Fragmenta in Psalmos · §u54-rem-early

Unit 54 rem early

Rem early: Unit 54; lemma and argument toward the thesis.

Greek

σοφιστικῶς κατεσκευασμένα ἀπατηλὰ δόγματα. ̓Εκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τὰ ἑξῆς· ὁμοιότητα φέρει πρὸς τὰς μελίσσας κηφήνων τὸ γένος· αυ ται γὰρ εἰ καὶ μείζους τῶν μελισσῶν τῷ ο γκῳ τυγχάνουσιν, ἀλλ' ου ν γε ἀπατῶσι τοὺς ἀνιστορήτους ὡς ου σαι μέλισσαι· ου τε δὲ μελισσουργοῦσιν η πλάττουσι κηρὸν οὐδ' αυ κέντρον ε χουσι τὸ ἀλεξοῦν τὰ βλάπτειν ἐπιχειροῦντα τὸν κηρόν. ἐκ τοῦ ἐναντίου δὲ ἐσθίοντες τὸ μέλι ἐκπολεμοῦσι κατ' αὐτῶν τὰς μελίσσας ὡς χρησαμένας κατ' αὐτῶν τῷ ἰδίῳ κέντρῳ σωρηδὸν ἀναιρεῖν τοὺς κηφῆνας ὡς λυμηναμένους τῷ καρπῷ αὐτῶν. ἐστὶν ου ν πρὸς ἀλληγορίαν ἡ μελισσουργοῦσα καὶ κηροπλαστοῦσα μέλιττα ἡ τιμήσασα τὴν τοῦ θεοῦ σοφίαν ἐκκλησία, η ς ἐργάτιδος ου σης ποθεινῆς τυγχανούσης καὶ ἐπιδόξου τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· καίπερ ου σης τῇ ῥώμῃ ἀσθενοῦς τῷ τὸ κήρυγμα αὐτῆς μὴ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις ει ναι, ο μως δ' ε χει τὸ κέντρον ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως θεοῦ τῆς πίστεως τὸν λόγον ε χουσα, ὡς καὶ ἀναιρεῖν κηφήνων δίκην τὰς αἱρέσεις διχοτομοῦσα αὐτὰς ἐλέγχῳ τῆς ἀληθείας. καὶ μία μὲν ἡ τιμήσασα τὴν σοφίαν μέλισσα, πολλαὶ δὲ αἱ ἀποστᾶσαι τοῦ τιμᾶν τὴν σοφίαν τοῦ θεοῦ οὐ μέλισσαι ἀλλ' ὡς μέλισσαι τυγχάνουσαι, α ς ει ναι κηφῆνας λέγων οὐχ ἁμαρτήσεις κυκλούσας ὡς κηρίον ἐπὶ τῷ ἀναλῶσαι τὸ περὶ αὐτὸ μέλι καὶ ἐκκαυθείσας ὡσεὶ πῦρ ἐν ἀκάνθαις. ἐξάπτουσι γὰρ οἱ ἀπὸ τῶν αἱρέσεων καὶ τὸ τῶν αἰσχρῶν καὶ ἐπιθυμιῶν πῦρ, ῃ φησιν ὁ Παῦλος Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. ἀκάνθας δὲ τὰς ἡδονὰς ἡρμήνευσε τὸ Εὐαγγέλιον. Ομως δὲ εἰ καὶ ἐκύκλωσαν τὸν σοφὸν ὡσεὶ κηρίον μέλισσαι καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, ἀλλ' ου ν αὐτὸς τῷ ὀνόματι κυρίου ἠμύνατο αὐτούς. οὐ γὰρ ἀζήμιος μόνον ε μεινεν, ἀλλὰ καὶ καθεῖλεν αὐτῶν πάντα σοφιστικὸν λογισμόν, ἀλλὰ καὶ πᾶν υ ψωμα ἐπαιρόμενον 231 κατὰ τῆς γνώσεως τοῦ θεοῦ, ἐπείπερ τὰ ο πλα αὐτοῦ οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ οὐχ ε τερα ο ντα τῆς τοῦ θεοῦ προσηγορίας ἠμύνατο αὐτούς. 