Unit 56 rem close
Rem CLOSEOUT: Unit 56 CLOSEOUT.
Greek
̔Ιερουσαλὴμ διὰ τὸ βασιλεύειν δυναστεύουσαν εἰρηκέναι πάντα ἐχθρὸν πρότερον πολεμοῦντα δυναστείᾳ καθελοῦσαν ὡς εὐθηνίαν ει ναι λοιπὸν ἐν ταῖς πυργοβάρεσιν. ου τοι δὲ μεγάλοι πύργοι εἰσὶν ἐν τοῖς τείχεσι κατασκευαζόμενοι τοῦ ἀποσκοπεῖν χάριν τοὺς ἐρχομένους πολεμίους. βαρεῖς γὰρ ἐπιχωρίῳ ε θει παρὰ Σύροις αἱ μεγάλαι οἰκίαι καλοῦνται, αι τινες καὶ υ ψος προσλαβοῦσαι ἐπὶ τῶν τετειχισμένων πόλεων τὴν θέσιν ε χουσαι πυργοβάρεις καλοῦνται. ο ταν τοίνυν τῇ δυναστείᾳ ἑαυτῆς ῃ ἀπὸ θεοῦ ε σχε χρησαμένη ̔Ιερουσαλὴμ καθυποτάξῃ τοὺς ἀντιταγμένους, εἰρήνη ποιήσει ἀκολουθῆσαι καὶ ἐν ταῖς πυργοβάρεσιν αὐτῆς εὐθηνίαν ει ναι. Ει εν δ' α ν κατ' ἀλληγορίαν πυργοβάρεις οἱ δι' υ ψος τῆς πολιτείας καὶ θεωρίας τῆς ἀληθείας μὴ μόνον σκοποῦντες τοὺς ἐρχομένους ἐπὶ πόλεμον ἐχθροὺς ἀλλὰ καὶ υ ψωθεν ἐν τοῖς ἐλεγχοῖς βάλλοντες αὐτούς. 1158 Ps 121,8.9 Κατὰ θεωρίαν δὲ ὁ ἐκ θεοῦ γεννηθεὶς τῷ ποιεῖν δικαιοσύνην καὶ πιστεύειν ο τι ̓Ιησοῦς ἐστιν ὁ Χριστὸς ἀδελφοὺς ε χει τοὺς τὰ αὐτὰ ἐνεργοῦντας καὶ πιστεύοντας, πλησίον δὲ τοὺς ὑποδεεστέρους τῇ ποιήσει τῆς δικαιοσύνης καὶ τῇ πίστει ̓Ιησοῦ Χριστοῦ προσερχομένους. Πλὴν ε νεκα ἀμφοτέρων τούτων τῶν ταγμάτων τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν πλησίον, λέγω περὶ τῆς ἀποδοθείσης ̔Ιερουσαλήμ, εἰρήνην λαλεῖν φησιν, εἰρηνικὴν ει ναι εὐχόμενος αὐτῶν τε καὶ τῶν ἀδελφῶν καὶ τῶν πλησίον πατρίδα, ἀλλὰ καὶ ε νεκα τοῦ οι κου κυρίου τοῦ θεοῦ ἑαυτοῦ ἐκζητεῖν τὰ κυρίως ἀγαθὰ τῇ ̔Ιερουσαλήμ. οι κον δὲ κυρίου τοῦ θεοῦ λέγει ἐφ' ο ν α ν ἀναβαίνειν η ρξατο, ε νεκα τούτου ζητῶν ἀγαθὰ τῇ ̔Ιερουσαλὴμ τὴν τῶν θείων ἐντολῶν τήρησιν καὶ τῆς ὀρθῆς πίστεως σὺν ἀληθείᾳ κατανόησιν. 1159 Ps 122,2 ∆υνατὸν δούλους εἰς χεῖρας κυρίων τοὺς ὀφθαλμοὺς ε χοντας ἐκλαβεῖν τὰ ε θνη τὰ ὑπὸ τοὺς ἀγγέλους οἰκονομούμενα κατὰ τὸ Εστησαν ο ρια 242 ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, παιδίσκην δὲ εἰς χεῖρας τῆς κυρίας τοὺς ὀφθαλμοὺς ε χουσαν τὴν ἐκ περιτομῆς συναγωγήν, παιδίσκην διὰ τὸ τῆς δουλείας πνεῦμα εἰρημένην· κυρίαν δὲ αὐτῆς τὴν α μωμον καὶ α σπιλον τοῦ θεοῦ ἐκκλησίαν λέγων τις οὐ σφάλλεται. ἀλλ' ἡμεῖς οὐκ εἰς χεῖρας ἐκείνων τῶν κυρίων ε χομεν ἀλλὰ πρὸς κύριον τὸν θεὸν