Unit 57 rem early
Rem early: Unit 57; lemma and argument toward the thesis.
Greek
φροντίσι τοῦ βίου τῷ τοῖς αὐτοῖς διδόναι τῶν σπουδαζομένων α ρτον ὀδύνης ἐσθίουσι συνεχῶς. διὸ καὶ στεροῦνται τῶν ἀγαπητῶν τοῦ θεοῦ παραινούντων καὶ συμβουλευόντων μετρίως τούτων ἐφικέσθαι τῷ κυρίῳ ει ναι τὸ τέλος καὶ ἡ πρόνοια. ἐπὰν ου ν καταφρονησάντων τῶν εἰς εὐσέβειαν ἐγειρόντων ἀγαπητῶν τοῦ θεοῦ υ πνος γένηται αὐτοῖς τοῖς ἀγαπητοῖς τοῦ θεοῦ εἰς ἰδίαν ἀνάπαυσιν τραπέντων η καὶ μετατεθέντων ἀπὸ τοῦδε τοῦ βίου καὶ τῆς γρηγόρσεως αὐτοῦ συνισταμένης κατὰ τὸ ζῆν τὸ κοινόν, τὸ τηνικαῦτα οἱ προειρημένοι τὸν α ρτον τῆς ὀδύνης ἐσθίουσιν· ἀτελῶς πάντα τὰ σπουδαζόμενα ποιοῦσι μάτην ὀρθρίζοντες καὶ ἐγειρόμενοι μετὰ τὸ καθῆσθαι, ἀνηνύτων καὶ τῆς καθέδρας καὶ τῆς στάσεως καὶ τῆς ε ξω ἀναστάσεως αὐτοῖς γενομένων. ἠδύναντο γὰρ μὴ ματαίως ταῦτα ποιεῖν μηδ' α ρτον ὀδύνης ἐσθίειν, εἰ προσεῖχον τοῖς θεοῦ ἀγαπητοῖς πρὶν λαβεῖν ἐκ θεοῦ τὸν υ πνον. καὶ οἱ εἰς θεοσέβειαν δὲ ἰέναι δοκοῦντες, εἰ φωτίζεσθαι παρ' ἑαυτοὺς οἰηθεῖεν, εἰς μάτην ὀρθρίζουσι· τοῖς γὰρ μὴ λέγουσιν ̓Εκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός, εἰκότως τοῦτο λεχθείη. ἀλλὰ καὶ εἰς μάτην διεγείρουσιν ἑαυτοὺς εἰς ἐνέργειαν δῆθεν τῶν καλῶν, μεθ' η ν πάλιν καθήμενοι καὶ διαναπαυόμενοι οὐκ ἐκ θεοῦ ἀλλ' 244 ἐξ ἑαυτῶν οἰόμενοι τοῦτο κατορθοῦν. ἐκ θεοῦ δὲ τοῦτ' ε χειν ὁμολογεῖ ὁ φάσκων τῷ κυρίῳ Σὺ ε γνως τὴν καθέδραν μου καὶ τὴν ε γερσίν μου. δέον δὲ καὶ τὴν χαρὰν ε χειν καὶ εὐφροσύνην ἐσθίοντα τὸν στηρίζοντα καρδίαν ἀνθρώπου α ρτον· σὺν ὀδύνῃ ἐσθίουσιν αὐτὸν ἐκ λύπης καὶ ἐξ ἀνάγκης, ἀλλ' οὐχ ἱλαρῶς προσερχόμενοι τῇ χρήσει αὐτοῦ. διὸ πάμπαν ἀτελεῖς ου τοι καὶ μάτην πάντα ποιοῦντες. 1170 Ps 126,3 Καὶ ἡ μὲν προτέρα αὐτοῦ κληρονομία ̓Ισραὴλ ἐγενήθη· Σχοίνισμα γὰρ κληρονομίας αὐτοῦ ̓Ισραήλ· υἱὸς η ν πρωτότοκος θεοῦ λέγοντος Υἱὸς πρωτότοκός μου ̓Ισραήλ· ει ς δὲ υἱὸς οἱ πάντες ἐτύγχανον διὰ τὸ σύμφωνον καὶ ἡνωμένον τῆς γνώμης καθ' ε να νόμον * βιοῦντες. δεύτεροι δὲ μετ' ἐκείνους υἱοὶ περὶ ω ν ει ρηται ὑπὸ τοῦ πατρὸς τῷ σωτῆρι Αι τησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ε θνη τὴν κληρονομίαν σου. ἐξ ἀμφοτέρων δὲ τῶν δύο κληρονομιῶν μία γέγονεν, η ν δεικνύων ἐν τῷ υἱῷ τὸ πνεῦμά φησιν ̓Ιδοὺ ἡ κληρονομία κυρίου υἱοί, πάντες τὸ πνεῦμα τῆς υἱοθεσίας ε χοντες καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ θεοῦ γεγεννημένοι. Μισθὸς δέ ἐστιν αὐτῇ, τοῦ ἐπιδημήσαντος κυρίου τυγχάνοντος καρποῦ τῆς γαστρὸς τῆς παρθένου. ει ρηται γοῦν πρὸς αὐτὴν ὑπὸ τῆς ̓Ελισάβετ Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καρπὸς δὲ κοιλίας ὠνόμασται τὸ μὴ ἐξ ἀνδρὸς ει ναι ἀλλ' ἐκ μόνης τῆς Μαρίας, πνεύματος ἁγίου ἐπελθόντος αὐτῇ καὶ τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιάσης αὐτήν. οἱ γὰρ ἐκ τῶν πατέρων σπορὰν ε χοντες ἐκείνων εἰσὶ καρποί· ει ρηται γοῦν πρὸς ∆αυὶδ ̓Εκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου, διδάσκοντος αὐτὸν τοῦ λόγου μὴ ἐπιλείψειν τὴν βασιλείαν αὐτοῦ ὡς τὴν τοῦ Σαοὺλ ἀλλ' ἐκ τῆς διαδοχῆς αὐτοῦ ταύτην διευθύνεσθαι. Εἰ δὲ καὶ καρπὸς τῆς γαστρὸς τοῦ πατρὸς δύναται ει ναι ὁ υἱὸς ἀκολούθως τῷ ̓Εκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, συνεπίσκεψαι. 1171 Ps 126,4 Τίς δὲ ὁ δυνατὸς ὁ ἱκανῶς ἐκπέμπων τὰ βέλη ω στε εἰς ἀγάπην σοφίαν τε καὶ ἀλήθειαν τρῶσαι η ὁ σωτήρ, περὶ ου γέγραπται Τὰ βέλη σου ἠκονημένα, δυνατέ; παραπλησίως αὐτῷ τοξεύοντες οἱ υἱοὶ τῶν ἐκτετιναγμένων οἱ ἐκ τῶν ἁγίων ἀνδρῶν γεγεννημένοι. ἐκτετιναγμένοι δὲ ου τοι τυγχάνουσι πᾶσαν κόνιν ὑλικῶν καὶ χοῦν κινήσει λογικῇ ἀποπεμψάμενοι· ο θεν καὶ πο * διορατικὴν ψυχὴν προσβάλλειν τῷ εἱρμῷ τῆς ἀκολουθίας τῶν δογμάτων δυναμένην. καὶ διὰ τοῦτο τὴν εἰρήνην ὁρῶσαν προτρεπόμενος ὁ λόγος εἰς τοῦτο παρακαλεῖ λέγων ̓Εκτίναξαι τὸν χοῦν σου, ̔Ιερουσαλήμ. ̓Επειδὴ καὶ πατρίῳ ε θει τῶν ̔Εβραίων ἐκτετιναγμένοι καλοῦνται οἱ νέοι καὶ πρὸς πόλεμον δυνατοί, ὡς ἀπὸ τοῦ ̓Εσδρὰ μανθάνομεν, εἰκότως οἱ τὸν νέον α νθρωπον ἐνδυσάμενοι τῷ ἐκτετινάχθαι ἀπ' αὐτῶν τὸν παλαιὸν α νθρωπον α μα ταῖς πράξεσιν αὐτοῦ, μιμηταὶ τοῦ δυνατοῦ γινόμενοι ἐν ταῖς πράξεσιν αὐτῶν σὺν λόγῳ γινομέναις χερσὶν αὐτῶν καλουμέναις, ε χουσι τὰ βέλη τοὺς ἠκονημένους λόγους ου ς βάλλειν οι οί τέ εἰσιν. ε χει δὲ τὰ τοῦ ̓Εσδρὰ περὶ ἐκτετιναγμένων ῥητὰ ου τως· Καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης η μισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ε ργον, καὶ η μισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τόξα καὶ οἱ θώρακες καὶ οἱ α ρχοντες ὀπίσω παντὸς οι κου ̓Ιούδα τῶν οἰκοδομούντων ἐν τῷ τείχει, καὶ τὰ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.