Fragmenta in Psalmos · §u63-rem-mid

Unit 63 rem mid

Rem mid: Unit 63; lemma continues; reading with the letter.

Greek

χήρας ἀναλαμβανομένας ἐρεῖς τὰς χωρισθείσας ἀνδρῶν ἐπὶ τελείᾳ σωφροσύνῃ, ἐκ συμφώνου συγκαταθέσεως ἑκατέρων, τοῦ ἀνδρὸς καὶ τῆς γυναικός φημι, τῷ αὐτῷ σκοπῷ διαλυσάντων τὸν γάμον. ̓Αλλὰ καὶ ἀλληγορικώτερον αἱ ἀποβάλλουσαι ψυχαὶ τὸν γενόμενον ἐν κακίᾳ πατέρα αὐτῶν διάβολον η καὶ α νδρα ὀρφαναὶ καὶ χῆραι ἀναλαμβανόμεναί εἰσιν. τούτων ἀναληφθέντων ἡ τῶν ἁμαρτωλῶν ὁδὸς οὐκ α λλη τῆς κακίας ου σα ὑπὸ θεοῦ ἀφανισθήσεται. 1269 Ps 145,10 ̔Η Σιὼν ἡ σκοπευτικὴ καὶ ἐξεταστικὴ τῆς ἀληθείας η τοι ψυχὴ τελεία η ἐκκλησία θεοῦ ζῶντος· βασιλεύσει σου ὁ θεὸς εἰς τὸν αἰῶνα, ου τῆς βασιλείας οὐκ ε σται τέλος παρατεινούσης τῆς ἀρχῆς αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ει ρηται ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τῆς ἀτελευτήτου βασιλείας αὐτοῦ διατεινούσης εἰς πάντας τοὺς αἰῶνας καὶ ὡς δεσπόζει εἰς γενεὰν καὶ γενεάν. διὸ ἐκείνοις ἀρκούμενοι, ὡς ἐφαρμόζουσι καὶ ταῖς προκειμέναις λέξεσιν, οὐδὲν πλέον ἐροῦμεν. 1270 Ps 146,1bc ̓Επεὶ ὁ ψαλμὸς ἀγαθός ἐστιν ὠφελῶν τὸν χρώμενον, τούτου ε νεκα αἰνοῦντες ἀπαγγείλατε αὐτῷ ὡς κατὰ τοῦτο ψαλμὸν αι νου μὴ διαφέρειν, ἐκείνου μάλιστα ου προφέρει ὁ ψάλλων πνεύματι καὶ νῷ ᾳ δων καὶ ψάλλων τῇ καρδίᾳ. εἰ δὲ τὸ ψάλλειν τὸ πρακτικῶς ἐνεργεῖν δηλοῖ, τοῖς τὸν ἀγαθὸν τοῦτον ψαλμὸν κατορθώσασι παραινεῖ καὶ αἰνεῖν τὸν Χριστὸν διὰ θεολογίας, ο πως πράξει καὶ νοήσει τελειωθέντες εὐφράνωσι θεόν· Θυσία γάρ φησιν αἰνέσεως δοξάσει με, καὶ προστάττει τὸ πνεῦμα τῷ προσάγειν αὐτὴν οι ῳ τε ο ντι Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. 1271 Ps 146,6 Καὶ τοὺς πραεῖς ἀναλαμβάνει, ἀναβιβάζων αὐτοὺς ἐφ' η ν κληρονομοῦσι γῆν. αυ τη δὲ η ν κληρονομοῦσι γῆν πρὸς υ ψος α νω που ι δρυται. διὸ καὶ γέγραπται ̓Αναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ε τι Καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. Καὶ τοὺς μὲν πραεῖς ἀναλαμβάνει, τοὺς δὲ ἁμαρτωλοὺς ταπεινοῖ ε ως γῆς τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντας τῷ φρονεῖν τὰ κάτω καὶ τὰ ἐπὶ γῆς. ου τω Παῦλος πρᾶος ω ν ἀνελήφθη εἰς τρίτον οὐρανὸν καὶ ε ως τοῦ παραδείσου ἐπὶ τῷ μετασχεῖν ῥημάτων ἀρρήτων. καὶ πάντες δὲ οἱ ἐπικαλεσάμενοι τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν τῷ ει ναι ἐν σαρκὶ καὶ πνεῦμα θεοῦ μὴ ε χειν ἀφεστηκότες τοῦ θεοῦ ἐπὶ τῆς γῆς γράφονται. 