὶ τῇ τοῦ θεοῦ καθωπλισμένος προσηγορίᾳ ἀνατρέψει τὰ ε θνη πάντα εἰς φυγὴν τρέπων, ἐσθ' ο τε δὲ καὶ ἀναιρῶν αὐτά. ὁ γὰρ ἀντὶ ο πλου καὶ ξίφους χρησάμενος τῷ τοῦ θεοῦ ὀνόματι ἐκκόψει τὰς παθητικὰς ὁρμὰς μετὰ καὶ τῶν τεταραγμένων λογισμῶν, ἀλλὰ καὶ λύων καὶ ἀνατρέπων τὰ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.