Fragmenta in Psalmos · §u62-rem-early

Unit 62 rem early

Rem early: Unit 62; lemma and argument toward the thesis.

Greek

ου ν α ματαίως προφέρουσι καὶ ὑπὲρ ω ν ἀθέως καὶ ἀσεβῶς διάκεινται υ δατα τυγχάνει πολλά· μιμεῖσθαι γὰρ δι' ω ν διδάσκουσι βούλονται τὸν εἰπόντα Ει τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ Ος α ν πίῃ ἐκ τοῦ υ δατος ου ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ ο ρα γε ἐν τούτοις ὡς ἑνὸς ο ντος υ δατος ου δίδωσι ̓Ιησοῦς· τοῦτο δὲ η ν τὸ πνεῦμα ο η μελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. τὰ υ δατα τῶν ἑτεροδόξων δι' ω ν μιμοῦνται τὸν ὑπὸ τοῦ κυρίου ποτισμὸν πολλά ἐστι διὰ τὸ ποικίλα καὶ ἀσύμφωνα τυγχάνειν καὶ μὴ πρὸς ε ν ἀναφέρεσθαι τέλος· διάφορα γὰρ καὶ τὰ τέλη καὶ αἱ ἀρχαὶ τῶν φρονημάτων αὐτῶν. ̓Εξαπόστειλον τοίνυν, φησὶν ὁ ψαλμῳδός, τὴν ποιητικὴν καὶ φυλακτικὴν τῶν ο λων χεῖρα ἐπὶ τῷ ἐξελέσθαι καὶ ῥύσασθαί με ἐκ τῶν πολλῶν ὑδάτων καὶ τῆς χειρὸς τῶν ἀλλοτρίων υἱῶν· κατὰ κοινοῦ γὰρ τὸ ἀλλότριον ληπτέον κατά τε υἱῶν καὶ ὑδάτων. ∆υνατὸν δὲ τὸ ἐξ ὑδάτων πολλῶν ῥυσθῆναι εἰπεῖν τῶν πονηρῶν δυνάμεων καὶ τοῦ διαβόλου τοῦ βασιλέως πάντων τῶν ἐν τοιούτοις υ δασιν, ἐξαιρεθῆναι δὲ καὶ ἐκ χειρὸς τῶν ἀλλοτρίων υἱῶν τῶν ἐνεργουμένων ὑπὸ τῶν ἀνθρώπων. 1249 Ps 143,9b.10 Σύγκειται καὶ συνήρμοσται τὸ δεκάχορδον ψαλτήριον ἐξ ἐνεργείας τῆς δεκαλόγου· ἑκάστη γὰρ τῶν δέκα ἐντολῶν χορδή ἐστι μουσικῶς συντεθειμένη ἐν ο λῳ τῷ ὀργάνῳ. Βασιλεῖς δὲ νοήσεις, φησίν, καὶ τοὺς 266 αἰσθητῶς κρατοῦντας τῶν ἐθνῶν καὶ τῆς οἰκουμένης. εἰ γὰρ οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, οἱ σῳζόμενοι βασιλεῖς ἐκ θεοῦ τὴν βασιλείαν ε χουσιν. ευ δὲ καὶ τὸ φάναι ∆ιδόντι σωτηρίαν τοῖς βασιλεῦσιν. ἐπεὶ γὰρ ἀεὶ παρ' αὐτοῦ τοῦ σῴζεσθαι ε χουσιν, οὐ δο * σωτηρίαν ἐπαύσατο, ἀλλ' ἀεὶ καὶ δέδωκε καὶ δώσει καὶ δίδωσι. τὰ δ' αὐτὰ καὶ περὶ τοῦ λυτρουμένου καὶ οὐ λυτρωσαμένου καὶ αυ λυτρωσομένου. 1250 Ps 143,12 Χρηστέον τοῖς προκειμένοις πρὸς ἀποτροπὴν κόσμου. περὶ γὰρ τῶν ἐκκλησιαστικῶν γυναικῶν ὁ Παῦλος γράφει, ο πως μετὰ αἰδοῦς καὶ σωφροσύνης προσευχόμεναι κοσμῶσιν ἑαυτὰς τοῖς τῆς θεοσεβείας ε ργοις ἀλλὰ μὴ περιθέσει χρυσίων καὶ μαργαριτῶν καὶ πλοκῇ τριχῶν περιέργων. Θεωρήσεις δὲ τὰ εἰρημένα καὶ ἐπὶ τῶν ἑτεροδόξων. ὁ λόγος γὰρ αὐτῶν μαχαίρας δίκην