Fragmenta in Psalmos · §u57-open

Fragmenta in Psalmos Unit 57 opening

Unit 57.

Lemma-led open — ὑψηλὰ τῆς ἀληθείας δόγματα καὶ οἱ διῃρημένοι θεσμοὶ καὶ κανόνες ἐκκλησιαστικοί, καὶ πρὸς τ

Greek

ὑψηλὰ τῆς ἀληθείας δόγματα καὶ οἱ διῃρημένοι θεσμοὶ καὶ κανόνες ἐκκλησιαστικοί, καὶ πρὸς τούτοις οἱ α γιοι πάντες, οὐχ οἱ πρὸ τῆς ἐπιδημίας μόνοι ἀλλὰ καὶ οἱ μετὰ ταύτην· ε καστος γὰρ τούτων ο ρος ἐστὶ περὶ τὴν ἐκκλησίαν τυγχάνων, ὡς ἀπὸ πάντων αὐτῶν ε να κύκλον συνεχῆ καὶ ἀδιάστατον γενόμενον ἐν μέσῳ ε χειν τὴν ἐκκλησίαν. καὶ πρὸς τούτοις α γγελοι ει ναι δύνανται, παρεμβάλλοντες κύκλῳ τῶν φοβουμένων τὸν κύριον, τὰ κύκλῳ τῆς ̔Ιερουσαλὴμ ο ρη. Μεῖζον δὲ τῆς ἐκ τῶν ὀρῶν ἀσφαλείας ὑπάρχει τῷ λαῷ τῷ κατοικοῦντι τὴν ̔Ιερουσαλὴμ δι' η ν μάλιστα οὐ σαλεύεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν αὐτῇ, τοῦ κυρίου κύκλῳ γινομένου αὐτοῦ. κύκλῳ δὲ γίνεται ὁ κύριος οὐ τοπικῶς καὶ σωματικῶς ε νδον τινὰς περιορίζων, ἀλλὰ μετεχόμενος ὑπ' αὐτῶν καὶ ἐπὶ πᾶσι συνὼν αὐτοῖς, οὐ κατὰ μόνον τὸν παρόντα αἰῶνα ἀλλὰ καὶ τὸν μέλλοντα. 1163 Ps 124,3 1163 Καὶ σκοπὸς μὲν τῇ ῥάβδῳ ταύτῃ βιάσασθαι ἐπὶ ἀνομίαν ἐκτεῖναι τὰς χεῖρας τοὺς δικαίους, θέλημα δὲ τοῦ κυρίου τὸ ἐπὶ δικαιοσύνην ἐκτείνειν τοὺς δικαίους τὰς χεῖρας ἐπαίροντας αὐτὰς ὁσίως χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. 1164 Ps 124,4 ̓Αγαθοί εἰσιν οἱ τὴν γνώμην ἐξ ἀρετῆς 243 ὠφελημένοι καὶ εὐθεῖς τῇ καρδίᾳ οἱ ἀληθῶς καὶ ὀρθῶς τὰ τῆς εὐσεβείας φρονοῦντες. διαφέρουσι δὲ ου τοι οὐ τῇ ὑποστάσει ἀλλὰ τῇ ἐπινοίᾳ. οἱ γὰρ κατοικοῦντες εἰς τὸν αἰῶνα τὴν ̔Ιερουσαλὴμ ἀκλονήτως πρακτικοὶ καὶ γνωστικοὶ α μα ο ντες ἀγαθοὶ καὶ εὐθεῖς τῇ καρδίᾳ εἰσίν. ἀγαθύνει δὲ αὐτοῖς ὁ θεός, διδοὺς ἀγαθὰ αἰτοῦσιν αὐτὸν προσθήκην πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς σὺν μετουσίᾳ θείων χαρισμάτων παρεχομένοις ἐπὶ τῷ καὶ εἰς τὰς ἐπουρανίους ἐπαγγελίας καὶ βασιλείαν οὐρανῶν εἰσαγαγεῖν αὐτούς. 1165 Ps 124,5a.