1075 Ps 117,14b Γενόμενος εἰς σωτηρίαν ὁ κύριος οὐκ ἀρχὴν οὐσιώσεως δέχεται· ἀΐδιος γὰρ καὶ αἰώνιός ἐστι. γίνεται δὲ εἰς σωτηρίαν κατὰ τὸ ἀναλαμβάνειν σχέσιν τὴν πρὸς τοὺς σῳζομένους. ο θεν πάντα γεγονέναι τὸν Χριστὸν λέγοντα ταῦτα ὑποβάλλεται τῇ διανοίᾳ· οὐ γὰρ γέγονε θεὸς λόγος οὐκ ἀλήθεια οὐ σοφία οὐχ υἱός, ἀλλὰ γέγονεν ἡμῖν σοφία, οὐχ ἁπλῶς γενόμενος σοφία ἀλλ' αὐτὸ τοῦτο ἡμῖν δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ω ν γὰρ ἁπλῶς καὶ ἀϊδίως ταῦτα ἡμῖν γεγονέναι κατὰ ἀναφορὰν τὴν πρὸς ἡμᾶς λέγεται· ου τω καὶ χριστὸν καὶ κύριον πεποίηκεν αὐτὸν ὁ θεός, χριστὸν μὲν τουτέστι βασιλέα καὶ ἱερέα τοῖς βασιλευομένοις καὶ τοῖς ὑπὲρ ω ν προσάγει τὰς θυσίας. ἀλλὰ καὶ τοῖς δουλεύειν ἐθέλουσιν αὐτῷ κύριον καὶ καθόλου τὰ σχετικῶς περὶ αὐτοῦ λεγόμενα ου τω διανοούμενος οὐκ ἀσεβήσεις. 1076 Ps 117,15a Σκηνὰς δὲ δικαίων νοήσεις τὰς παρὰ τῷ πατρὶ μονὰς κατὰ τὴν ἀπόδοσιν τῶν ἐπαγγελιῶν, περὶ ω ν ὁ σωτήρ φησιν Οταν ἐκλίπῃ (δηλονότι ὁ μαμωνᾶς), δέξονται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. ἐν ταύταις ταῖς σκηναῖς πάντες εἰσὶν οἱ δίκαιοι ἀγαλλιώμενοι· τετύχασι γὰρ τῶν προσδοκωμένων ἀγαθῶν. ο θεν καλῶς ει ρηται Φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἐν σκηναῖς δικαίων, ἀποδρασάσης λύπης καὶ στεναγμοῦ. Εἰ δὲ καὶ τὰ σώματα τῶν δικαίων σκηνὰς αὐτῶν ἐρεῖς ἀφθάρτων καὶ πνευματικῶν ἀποδοθεισῶν αὐτοῖς, οὐκ ἀμφισβητήσεις ὡς καὶ ἐν ταύταις ταῖς σκηναῖς αὐτῶν φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ε σται. Φέρεται Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας τῷ ὡς ἐν ταῖς προειρημέναις σκηναῖς ἀγαλλιᾶσθαι τοὺς δικαίους ἐπὶ τῷ αἰωνίαν σωτηρίαν ἀπειληφέναι οὐκ α λλην ου σαν τῆς αἰωνίου ζωῆς. 1077 Ps 117,15b–17 Αυ τη τοιγαροῦν ἐποίησε δύναμιν τοῖς μετειληφόσιν αὐτοῦ, ὡς ε καστον φάναι Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. αυ τη τὸν μετέχοντα ὑψοῖ καὶ μετεωρίζει, ὡς φαιδρότερον καὶ μειζόνως ὑπὸ τῆς δεξιᾶς κυρίου δυναμωθέντα καὶ δεύτερον εἰπεῖν ∆εξιὰ κυρίου ἐποίησε δύναμιν. διό φησιν Οὐκέτι θνήξομαι τὸν ἑπόμενον τῇ κακίᾳ θάνατον, ἀλλὰ ζήσομαι μετασχὼν τῆς ἐναντίας τοῦ πονηροῦ θανάτου ζωῆς ἐπὶ τῷ ἐκδιηγήσασθαι τὰ τοῦ θεοῦ εἰς ἐμὲ γενόμενα θαυμαστὰ ε ργα. ποιεῖ δὲ δύναμιν ἡ δεξιὰ αὐτοῦ ἐν παντὶ τῷ δεξιὰ φρονοῦντι καὶ πράττοντι ἀλλὰ καὶ ὑψοῖ αὐτὸν ὡς καὶ δευτέραν γενέσθαι ἐν αὐτῷ τῆς προτέρας δυνάμεως δύναμιν ἐφ' ῃ ἀθανασίαν κεκτημένος ἐρεῖ τὸ Οὐκ ἀποθανοῦμαι, ἀλλὰ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.