ἠκόνηται ἐπὶ τρώσει καὶ ἀναιρήσαι τῶν μὴ ἐνδυσαμένων τὴν πανοπλίαν τοῦ θεοῦ. χρῶνται δὲ ταύτῃ τῇ πονηρᾷ ῥομφαίᾳ οἱ προειρημένοι τῷ ματαιότητα λαλεῖν ο ντες ἀλλότριοι υἱοί. δύνανται ει ναι υἱοὶ αὐτῶν αἱ θεῖαι νοήσεις α ς ε χουσι παραβαλλομένας νεοφύτοις ω ν τὸ ἰσχυρὸν ἐν νεότητι ἀλλ' οὐκ ἐν τελειότητι, θυγατέρων αὐτῶν τυγχανουσῶν ω ν προφέρονται λέξεων καλλωπιζομένων καὶ περικοσμουμένων λείᾳ συνθέσει καὶ τῷ ᾠδικῷ τῆς φράσεως. διὸ καὶ ὁμοίωμα ναοῦ ἀλλ' οὐ ναός εἰσιν· οὐ γὰρ ε χουσιν ἐν ἑαυτοῖς θεῖον νοῦν ω σπερ αἱ τῶν θείων γραφῶν λέξεις· ναὸς γὰρ αυ ται θεοῦ εὑρισκομένου ἐν αὐταῖς τοῖς ὀρθῶς ἐντυγχάνουσιν. 1251 Ps 144,1 ̔Υψοῖ δὲ τὸν θεὸν ὁ ὀρθῶς καὶ ἀληθῶς θεολογῶν, μεγάλα καὶ ὑψηλὰ περὶ θεοῦ διαλαμβάνων. λέγει δὲ τὴν αι νεσιν τὴν προκειμένην ὁ διὰ τὸ ἐξ ε ργων καὶ πίστεως γεγονὼς τοῦ ̓Αβραὰμ τέκνον, ου θεὸς ὁ πάντων αι τιος ει ναι ὁμολογεῖ φάσκων πρὸς αὐτὸν ̓Εγὼ θεὸς σός. ου τος δὲ θεοῦ α νθρωπος γεγονὼς τῷ τὸν θεὸν αὐτοῦ χρηματίζειν φυγὼν πᾶσαν βασιλείαν πονηρὰν ὑπ' αὐτοῦ τοῦ θεοῦ βασιλεύεται, ο θεν καὶ εἰπεῖν δυνήσεται Σὺ ει αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου. ε χοντος δὲ τὴν ψυχὴν ἀθάνατον λέγειν ε στιν Εὐλογήσω τὸ ο νομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. εὐλογεῖ δὲ τὸ ο νομα τοῦ θεοῦ καὶ βασιλέως αὐτοῦ ὁ ἐν τῷ φορεῖν αὐτὸ πράττων καὶ λέγων καὶ φρονῶν τὰ οἰκεῖα τῇ ἐπικληθείσῃ ἐπ' αὐτὸν θεοῦ προσηγορίᾳ, ἀρξάμενος τοῦ εὐλογεῖν ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος ἐπὶ τῷ ποιεῖν αὐτὸ ε ως τοῦ αἰῶνος· εἰ γὰρ νῦν ἐκ μέρους γινώσκων καὶ μερικῶς τοῦ ἀγαθοῦ μετέχων εὐλογεῖ τὸ ο νομα τοῦ εὐεργετοῦντος, πολλῷ μᾶλλον εὐλογήσει αὐτὸ ἐπιστάντος τοῦ τελείου ἀγαθοῦ καὶ τῆς πρόσωπον πρὸς πρόσωπον γνώσεως τοῦ θεοῦ. 1252 Ps 144,4a ̔Ρηθείη δ' α ν καὶ περὶ τῶν ἐκ περιτομῆς καὶ ἐξ ἐθνῶν πεπιστευκότων Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ε ργα σου, δεόντως ο ντα ἐπαινετὰ τῷ ἰδίῳ λόγῳ, ὡς καὶ αὐτὸν τὸν ποιητὴν θείῳ βλέμματι ἑωρακέναι ο τι καλὰ λίαν ἐστίν. 1253 Ps 144,5 ̔Η ἁγιωσύνη τοῦ θεοῦ οὐκ α λλη η τοῦ σωτῆρός ἐστιν· αὐτὸς γάρ ἐστιν ὁ ἁγιασμὸς ὁ ἁγιάζων τοὺς ἐγγίζοντας τῷ θεῷ, πρὸς ου ς λέγεται Αγιοι ε σεσθε, ο τι α γιος ἐγώ εἰμι. ταύτης τῆς ἁγιωσύνης ἡ δόξα μεγαλοπρεπής

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.