Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek
τετράδος εἰς δεκάδα ἔρχεται. ∆υνάμει γὰρ δεκὰς ἡ τετράς, ὡς ἤδη δέδεικται· κατὰ γὰρ τὴν τῆς τετράδος σύνθεσιν ἡ δεκὰς ἀπαρτίζεται. Στερέωμα δέ, ἐν ᾧ οἱ φωστῆρες γίνονται, τὴν πίστιν ἐκδεκτέον καὶ τελείαν ἀρετήν, ἣν ἔχων ὁ ψαλμῳδὸς ἔλεγεν· "6Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου."6 Καὶ περὶ τῆς ἐκκλησίας λέγεται· "6Τίς αὕτη ἡ ἀναβαίνουσα, ἐπι- στηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς;"6 Ἄνευ γὰρ τοῦ Λόγου οὐχ οἷόν τε εἶναι τὴν ἐκκλησίαν· οὗτος γὰρ ταύτης στήριγμα καὶ θεμέλιος ὑπάρχει. Οὗτοι δὲ αὐτοὶ οἱ φωστῆρες εἰς σημεῖά εἰσιν, κατὰ μὲν τὸ ῥητὸν πολλάκις ἢ βασιλείαν σημαίνοντες ἢ αὐχμοὺς 41 ἢ ἐπομβρίας ἤ τι τῶν ἄλλων κατὰ τὸ χρήσιμον μεγάλων, κατὰ δὲ ἀναγωγήν, ὡς εἴρηται, τὰς προκοπάς, πολλάκις δὲ καὶ τὴν τῆς ψυχῆς ἐρημίαν· καὶ τοῦτο γὰρ ὑποδει- κνύουσιν οἱ φωστῆρες κατ' ἀλληγορίαν. Οὗτοι δὲ καὶ τοὺς ἐπὶ γῆς φωτίζουσιν· ὅσοι γὰρ μὴ δύνανται ἀκράτου τοῦ τελείου φωτὸς μετασχεῖν διὰ τοῦ τῶν ἁγί[ων] φω[τ]ίζονται. Καὶ Μωσῆς τοῦτο διδάσκων φησίν· "6Κἀγὼ ἔστην [ἀ]νὰ μέσον Κυρίου καὶ ὑμῶν"6, τὰς ὑμῶν ἱκεσίας τῷ Θεῷ ἀναφ[έρ]ων, τὰς δὲ παρ' αὐτοῦ χάριτας διακονῶν ὑμῖν. Οὕτω καὶ ὁ Σωτὴρ ἄνθρωπος γενόμενος μεσίτης ἐστὶν Θεοῦ καὶ ἀνθρώπων· Θεὸς γὰρ ὢν τῷ Πατρὶ ἡμᾶς συνάπτει, ἄνθρωπος δὲ γενόμενος τρόπον τινὰ ὡς φιλάνθρωπος ἅπερ ἤκουσεν παρὰ Πατρὸς ταῦτα καὶ λαλεῖ ἡμῖν. Τῶν ὑποδεεστέρων τοῦ ἡλίου φώτων εἴη ἂν καὶ ὁ νόμος, περὶ οὗ εἶπεν ὁ ψαλμῳδός· "6Λύχνος τοῖς ποσίν μου ὁ νόμος σου"6, δηλῶν ὅτι φωτίζει ὁ νόμος τὰς προκοπὰς καὶ διαβάσεις τῆς ψυχῆς. Οὕτω φωτισθεὶς καὶ Παῦλός φησιν· "6Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν"6· ἐν Χριστῷ γὰρ ὄντες οἱ τοιοῦτοι αὐτοῦ εἰσιν λέγοντες ἕκαστος· "6Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός"6, καί· "6Οἶδα ἄνθρωπον ἐν Χριστῷ."6 Οὕτω γὰρ φῶς ἐκ φωτὸς γίνονται, ὥστε διὰ τῆς διδα- σκαλίας φωτίζειν τοὺς ἄλλους. ∆εῖ δὲ τὸ ἔθετο ὡς σημαῖνον τὸ "3ἀποδείξαι"3 ἐκλαβεῖν ὡς ἐὰν λέγηται περὶ τοῦ Σωτῆρος ὅτι ὁ Πατὴρ αὐτὸν ἔθετο κληρόνομον πάντων ἀντὶ τοῦ "3ἀπέδειξεν"3· οὐ γὰρ ὕστερον πεποίηκεν αὐτὸν κληρόνομον, ἀλλ' ὄντα ἐφανέρωσεν. "6Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν."6 Καλὸν γὰρ καὶ τὸ ὑπὸ αἰσθητοῦ φωτίζεσθαι φωτός, καὶ πολλῷ πλέον ὑπὸ νοητοῦ. ι, 20–23. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν 15 καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ 42 στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Καὶ ηὐλόγησεν αὐτά, ἕως τοῦ ἡμέρα πέμπτη. Ἐπεὶ προηγουμένη κτίσις ἐστὶν τῶν ἐπὶ γῆς ἡ κατὰ τοὺς ἀνθρώπους ζῷα θνητὰ τυγχάνον[τα]ς, ἀκολούθως τὰ ἄλλα ζῷά τε καὶ φυτὰ διὰ τὴν αὐτοῦ χρείαν δεδημιούρ- γηται· τὰ μὲν γὰρ εἰς τροφήν, τὰ δὲ εἰς θεραπείαν ἑαυ[τ]οῦ παραλαμβάνει· ἔστιν δ' ἕτερα τὰ μὲν εἰς τὸ ἀχθοφορεῖν, τὰ δὲ εἴς τινα αὐτοῦ χρείαν γεγενημένα· οὐδὲν γὰρ εἰκαίως ὑπέστη. Λέγει οὖν ὁ Θεός· "6Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς."6 Ἔδει γὰρ καὶ ταῦτα διὰ τὴν ἀνθρώπων ὑποστῆναι χρείαν. Ἑρπετὰ δὲ τὰ σώματα αὐτῶν εἰπὼν ψυχὰς ζώσας τὰς πάσας λέγει· κἂν γὰρ ἄλογος ᾖ, ἀλλὰ ζωτικὴν δύναμιν τῷ σώματι παρέχει συμφθειρομένη αὐτῷ, τῆς τοῦ ἀνθρώπου καὶ μετὰ τὴν τοῦ σώματος διάλυσιν ὑφισταμένης. Τῶν πετεινῶν δὲ τῶν μὲν ὑψιπετῶν ὄντων, τῶν δὲ πλειόνων ταπεινὴν ἐχόντων τὴν πτῆσιν, μάλιστα τῶν πρὸς τροφὴν τοῖς ἀνθρώποις ἀπονεμηθέντων, ἀπὸ τοῦ πλεονάζοντος εἴρηται· "6καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς"6. Εἰκὸς γὰρ αὐτὰ διὰ τοῦτο μηδὲ εἰς ὕψος κατὰ τὸν ἀετὸν καὶ τὰ ὅμοια ἵπτασθαι, ἵν' εὐχείρωτα ᾖ τοῖς ἀνθρώποις, δι' οὓς καὶ γέγονεν. "6Κατὰ τὸ στερέωμα"6 δὲ "6τοῦ οὐρανοῦ"6 εἴρηται, οὐχ ὅτι πλησιάζει ἱπτάμενα τούτῳ, ἀλλ' ὅτι ὑπ' αὐτό εἰσιν, εἰ καὶ μὴ φθάνουσιν ἐκεῖ. Αὐτίκα γοῦν καὶ τὰ νέφη τὰ φέροντα τὸν ὑετὸν οὐρανοὺς καλεῖ ἡ γραφὴ καὶ τὸν ὑετὸν οὐρανόθεν ἔρχεσθαι, καίτοι τῶν νεφῶν περὶ τὸν ἀέρα συνισταμένων, ἀφ' ὧν καὶ ὁ ὑ<ε>τὸς φέρεται, ἅτινα νέφη οὐ πλέον δεκὰ σταδίων ὑπὲρ γῆς λέγεται εἶναι, ὑπὲρ νεφῶν πολλάκις ὀρῶν εὑρισκομένων καὶ τῶν νεφῶν αὐτοῖς ἐπικειμένων. Λύεται οὖν τοῦτο τῷ πολλάκις τὸν ἀέρα καὶ 43 οὐρανὸν καλεῖσθαι καὶ στερέωμα. Τὸ δὲ "6καὶ ἐγένετο οὕτως"6 ὁμοίως τοῖς φθάσασιν νοητέον. Τί δὲ "6καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα"6;
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.