Fragmenta in Psalmos · §u63-rem-early

Unit 63 rem early

Rem early: Unit 63; lemma and argument toward the thesis.

Greek

καὶ τοῖς κατὰ τὸν παρόντα βίον πεινῶσι καὶ διψῶσι καὶ στενοχωρουμένοις διδόναι 270 τροφὴν τὴν αἰώνιον, κατὰ τὸ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ο τι αὐτοὶ χορτασθήσονται, καὶ κατὰ τὸν προφητικὸν λόγον τὸν φάσκοντα ̓Ιδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Εἰ δὲ καὶ αἰσθητῶς τις ταῦτα ἐκλαμβάνειν βούλεται· δέδωκε τροφὴν τοῖς πεινῶσιν ἐν τῇ ἐρήμῳ υ σας τὸ μάννα καὶ πεντακισχιλίους πεινῶντας α νδρας ε θρεψε, δέδωκε δὲ καὶ ̓Ηλίᾳ καὶ ∆ανιήλ, τῷ μὲν διὰ κοράκων, τῷ δὲ δι' ̓Αμβακοὺμ τοῦ προφήτου. ἐποίησε δὲ κρίμα τοῖς ἀδικουμένοις ̓Ιωσὴφ καὶ Σουσάννᾳ, τῷ μὲν ὑπὸ τῆς Αἰγυπτίας, τῇ δὲ ὑπὸ τῶν Κριτῶν τοῦ ̓Ισραήλ, καὶ τῷ ∆αυὶδ ἀδικουμένῳ ὑπὸ Σαοὺλ καὶ α λλοις πλείοσιν ω ν πληρεστάτη ἡ γραφή. 1267 Ps 145,7c–8b Οἱ κατερραγμένοι οἱ αὐτοί εἰσι τοῖς πεπεδημένοις ἐπινοίᾳ μόνῃ διαφέροντες· η γὰρ κωλύονται καὶ ἐνεργεῖν καὶ τρέχειν ἐπὶ τὴν ἀλήθειαν ὑπὸ τῆς κακίας α κοντες πεπεδημένοι, η ἐκπίπτουσι τοῦ υ ψους τῆς ἀρετῆς καὶ τυγχάνουσι κατερραγμένοι. ̔Ρητέον πεπεδημένους καὶ κατερραγμένους ει ναι τοὺς πρακτικῶς ἁμαρτάνοντας, τυφλῶν ο ντων τῶν τὸ βλέπειν τῆς διανοίας ἀποβαλλόντων, ο πως μὴ ὁρῶσι τὰ κάλλη τῶν δογμάτων τῆς ἀληθείας. ὡς ου ν ε λυσε τοὺς πεπεδημένους καὶ ἀνώρθωσε τοὺς κατερραγμένους α φεσιν ἁμαρτημάτων ὀρέξας, ου τως ἐσόφισε τοὺς τυφλοὺς φωτίσας τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτῶν, αὐτὸς ω ν τὸ φῶς περὶ ου γράφει Παῦλος ̔Ο θεὸς ὁ εἰπὼν ̓Εκ σκότους φῶς λάμψαι ε λαμψεν ἐν ταῖς καρδίαις ὑμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ. 1268 Ps 145,8c.9 ̓Επεὶ α μα τῶν δικαίων μνημονεύει τῶν προσηλύτων ἡ προκειμένη λέξις, τοὺς μὲν ἀγαπωμένους ὑπὸ κυρίου δικαίους λεκτέον τοὺς κατὰ τὴν παλαιὰν γραφὴν εὐαρεστήσαντας αὐτῷ, προσηλύτους δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν κληθέντας ἐπὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν· καὶ ο τι ε ρρωται ἡ διάνοια αυ τη, ἀκουστέον τοῦ σωτῆρος λέγοντος Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν α βλέπετε καὶ ἀκοῦσαι α ἀκούετε. τούτων τῶν δικαίων καὶ ὁ ̓Αβραὰμ η ν περὶ ου γέγραπται ̓Επίστευσε δὲ ̓Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. περὶ δὲ τῶν ἐθνῶν ὡς ο ντων προσηλύτων ἀκουστέον Παύλου λέγοντος ∆ιὸ μνημονεύετε ο τι ποτὲ ὑμεῖς τὰ ε θνη, καὶ μεθ' ε τερα Οτι η τέ ποτε χωρὶς θεοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ̓Ισραήλ, καὶ μετ' ὀλίγα Νῦν δὲ ὑμεῖς οι ποτε ο ντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αι ματι τοῦ κυρίου ἡμῶν ̓Ιησοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ τὰ ἑξῆς· καὶ μεθ' ε τερα Αρ' ου ν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, καὶ τὰ ἑξῆς. περὶ τούτων τῶν προσηλύτων καὶ ὁ Μωυσῆς προεῖπε τῷ ̓Ισραήλ, λέγων ̓Εὰν μὴ ἀκούσητε τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ ἡμῶν, ὁ προσήλυτος ὁ ω ν κάτω καὶ ὑφ' ὑμᾶς ε σται α νω, σὺ δὲ κάτω, ἀντιμεταβαλλόντων τῶν πραγμάτων. ἀμέλει γοῦν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος, ο σοι τῶν ἐθνῶν θεῷ ε σπευδον λατρεύειν, προσήρχοντο τῷ ̓Ισραὴλ παιδευθησόμενοι καὶ ὑπακούοντες αὐτοῖς· νῦν δὲ οἱ βουλόμενοι τῶν ̓Ισραηλιτῶν προσελθεῖν τῇ τοῦ Χριστοῦ πίστει τοῖς ἀπὸ τῶν ἐθνῶν πεπιστευκόσι προσίασι τὴν εὐαγγελικὴν πολιτείαν παραληψόμενοι. Πρὸς τούτοις ἐπίστησον μήποτε οἱ α ρτι τῇ θεοσεβείᾳ προσερχόμενοι προσήλυτοι, οἱ δὲ διαβεβηκότες καὶ τελειωθέντες ἐν αὐτῇ, δίκαιοι ει ρηνται· ο θεν τοὺς μὲν δικαίους ἀγαπᾷ, φυλάττει δὲ τοὺς προσηλύτους. οἱ γὰρ εὐθέως προσεληλυθότες τῷ λόγῳ τῆς ἀληθείας ὡς μήπω ἰσχυροὶ καὶ βέβαιοι δέονται τοῦ φυλάττοντος κυρίου ἐπὶ τῷ ἀβλαβεῖς διαμεῖναι, τῶν δικαίων διὰ τελειότητος οἰκειουμένων αὐτῷ καὶ ἀγαπωμένων ὑπ' αὐτοῦ. ̓Ορφανὸν καὶ χήραν ἀναλήψεται, χηρῶν οὐ τῶν τυχουσῶν ἀλλὰ τῶν σὺν ἁγνείᾳ καὶ σεμνότητι διατελουσῶν. τοιαύτη η ν Αννα ἡ θυγάτηρ Φανουὴλ η ς μνημονεύει τὸ Εὐαγγέλιον. τὴν τοιαύτην χήραν δι' α κραν σωφροσύνην μετὰ καὶ τοῦ καλῶς ἐνεγκόντος ὀρφανίαν ἀναλήψεται κύριος, ὑψῶν καὶ μετεωρίζων αὐτοὺς τῇ ἀρετῇ, 271 ο πως καὶ εἰς τὰς ἐπουρανίους εὐλογίας εἰσαγάγῃ αὐτούς. ∆υνατὸν ὀρφανοὺς ἀναλαμβανομένους εἰπεῖν τοὺς θεοσεβείας ε νεκα καταλειπόντας γονέας· οι ος η ν ὁ ̓Αβραὰμ ἐξερχόμενος ἐκ τῆς γῆς καὶ συγγενείας καὶ τοῦ οι κου τοῦ πατρὸς αὐτοῦ, εἰς τοῦτο καλέσαντος αὐτὸν θεοῦ· ε τι μὴν καὶ ̓Ιάκωβος καὶ ̓Ιωάννης διὰ τὴν ̓Ιησοῦ πρόσκλησιν καταλείψαντες Ζεβεδαῖον τὸν πατέρα αὐτῶν. ἀκολούθως τούτοις καὶ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.