Fragmenta in Psalmos · §u62-rem-mid

Unit 62 rem mid

Rem mid: Unit 62; lemma continues; reading with the letter.

Greek

ἐστιν. ο σοι τοίνυν μετειλήφασι τῆς ἁγιότητος τοῦ θεοῦ ἀλλὰ καὶ τῆς δόξης αὐτοῦ, μεταποιοῦνται καὶ μεγαλοπρεπῶς ὑμνοῦσι τὸν ου ἡ ἁγιότης καὶ ἡ μεγαλοπρεπὴς δόξα αὐτῆς, οὐ ψιλῇ δὲ προφορᾷ ἀλλὰ πρὸ ταύτης ε ργοις καὶ ὀρθῇ διαθέσει ἁγίως καὶ ἐπιδόξως ἀλλὰ καὶ μεγαλοπρεπῶς νοοῦντες καὶ ἐνεργοῦντες καὶ λέγοντες. ∆ύναται δόξα τῆς ἁγιότητος τοῦ θεοῦ τὸ ̓Εκεῖνός με δοξάσει (τουτέστιν ὁ παράκλητος), ο τι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. διὸ καὶ ο σοι η κουσαν αὐτοῦ ἀναγγέλλοντος ἐν τῷ διδόναι λόγον σοφίας καὶ λόγον γνώσεως, τῆς τούτου ἁγιωσύνης λαλήσουσι. Καὶ πρὸς τοῦτο διηγήσονται τὰ θαυμάσια αὐτοῦ, ου περ ἡ ἁγιότης ἐστί, μετ' ἐπιστασιότητος καὶ θεωρίας ἀκραιφνοῦς διεξιόντες τὸν μυστικὸν λόγον τῶν θαυμασίων αὐτοῦ τῶν κατὰ διαφόρους καιροὺς γενομένων τε καὶ 267 γινομένων. 1254 Ps 144,6 Οι Οι όν ἐστι φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος καὶ τὸ ̓Αλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ο τι κύριος υ ψιστος φοβερός, πρακτικῶς καὶ διὰ φρονήματος ὀρθοῦ ἐροῦσι (δι' αὐτοῦ γὰρ τοῦ φοβεῖσθαι θεὸν καὶ σέβας ὑπερβάλλον ε χειν), πρὸς αὐτὸν ἐροῦσι τὴν δύναμιν τῶν φοβερῶν αὐτοῦ. ει τ' ὠφεληθέντες τὴν μετ' ἀρετῆς ἀναμαρτησίαν τὴν μεγαλωσύνην αὐτοῦ φοβοῦνται καὶ οὐ Τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι διηγήσονται μετὰ τοῦ εἰδέναι ο τι α πειρος αυ τη καὶ πέρας οὐκ ε χουσα· οὐ γὰρ ὡς περιγράψαντες καὶ περιορίσαντες αὐτὴν τῇ διανοίᾳ διηγοῦνται αὐτὴν ἀλλ' ὡς ὑπερβάλλουσαν πᾶσαν γενητοῦ κατάληψιν. μόνος γὰρ ὁ υἱὸς γινώσκει τίς ἐστιν ὁ πατήρ, καὶ ὁ πατὴρ τίς ἐστιν ὁ υἱός· ἀλλ' εἰ καὶ ἀποκαλύπτει τὸν πατέρα ὁ υἱὸς οι ς α ν βούληται, ἀλλ' ου ν ὡς ἐφικτὸν γενητοῖς ἰδεῖν κατὰ ἀναλογίαν η ς τις ε χει πρὸ παρασκευῆς φανεροῖ αὐτόν. 1255 Ps 144,7 ̓Επεὶ ἡ αἰσθητῶς ἐρυγὴ γινομένη πλήρωσιν αἰτίαν ε χει (πληρωθεὶς γὰρ τῆς τροφῆς ἐκπέμπει πνεύματα τὴν πνοὴν ἐπιφερόμενα τῆς ποιότητος τῶν βεβρωμένων), ἀκόλουθον α ν ει η φάναι ο τι ὁ τραφεὶς τοὺς λόγους τοὺς περὶ τῆς τοῦ θεοῦ χρηστότητος πληρωθεὶς ἀπὸ τούτων τῶν πνευματικῶν τροφῶν ἐπιτεταμένως ἐρεύγεται τὴν μνήμην τῆς θεοῦ χρηστότητος τῆς ι σον ἀγαθότητι δυναμένης. ἀλλ' ἐπεὶ πρὸς τὸ ἀγαθὸν