Fragmenta in Psalmos · §u63-open

Fragmenta in Psalmos Unit 63 opening

Unit 63.

Lemma-led open — κυρίου τὸ ἐπικληθὲν ἐπ αὐτήν, περὶ ου μανθάνουσιν οἱ μαθηταὶ ̓Ιησοῦ πρὸς α λλοις εὐχόμενοι

Greek

κυρίου τὸ ἐπικληθὲν ἐπ' αὐτήν, περὶ ου μανθάνουσιν οἱ μαθηταὶ ̓Ιησοῦ πρὸς α λλοις εὐχόμενοι λέγειν ̔Αγιασθήτω τὸ ο νομά σου. Εὐλογεῖ δὲ τὸ ο νομα τὸ α γιον αὐτοῦ πᾶσα σὰρξ ἐκείνη, περὶ η ς λέγεται Εἰσάκουσον τῆς προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ η ξει· ε τι μὴν Καὶ πᾶσα σὰρξ ο ψεται τὸ σωτήριον αὐτοῦ. οὐ περὶ αἰσθητῆς δὲ σαρκὸς λέγεται ταῦτα ἀλλὰ τῆς ἐχούσης ἀναλογίαν πρὸς τὰς σαρκίνας καρδίας, περὶ ω ν ὁ θεός φησιν ̓Εξελῶ αὐτῶν τὰς καρδίας τὰς λιθίνας καὶ ἐνθήσω αὐτοῖς καρδίας σαρκίνας, ἐν αι ς καὶ ὁ πνευματικὸς κεχάρακται νόμος, τοῦ Παύλου λέγοντος περὶ τούτου ὡς α ρα ἐν πλαξὶ λιθίναις οὐ γέγραπται ἀλλ' ἐν πλαξὶ καρδίαις σαρκίναις. 1264 Ps 145,1.2 ̔Ο υ μνος οὐχ ὑπὸ τῶν τυχόντων ἀναπεμπόμενος θεῷ ἀλλ' ὑπὸ τοῦ ἑορτάζοντος θεῷ ἐν τῷ τὰ δέοντα πράττειν καὶ μνημονεύειν αὐτοῦ κατ' ὀρθὴν καὶ εὐσεβῆ διάληψιν. ̓Αγγαῖος γὰρ ἑορτή, θεοῦ δὲ μνήμη Ζαχαρίας ἑρμηνεύονται. πᾶς ου ν ὁ κατὰ τὰς πρακτικὰς ἀρετὰς ἀδιαστάτως ἐνεργῶν οὐδὲ μίαν ἀλλὰ πολλὰς ἑορτὰς α γει, ̔Εβραίᾳ γλώττῃ ̓Αγγαῖος ὀνομαζόμενος· ἀλλὰ καὶ πᾶς ὁ διὰ πάντων ω ν ευ πέπονθε καὶ εὐεργετήθη τῆς θεοῦ ἀγαθότητος μνημονεύων Ζαχαρίας καθ' ̔Εβραίων φωνὴν καλεῖται, ἑρμηνευόμενος μνήμη τουτέστι θεοῦ. Αι νει, ἡ ψυχή μου, τὸν κύριον. πότε δὲ τοῦτο ἀ * καὶ ὡς ἀεὶ ποιήσεις· η ο τε ἁμαρτημάτων ἀπαλλαγῇ * τῇ κατ' ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας εὐθύτητι προσέρχῃ· Τοῖς γὰρ εὐθέσι πρέπει αι νεσις, οὐχ ὡραίου ο ντος αι νου ἐν στόματι ἁμαρτωλοῦ. Αἰνέσω κύριον ἐν ζωῇ μου. ἐφ' ο σον γὰρ ζῶ (ζῶ δὲ ἀεὶ τὴν αἰώνιον ε χων ζωήν), αἰνέσω. δείκνυται διὰ τῶν προκειμένων ο τι οὐδεὶς ε χων θάνατον ο ν πᾶσα ψυχὴ ἁμαρτάνουσα ἀποθνῄσκει αἰνεῖν δύναται κύριον. Ψαλῶ τῷ θεῷ μου, ε ως ὑπάρχω. ἡρμήνευται δὲ πολλάκις ο τι τὸ ψάλλειν κατ' ἀρετὴν ἐνεργεῖν σημαίνει. ἁρμόνιον τοίνυν πρᾶξιν τῷ Αἰνῶ ἐπαγγέλλεται. τὸ δὲ Εως ὑπάρχω διάνοιαν ὑποβάλλει τοιαύτην· ε ως ὑπάρχω μετοχὴν ε χων τοῦ εἰπόντος ̓Εγώ εἰμι ὁ ω ν, ψαλῶ τῷ τὴν υ παρξίν μοι ὀρέγοντι, οὐδενὸς ψάλλειν δυναμένου κεχωρισμένου τοῦ ο ντος θεοῦ α τε μὴ ω ν τυγχάνων. 