1272 Ps 146,7 Εἰς εὐχαριστίαν διεγείρων τοὺς τῶν τοσούτων ἀγαθῶν τετυχηκότας. ̓Εξάρξατε, ε φη, ἐν ἐξομολογήσει ὑμνοῦντες καὶ δοξολογοῦντες αὐτὸν ἐφ' οι ς εἰργάσατο. 1273 Ps 146,8.9 Περιβάλλει δὲ κατ' ἀλληγορίαν τὸν θεῖον αὐτοῦ λόγον οὐρανὸν ο ντα νεφέλαις νοητὸν ὑετὸν ῥεούσαις· Εὐφρανθήτω γὰρ ὁ οὐρανὸς α νωθεν, καὶ αἱ νεφέλαι (αἱ περιβάλλουσαι αὐτὸν) ῥανάτωσαν δικαιοσύνην. ̓Εκ τούτων τῶν νοητῶν νεφελῶν ἑτοιμάζει τῇ γῇ ὑετόν, η ν ε σπειρεν ̓Ιησοῦς πνευματικῶς ἐπὶ τῷ ἀγαγεῖν καρπὸν διαιρούμενον εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα, ἐξανατέλλων χόρτον ἐν ο ρεσι τοῖς μεγαλοφυέσι καὶ ε παρμα ψυχῆς ε χουσι ἐπὶ τῷ εὑροῦσαν τὴν τῶν ἀνθρώπων δουλείαν χλόην νεαρῶς τεθηλυῖαν εἰς κόρον τραφῆναι. δουλεία δὲ τῶν ἀνθρώπων τὰ α λογα ζῷα. ει ρηται περὶ τῶν προκειμένων τὰ ὑποπεσόντα ἐν ἑκατοστῷ καὶ τρίτῳ ψαλμῷ, ο θεν ἐκείνοις ἀρκεσθέντες ἑξῆς ι δωμεν. ̓Εξανατέλλει καὶ δίδωσι τροφὴν τοῖς ἁπλουστέροις τῶν πεπιστευκότων Χριστοῦ προβάτων καὶ κτηνῶν α μα ἀνθρώποις σῳζομένων. οὐ μόνον δὲ τούτοις τροφὴν δίδωσιν ἀλλὰ καὶ τοῖς ὑψιπετέσι γεγενημένοις τῷ αὐτὸν ἐπικαλεῖσθαι ου ς κοράκων νεοσσοὺς 272 προσηγόρευσε. δίδωσι δὲ τούτοις ὁ θεὸς τροφήν, ἐπείπερ ἐπικαλοῦνται αὐτὸν κατὰ τοὺς τελείους α νδρας, περὶ ω ν ει ρηται ̓Επεκαλέσαντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Νεοσσοὺς δὲ κοράκων νοήσεις τοὺς ἐξ ἐθνῶν πεπιστευκότας καὶ διὰ τοῦτο ἐπικαλουμένους τὸν κύριον, ι να δῷ αὐτοῖς τροφὴν πνευματικήν. ἀκάθαρτος γὰρ κόραξ καὶ ζοφώδης. τοιοῦτοι δὲ οἱ πονηροὶ δαίμονες καὶ οἱ τῇ ἀσεβείᾳ προστετηκότες ω ν οἱ πάλαι αὐτῶν γενόμενοι υἱοὶ πιστεύσαντες ε τυχον τῆς οὐρανίου τροφῆς. 1274 Ps 147,2.3 Πύλαι τῆς ̔Ιερουσαλὴμ αἱ εἰσαγωγικαὶ παιδεύσεις εἰσίν * ἐπικείμενοι αὐταῖς οἱ διὰ κατα * α λυτοι λόγοι η οἱ πρεσβεύοντες * τάγματα η τοι τῆς ̔Ιερουσαλὴμ καὶ ἱκανότητα ε χοντες τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Οτι εὐλόγησε τοὺς υἱούς σου ἐν σοί, τοὺς πράξει καὶ νοήσει ἱκανότητα κεκτημένους· η διὰ τὸ ου τως υἱοὶ τυγχάνειν αὐτῆς ἐν αὐτῇ εὐλογούμενοι περαιτέρω αὐτῆς οὐδεπώποτε γίνονται, οὐ * ου πράξει μαθόντες ἐν οι κῳ κυρίου ἀναστρέφεσθαι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἑαυτῶν. ̔Ερμηνεύων δὲ ὁ λόγος ὡς ὁ εὐλογήσας τοὺς

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.