Fragmenta in Psalmos · §u62-rem-close

Unit 62 rem close

Rem CLOSEOUT: Unit 62 CLOSEOUT.

Greek

πάσας τὰς γενεάς· καὶ δεσπόζει μὲν τῶν ὑπὸ χρόνον καὶ γενεὰν ο ντων, βασιλεύει δὲ τῶν ὑπεραναβεβηκότων τὰ πρόσκαιρα διὰ τὸ σκοπεῖν τὰ μὴ βλεπόμενα καὶ αἰώνια. 1257 Ps 144,13a Πιστὸς δὲ ὁ θεὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. λέγεται οὐ τὸ ἀπὸ πίστεως η πίστει προσφέρειν αὐτοὺς ἀλλὰ τὸ α ξιος ει ναι τῷ πιστεύεσθαι. ἀμέλει 268 γοῦν πᾶν ο λέγει γίνεται κατὰ τὸ γεγραμμένον Αὐτὸς ει πεν, οὐχὶ ποιήσει η λαλήσει καὶ οὐχὶ ἐμμενεῖ· ο θεν ει ρηται καὶ τὸ ̔Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Πρὸς δὲ τὸ ει ναι πιστὸς ἐν τοῖς λόγοις αὐτοῦ καὶ ο σιος ἐν πᾶσι τοῖς ε ργοις αὐτοῦ, μεταδιδοὺς αὐτοῖς τῆς παρ' αὐτοῦ ὁσιότητος. ὡς γὰρ α γιός ἐστιν ἐν τοῖς μετέχουσι τῆς ἁγιότητος αὐτοῦ καὶ σοφία ἐστὶν ὁ σωτὴρ ἐν τοῖς κατ' αὐτὸν σοφοῖς, ου τως ο σιος ὁ κύριος ἐν πᾶσι τοῖς ε ργοις αὐτοῦ γενομένοις ὁσίοις τῇ πρὸς αὐτὸν κοινωνίᾳ. 1258 Ps 144,14 Τάχα καταπίπτειν οι οί τέ εἰσιν οἱ ἐν ἐπιθυμίαις καὶ φαύλοις λογισμοῖς α νευ πράξεως ο ντες· κατερραγμένοι δὲ οἱ ἐνεργητικῶς ἁμαρτάνοντες. πλὴν ἑκατέροις βοηθῶν, τοὺς μὲν ὑποστηρίζει, τοὺς δὲ ἀνορθοῖ. πῶς δὲ ὑποστηρίζει; ἐντελλόμενος ἑκάστῳ Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, καὶ τὰ ἑξῆς, καὶ τὸ Μή σε νικήσει κάλλους ἐπιθυμία παραινῶν διὰ σοφοῦ ἀνδρός. Καταπίπτοντες δὲ ει εν α ν οἱ ἁμαρτάνοντες μὲν ἐν ἠθικοῖς, περιεχόμενοι δὲ τοῦ χριστιανισμοῦ, καταρραχθέντες δὲ οἱ ἀποστάντες αὐτοῦ· η καταπίπτοντες μέν εἰσιν οἱ πρακτικῶς ἁμαρτάνοντες, κατερραγμένοι δὲ οἱ τὰ τῶν δυσσεβῶν αἱρέσεων μετερχόμενοι. 1259 Ps 144,17a ̓Εν πάσαις ταῖς ὁδοῖς αὐτοῦ αι ς ἐπιπορεύεται προνοῶν καὶ διοικῶν κρίνων εὐεργετῶν χαριζόμενος κολάζων δίκαιος εὑρίσκεται· Θεὸς γὰρ πιστός, καὶ οὐκ ε στιν ἀδικία. εἰ δὲ καὶ ὁδοὺς αὐτοῦ λέγοι τις τὰς ἀρετάς (φέρουσι γὰρ πρὸς αὐτὸν τὸν πρακτικῶς καὶ διανοητικῶς ὁδεύοντα), καὶ ἐν ταύταις δίκαιος ἀναφαίνεται. οὐδεὶς γοῦν σπουδαίως καὶ κατ' ἀρετὴν βιῶν αἰτιᾶται τὴν πρόνοιαν, ἀλλ' ει τις φαῦλος ε ξω τῶν ὁδῶν αὐτοῦ βεβηκώς· ̓Αφροσύνη γὰρ ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ. λεγομένων δὲ ὁδῶν καὶ τῶν παρ' αὐτοῦ δοθεισῶν ἐντολῶν, δίκαιος γνωρισθείη α ν, συμμετρήσας αὐτὰς τῇ δυνάμει τῶν εἰληφότων. ̔Ο δὲ λέγων φύσιν ἀνεπίδεκτον ἀρετῆς ἐν τοῖς ἀνθρώποις ει ναι η εἱμαρμένην βιαζομένην εἰς ἁμαρτίαν οὐ δίκαιον ἐρεῖ τὸν θεὸν ει ναι ἐν αι ς ἐνομοθέτησεν ὁδοῖς. 