1265 Ps 145,3 ∆υνατὸν δὲ καὶ ου τω διελεῖν Μὴ πεποίθατε ἐπ' α ρχοντας τοὺς ο ντας τούτου τοῦ αἰῶνος καὶ τὰς α λλας πονηρὰς δυνάμεις (μεταπτώτην γὰρ καὶ ου τοι τὴν ἀρχὴν ε χουσιν), ἀλλὰ μηδὲ ἐφ' υἱοὺς ἀνθρώπων· οὐκ ε στι γὰρ αὐτοῖς σωτηρία θνητοῖς τυγχάνουσι· παρασχεῖν γὰρ οὐ δύνανται η ν οὐκ ε χουσι σωτηρίαν οι κοθεν, ἀλλὰ θεόθεν λαβοῦσι. μόνος γὰρ ὁ σωτὴρ αι τιος σωτηρίας αἰωνίου τυγχάνει, φάσκων Σῴζων οὐκ ε στι πάρεξ ἐμοῦ. 1266 Ps 145,5–7b Μακαρίζεται δὲ οὐχ ἁπλῶς ου ὁ θεὸς βοηθὸς ἀλλ' Ου ὁ θεὸς τοῦ ̓Ιακὼβ βοηθός, βοηθουμένου ὑπὸ θεοῦ τοῦ πτερνίζοντος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. ὁ γὰρ τὴν πάλην ε χων πρὸς τούτους, πτερνίσας αὐτοὺς τῷ περιγεγονέναι αὐτῶν, βοηθεῖται ὑπὸ τοῦ θεοῦ ̓Ιακώβ, υἱὸς ̓Ιακὼβ ω ν κατὰ πρᾶξιν τῷ ποιεῖν αὐτοῦ τὰ ε ργα. Ου τω βοηθούμενος τὴν ἐλπίδα ε χει ἐπὶ κύριον τὸν θεὸν τὸν ἐν ἀρχῇ πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. οὐ μόνον γὰρ αὐτὰ ἀλλὰ καὶ πάντα τὰ ἐν αὐτοῖς αὐτὸς ἐποίησεν. εἰ δὲ τὰ ε ργα αὐτοῦ διαρκῆ, πολλῷ μᾶλλον αὐτὸς καὶ διαρκὴς καὶ δυνατός. Θάρσησον τοίνυν ο τι καὶ τῶν λόγων αὐτοῦ καὶ τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἐπαγγελιῶν τὴν ἀλήθειαν πιστοῦται καὶ φυλάσσει εἰς τὸν σύμπαντα αἰῶνα τὰς ἑαυτοῦ ὑποσχέσεις, ὡς μὴ διαπίπτειν αὐτοῦ τὸν λόγον καὶ τὰς ἐπαγγελίας α ς τοῖς οἰκείοις ἀνθρώποις ἐπηγγείλατο. τίς δὲ ἡ τοῦ λόγου ἀλήθεια; ἡ μέλλουσα γίνεσθαι κρίσις καὶ ἡ ἐκδίκησις τοῖς κατὰ τὸν παρόντα βίον ἀδικουμένοις. μὴ γὰρ νομίζετε, φησίν, παρορᾶσθαι τοὺς εὐσεβεῖς μηδὲ τὸ αι μα τῶν θεοφιλῶν ἀνδρῶν ἀνεκδίκητον. ἀψευδὴς γάρ ἐστιν ὁ τὴν ἐκδίκησιν αὐτῶν ποιήσασθαι ἐπαγγειλάμενος

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.