β Τὸ ̓Απάξει τὸ παραδώσει φησίν, αι ς ει λαντο ε χειν ἐπιθυμίας εἰς ἀκαθαρσίαν καὶ εἰς πάθη ἀτιμίας καὶ εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. ε φη δὲ καὶ ἐν ψαλμοῖς Καὶ ἐξαπέστειλα αὐτοῖς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. ἀπάξει τοίνυν τοὺς ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν ἐπὶ τῷ δειχθῆναι φανερῶς τίνες ο ντες ἐλάνθανον, ὡς δοκεῖν τὴν ἀνομίαν μὴ ποιεῖν, καίτοι κατ' αὐτὴν διακείμενοι. δηλοῦται τὸ ψεκτὸν τῶν στραγγαλιῶν καὶ ἐν τῷ προφήτῃ, τοῦ θεοῦ λέγοντος τῷ εἰς νηστείαν ἐρχομένῳ ∆ιάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ο πως ὀρθῶς ἐπιτελῇ αὐτὴν καὶ μετὰ τῆς ὀφειλούσης ε ξεως. 1166 Ps 124,5c ̔Η δὲ ὑπερέχουσα πάντα νοῦν εἰρήνη ἡ μετὰ θείας χάριτος διδομένη ὑπὸ θεοῦ πατρὸς καὶ κυρίου ̓Ιησοῦ Χριστοῦ ὑπάρξεται παντὶ καὶ μόνῳ νοῦν ε χοντι χρηματίζοντι ̓Ισραήλ, ἐπευχομένου τοῦ ὑμνοῦντος. 1167 Ps 126 αργ ̓Ογδόη τῶν ἀναβαθμῶν ᾠδή· αἰνιττόμενος τὰ μυστήρια τῆς ἐν ὀγδοάδι ἀναστάσεως τοῦ κυρίου * τῷ Σολομῶν ἀναγέγραπται, τῷ ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα γεγενημένῳ εἰρηνικῷ ἀληθῶς * ο ντι. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν τῶν σῳζομένων, φάσκων Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. * τὰ κατάλυσιν παντὸς ἐχθροῦ καὶ πολεμίου εἰρηνι * ειν καὶ τὸν οι κον τοῦ θεοῦ θεμελιοῦντι καὶ οἰκοδομοῦντι, ου τὸ σύμβολον φέρων ὁ ἐκ τοῦ ∆αυὶδ γεννηθεὶς Σολομῶν, πολλῆς εἰρήνης γενομένης ἐν ταῖς ἡμέραις αὐτοῦ, τὸν ἐν τῇ ̓Ιουδαίᾳ ναὸν τοῦ θεοῦ ᾠκοδόμησεν. 1168 Ps 126,1 Οὐχ η ττον δὲ τῶν α λλων γραφῶν καὶ οἱ προκείμενοι στίχοι προνοητὴν ἁπάντων τὸν κύριον τέθεινται, τῶν ἀνθρωπίνων σπουδῶν ματαίων γινομένων, εἰ μὴ τύχοιεν τὸ κατάλληλον τέλος ἐκ θεοῦ ἀπολαβοῦσαι· ο θεν τι ποιοῦντες μὴ τὸ ο λον ἑαυτοῖς δῶμεν, ἀλλὰ τῷ τελειοῦντι θεῷ, μηδ' αὐτῷ τὸ πᾶν ἐάσαντες α πρακτοι διατελῶμεν. ἑκάτερα γὰρ αἱ προκείμεναι δηλοῦσι λέξεις, τότε ἐξ ἡμῶν καὶ τοῦ θεοῦ, ματαίως λέγουσαι τὸν οἰκοδομοῦντα α νευ θεοῦ, οὐ τὸν μηδ' ο λως ἐνεργοῦντα. 1169 Ps 126,2 Νοήσεις δὲ καὶ ου τως· οἱ καταξαινόμενοι ταῖς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.