1260 Ps 144,18 ̓Εγγὺς ει ναι λέγεται τῶν ἐπικαλουμένων τὸ ο νομα αὐτοῦ. διὸ καὶ προκόπτοντες μετίασιν ἐπὶ τῷ ἐπικαλεῖσθαι αὐτὸν ἐν ἀληθείᾳ· εἰσαγωγικώτερον γὰρ τὸ ἐπικαλεῖσθαι τὸ ο νομα κυρίου, τελείων ο ντων τῶν ἐπικαλουμένων αὐτόν· Μωυσῆς γάρ φησιν καὶ ̓Ααρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ο νομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν, τῶν γνησίως καὶ μὴ ὡς ε τυχε τοῦτο πραττόντων διαστελλόμενοι. ∆υνατὸν τοὺς κατὰ τὸ γράμμα τοῦ νόμου βιοῦντας ἐπικαλουμένους τὸ ο νομα κυρίου εἰπεῖν, τῶν τῇ καινότητι τοῦ πνεύματος ἀκολουθούντων ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ ἁρμοδίως τὸ προσκυνεῖν αὐτὸν πνεύματι καὶ ἀληθείᾳ. 1261 Ps 144,19a Εκαστος τῶν εὐλαβῶς διακειμένων ἀρνησάμενος τὸ ἀνθρώπινον θέλημα τὸ τοῦ θεοῦ ευ χεται ε χειν, φάσκων ∆ίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ο τι θεός μου ει σύ. διὸ καὶ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν τὸ ἑαυτοῦ θέλημα εἰς ε ργον μεταβάλλει, ο περ ι διον ε χειν ει λατο θέλημα θεὸν εὐλαβούμενος. Οὐδὲν δὲ διαφέρει πληθυντικῶς η ἑνικῶς τὰ θελήματα η τὸ θέλημα φάναι· θελήματα γὰρ αὐτοῦ αἱ κατ' ει δος ἀρεταί, ε ν δὲ γενικὸν θέλημα αὐτοῦ ἡ καθόλου καὶ κοινὴ ἀρετή. 1262 Ps 144,20 ̔Ο θέλων φρουρηθῆναι παρ' αὐτοῦ, ο πως κατὰ μηδὲν ὁ πονηρὸς α ψεται αὐτοῦ, ἀγαπάτω τὸν θεὸν ἐξ ο λης τῆς καρδίας καὶ ψυχῆς καὶ ἰσχύος. τοῖς ου τω ὑπ' αὐτοῦ φυλαττομένοις διὰ τὸ ἀγαπᾶν αὐτὸν ηὐτρέπισται ὑπ' αὐτοῦ τὰ ἀψευδῶς ἐπηγγελμένα, περὶ ω ν ει ρηται Α ὀφθαλμὸς οὐκ ει δε καὶ ου ς οὐκ η κουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 1263 Ps 144,21ab Στόμα φησὶ οὐ τὸ αἰσθητὸν ἀλλὰ τὸ νοητόν, περὶ ου καὶ ἐν α λλῳ ψαλμῷ πρὸς θεὸν ει πεν ̓Ανοίξεις τὰ χείλη μου, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αι νεσίν σου. ο μως αὐτοῦ αι νεσιν κυρίου φθεγγομένου, πᾶσα σὰρξ ἀκούσασα αὐτοῦ εὐλογήσει τὸ ο νομα τὸ α γιον 269

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.