ἡμῶν οἰκτείροντα καὶ ἐλεοῦντα ἡμῶν. 1160 Ps 123,4a Οὐ πευστικῶς δὲ τὸ Αρα ἀλλὰ συλλογιστικῶς λέγει. ἀνυπόστατον δὲ υ δωρ τῷ μὴ α ν τινα ὑποστῆναι αὐτὸ χωρὶς τοῦ Χριστοῦ δύνασθαι. εἰ δὲ τὴν κακίαν σημαίνοι τις ἀνυπόστατον υ δωρ, ῥητέον ἀνυπόστατον εἰρῆσθαι τὴν κακίαν τῷ μὴ ει ναι οὐσίαν καὶ ἰδίαν ὑπόστασιν· συμβεβηκὸς γὰρ ου σα ἐν τοῖς ἐνεργοῦσιν ὑφίσταται, καθ' ἑαυτὴν υ παρξιν οὐκ ε χουσα. 1161 Ps 124,1 Ωσπερ τὸ τῆς Σιὼν ο ρος α σειστον καὶ ἀμετακίνητον (ε στι δ' ὁ τοῦ θεοῦ λόγος), ου τω καὶ οἱ ἐπὶ τὸν θεὸν πεποιθότες ἀμετακίνητον στάσιν ε χουσι, μιμηταὶ αὐτοῦ σπεύδοντες ει ναι. οὐ γὰρ περὶ τοῦ αἰσθητοῦ ο ρους τὸ προκείμενον λέγεται ὁμοίως πάντων τῶν ὀρῶν ο ντων ἀκλονήτων, ἀλλὰ περὶ ἐκείνου περὶ ου προστάττον τὸ πνεῦμα τῷ προφήτῃ φησὶν ̓Επ' ο ρος ὑψηλὸν ἀναβάθητι, ὁ εὐαγγελιζόμενος Σιών. τῆς γὰρ σκοπευτικῆς τῶν ἀγαθῶν τῆς ἁγίας ἐκκλησίας Σιὼν ου σης ἑρμηνευομένης σκοπευτήριον, ὑψηλὸν ο ρος ὁ θεὸς λόγος αὐτὸς ω ν καὶ τὸ τῆς ἐπουρανίου Σιὼν ο ρος περὶ ου ει ρηται ̓Αλλὰ προσεληλύθατε Σιὼν ο ρει καὶ πόλει θεοῦ ζῶντος, ̔Ιερουσαλὴμ ἐπουρανίῳ. κατορθώσωμεν τοίνυν τὴν πρὸς θεὸν πεποίθησιν ἐπὶ τῷ καὶ μακαρισμοῦ τυχεῖν καὶ τῶν α λλων ἐπαγγελιῶν, προτρεπομένης τῆς προφητείας τῆς ω δε ἐχούσης· Καὶ πεποιθὼς ε σῃ ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς. ἀρχὴ γὰρ τοῦ ἀναβιβασθῆναι ἐπὶ τὰ ἀγαθὰ τῆς τῶν ζώντων καὶ πραέων γῆς ὑπὸ θεοῦ ἐστὶ τὸ πεποιθέναι ἐπ' αὐτόν. Τὴν ἐκκλησίαν δὲ χρηματίζουσαν ε στιν ἰδεῖν ἐν τῷ Φωτίζου φωτίζου, ̔Ιερουσαλήμ, ̔Ιερουσαλὴμ ᾠκοδομημένη ὡς πόλις. διὸ ὁ τελείως καὶ γνησίως φρονῶν τὰ τῆς ἐκκλησίας κατοικεῖν αὐτὴν λεχθήσεται εἰς τὸν αἰῶνα, οὐ σαλευθησόμενος οὐδὲ τῆς οἰκειώσεως ταύτης μεθιστάμενος τῷ βεβαίως καὶ ἀμετακινήτως παρειληφέναι τὰ πρακτέα καὶ φρονητέα. καὶ κυρίως αὐτὴν κατοικεῖν εἰς τὸν αἰῶνα ῥηθείη ὁ ζῶν καὶ πιστεύων εἰς τὸν κύριον, εἰς τὸν αἰῶνα οὐ τεθνηξόμενος τῷ τὴν αἰώνιον ζωὴν ἐντεῦθεν ἠρραβωνίσασθαι. εἰ δὲ ῥαθυμήσαιέν ποτε ὡς ἐνδοῦναι τῇ προσοχῇ καὶ τῷ πόθῳ πρὸς τὸ ἀγαθόν, μετακινήσεται τῆς οἰκήσεως· διὰ τοῦτό φησιν ἐν Παροιμίαις ∆ίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει. 1162 Ps 124,2 Ορη δὲ ῥηθεῖεν τῆς νοητῆς ̔Ιερουσαλὴμ τὰ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.