Fragmenta in Psalmos · §u53-rem-mid

Unit 53 rem mid

Rem mid: Unit 53; lemma continues; reading with the letter.

Greek

οὐρανὸν καὶ τὴν γῆν. Εἰ δὲ πάντες οἱ οὐρανοὶ καὶ τὰ ἐν αὐτοῖς η τε γῆ καὶ πάντα τὰ ἐν αὐτῇ θελήσει θεοῦ εἰς οὐσίαν η λθεν, ἀσεβῶς σφόδρα διανοούμενοί τινες ἐξάπτουσι τὴν υ παρξιν τοῦ υἱοῦ τῆς τοῦ πατρὸς θελήσεως, ε να ποιοῦντες αὐτὸν τῶν ἐν τοῖς οὐρανοῖς θελήσει πατρὸς οὐσιωμένων. ἀλλὰ ἀκουέτωσαν οἱ δυσσεβεῖς ὡς τὴν κτίσιν μόνην ἐξήρτησε τῆς βουλήσεως τοῦ θεοῦ. καταλλήλως γὰρ ε χει τὸν ποιητὴν α βούλεται δημιουργεῖν (ο θεν καὶ ὁ ̓Ιάκωβος συνῳδᾷ γράφων Βουληθεὶς ἀπεκύησεν ἡμᾶς, ε φη λόγῳ θεοῦ, λόγῳ ἀληθείας εἰς τὸ ει ναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων καὶ ποιημάτων) ἡ θέλησις τοῦ θεοῦ εἰσακτική. οὐ κτίσμα δὲ οὐδὲ ποίημα ὁ υἱός, οὐσίας ἀλλ' οὐ βουλήσεώς ἐστι γέννημα. εἰ γὰρ βουλήσεως υἱός, η ν α ν καὶ εἰκὼν καὶ χαρακτὴρ τῆς θεοῦ βουλήσεως· ἀλλὰ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ καὶ εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου οἱ θεῖοι λόγοι φασίν. εἰ ου ν χαρακτὴρ τῆς ὑποστάσεως καὶ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ υἱός, εἰκότως γέννημα τῆς οὐσίας τοῦ θεοῦ τοῦ ἀοράτου καὶ τῆς ὑποστάσεως αὐτοῦ ὁ μονογενὴς ει η. καὶ ο ρα γε τοὺς βουλήσει γεννωμένους λόγῳ ἀληθείας τούτου τυγχάνοντας, αὐτὸς δὲ ὁ λόγος καὶ ἡ ἀλήθεια, ὁ μονογενὴς τοῦ θεοῦ. ἐπεὶ μὴ λόγῳ ἀληθείας κυΐσκεται, αὐτός ἐστιν ἡ βούλησις τοῦ πατρός· ῳ γὰρ τρόπῳ σοφία καὶ ἀλήθεια, ου τω καὶ θέλησίς ἐστι τοῦ θεοῦ. ταὐτὸν γοῦν ἐστιν ἐν σοφίᾳ καὶ θελήσει πάντα ποιῆσαι. 1062 Ps 113,17–19 Τὸ πᾶν διορατικὸν γένος διὰ τὸ νοῦν ε χειν ὁρῶντα θεὸν (οι κος ̓Ισραὴλ χρηματίζει διὰ τοῦ τυγχάνειν ἐκκλησία θεοῦ ζῶντος) η λπισεν ἐπὶ κύριον, πρὸς οὐδὲν ε τερον ω ν οἱ α λλοι α νθρωποι ἐλπίζουσιν ε χον τὴν προσδοκίαν. καὶ ὁ οι κος δὲ τῶν θεραπευόντων τὸ θεῖον τῷ τυγχάνειν ἱερεῖς η λπισεν ἐπὶ κύριον μείζονι καὶ τεθεωρημένῃ παρὰ τὸν ̓Ισραὴλ ἐλπίδι· τῶν γὰρ ὑπεραναβεβηκότων θεωρίᾳ καὶ πράξει μείζων ἡ ἐλπὶς μειζόνως αἰτούντων βοηθὸν καὶ ὑπερασπιστὴν αὐτὸν ε χειν. ἀλλὰ καὶ πάντες οἱ φοβούμενοι τὸν κύριον (ου τοι δέ εἰσιν οἱ προσήλυτοι καὶ προστεθέντες τῷ νόμῳ ἀπὸ τῶν ἐθνῶν) ἐλπίσαντες καὶ αὐτοὶ ἐπὶ κύριον βοηθὸν καὶ ὑπερασπιστὴν αὐτὸν ε χειν ἐπικαλοῦνται. 