εἰδέναι τὸν θεὸν συμφέρει καὶ δικαιοσύνης αὐτοῦ καθ' η ν κρίνει ε ννοιαν ε χειν, ἑξῆς τῷ Μνήμην τῆς χρηστότητός σου ἐξερεύξονται ἐπήγαγε τὸ Καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. ∆ύναται δικαιοσύνη θεοῦ τὸ μονογενὲς γέννημα αὐτοῦ τυγχάνειν, ἐφ' ῃ ἀγαλλιῶνται τυχόντες τοῦ Ος ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ο τι γὰρ χρηστότητι τοῦ θεοῦ ἀπεστάλη κηρῦξαι αἰχμαλώτοις α φεσιν, γέγονεν ἀπολύτρωσις τοῖς ἀπὸ τῆς αἰχμαλωσίας ἐλευθερωμένοις, οι καὶ μνημονεύοντες τῆς ἐπ' αὐτοὺς γενομένης τοῦ θεοῦ χρηστότητος ἐξερεύγονται τὴν μνήμην αὐτῆς· ἀλλὰ καὶ αἰσθηθέντες ὡς ἐδικαιώθησαν, γενομένου αὐτοῖς τοῦ ἀπολυτρωσαμένου καὶ δικαιοσύνης ἐκ θεοῦ, ἀγαλλιῶνται τῇ δικαιοσύνῃ ταύτῃ ου σῃ θεοῦ. οι όν τε δὲ καὶ πᾶσαν πρακτικὴν ἀρετὴν ἀλλὰ καὶ τὴν διὰ πίστεως ̓Ιησοῦ γενομένην δικαιοσύνην εἰς πάντας τοὺς πιστεύοντας ὑπολαβεῖν δηλοῦσθαι ἐν τῇ προκειμένῃ λέξει. 1256 Ps 144,13 Πάντων τῶν διὰ τοῦ θεοῦ λόγου καὶ τῆς σοφίας αὐτοῦ ω ν ὁ θεὸς πεποίηκε κρατεῖ καὶ βασιλεύει, ο θεν καὶ παντοκράτωρ ἐστίν. ἐπεὶ τοίνυν καὶ οἱ αἰῶνες μέρος τῶν πάντων ο ντες ὑπὸ τοῦ θεοῦ διὰ τοῦ σωτῆρος γεγένηνται κατὰ τὴν γραφὴν τὴν λέγουσαν ∆ι' ου καὶ ἐποίησε τοὺς αἰῶνας, καὶ αὐτῶν ἁπάντων βασιλεύει. καὶ τὸ ὑπὸ Παύλου δὲ θεολογούμενον συνᾴδει τοῖς προκειμένοις ου τως ε χον· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῷ θεῷ. ταὐτὸν γάρ ἐστι τὸ βασιλεύειν πάντων τῶν αἰώνων καὶ τὸ βασιλέα ει ναι τῶν αἰώνων. ̓Επίστησον εἰ ἐπὶ τοῦ υἱοῦ λέγεται τὸ ̔Η βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, βασιλεύοντος ἐπὶ τὸν οι κον ̓Ιακώβ, πέρας οὐκ ἐχούσης τῆς βασιλείας αὐτοῦ· πάντων γὰρ τῶν δι' αὐτοῦ γεγονότων κρατῶν καὶ βασιλεύων βασιλεύει εἰς τοὺς αἰῶνας. ο θεν ὡς τῶν α λλων τῶν προσόντων τῷ πατρί, ου τως καὶ τῆς παντοκράτωρ κοινωνεῖ προσηγορίας. εἰ ου ν ὁ πατὴρ βασιλεὺς τῶν αἰώνων καὶ τοῦ υἱοῦ ἡ βασιλεία βασιλεία ἐστὶ πάντων τῶν αἰώνων, εἰκότως δὲ καὶ α ναρχος καὶ ἀτελεύτητος ὑπάρχει ἡ βασιλεία αὐτοῦ, καὶ πρὸ τῶν αἰώνων καὶ μετ' αὐτοὺς βασιλεύοντος αὐτοῦ· Κύριος γὰρ βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ε τι, καὶ ̔Ο θεὸς ἡμῶν βασιλεὺς πρὸ αἰῶνος, τουτέστι πρὸ παντὸς αἰῶνος. ̓Ακολούθως τῇ βασιλείᾳ καὶ ἡ δεσποτεία αὐτοῦ παρατείνει εἰς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.