1063 Ps 113,20.21 Πάντων γὰρ μνημονεύει θεὸς τῶν αὐτῷ μεμνημένων. διό φησιν ̓Επελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. ὁ γὰρ ἐπιλανθανόμενος τοῦ θείου νόμου εὐθέως καὶ τοῦ δεδωκότος αὐτὸν ἐπιλανθάνεται, μνημονεύσας δέ τινος θεὸς εὐθὺς εὐλογημένον αὐτὸν ἀποφαίνει διδοὺς πνευματικὰς καὶ ἐπουρανίους εὐλογίας κατὰ ἀναλογίαν ου ε χει τις μεγέθους πίστεως· ω σπερ τὰ α λλα τῶν χαρισμάτων, ου τως καὶ τὰς εὐλογίας διδούς. ̓Επίστησον δὲ εἰ Τοὺς μικροὺς μετὰ τῶν μεγάλων ἐπὶ μόνων τῶν φοβουμένων τὸν κύριον δεῖ λαβεῖν η καὶ ἐπὶ πάντων τῶν εἰρημένων ταγμάτων, ου σης καὶ ἐν τούτοις διαφορᾶς καθ' η ν οἱ μὲν μεγάλοι οἱ δὲ μικροί. 1064 Ps 113,23 Εὐλογημένοι δὲ τῷ κυρίῳ ἐσμὲν τῷ τὸν οὐρανὸν καὶ τὴν γῆν πεποιηκότι. αὐτὸς γάρ ἐστιν ου τοὺς νόμους φυλάττομεν. ι να γὰρ μὴ νομίσῃ τις α λλου τινὸς τοὺς χρησμοὺς ει ναι ου ς Μωυσῆς διηκονήσατο, ἀκολούθως ὁ ἱεροφάντης πρὸ τῆς τῶν 228 νόμων δόσεως τὰ περὶ τῆς κοσμοποιΐας παραδέδωκε, δι' η ς διδάσκει ε να θεὸν ει ναι, πάντα δὲ τὰ τοῦ κόσμου μέρη καὶ αὐτὸν ει ναι γενητά. 1065 Ps 113,24 ̔Ο δὲ βαθύτερον καὶ ταῦτα θεωρεῖν βουλόμενος ἐρεῖ ει ναί τινα ἐξαιρέτως ἐν τῇ γραφῇ λεγόμενον οὐρανὸν θεῷ προσῳκειωμένον, ἐν ῳ μόνος ὁ θεός· θεὸν δὲ λέγω περὶ τῆς τριάδος διανοούμενος. τούτου τοῦ οὐρανοῦ πόρρω που οὐ τόπῳ ἀλλ' οὐσίας ἰδιώματι τυγχάνει τὰ γενητά, κα ν ἐν τοῖς οὐρανοῖς ῃ ταῦτα. ἀμέλει πρὸ παραβάσεως ὁ διάβολος, ω ν ἐν οὐρανῷ ὡς κάτω που τοῦ οὐρανοῦ τούτου τυγχάνων, ε λεγεν Εἰς τὸν οὐρανὸν ἀναβήσομαι καὶ ἐπάνω τῶν α στρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· ει ρηται γὰρ αὐτῷ ταῦτα πρὶν ἐκπεσεῖν τοῦ οὐρανοῦ· αυ τη γοῦν καὶ αἰτία τῆς καταπτώσεως αὐτοῦ μνημονεύεται. εἰς τοῦτον τὸν οὐρανὸν οὐδεὶς ἀναβέβηκεν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ἐπεὶ κἀκεῖθεν ἀποσταλεὶς ἐλήλυθε φάσκων Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. ἀλλὰ καὶ τὸ α γιον πνεῦμα ἐκ τούτου ἀπεστάλη τοῦ οὐρανοῦ, ῃ ὁ Πέτρος φησὶν Α δὴ ἀνηγγέλη ἡμῖν διὰ τῶν εὐαγγελισαμένων ἡμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ. ε νθα γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ α γιον πνεῦμα. ἀλλ' ἐπίστησον ἀκριβῶς μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν περὶ τούτων νόησιν, οὐρανὸν τοπικὸν καὶ μετάβασιν ἐκεῖθεν κατὰ φορὰν γινομένην ὑπολαβών· θεοῦ γὰρ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.