In Genesim Unit 5 opening
Unit 5.
Lemma-led open — 3ἐξαγέτω τὰ ὕδατα κήτη
Greek
Σημειωτέον ὡς οὐ λέγει περὶ τῶν κητῶν ὅτι "3ἐξαγέτω τὰ ὕδατα κήτη"3, ἀλλ' ὅτι αὐτὸς αὐτὰ πεποίηκεν. Ὑπερμεγέθη δὲ ταῦτα τυγχάνει, καθὰ καὶ οἱ ἱστορήσαντες ὑπερθαυμά- ζουσιν, ὡς καὶ νήσοις λέγειν αὐτὰ ἐμφερῆ εἶναι, εἰς ἃ πολλάκις φασὶν ἐξεληλυθέναι ἀνθρώπους ὡς εἰς χέρσον οἰομένους ἐξιέναι, τότε μόνον γινώσκοντες ὅτι κήτη εἰσίν, ὅτε αὐτὰ κινούμ̣ε̣να παρέχει τὴν αἴσθησιν. Πρόσσχες δὲ ἔτι καὶ τῷ "6ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν"6, ὅτι τὰ μὲν ὕδατα ἐξάγει αὐτῶν τὰ σώματα, αὐτῶν λέγω τῶν ἀπὸ τῶν ὑδάτων συστάντων, τὰ δὲ κήτη μετὰ τῶν ἄλλων ζῴων ποιεῖ Θεὸς τὴν ζωτικὴν αὐτοῖς παρέχων δύναμιν, οὐ δήπου τῶν σωμάτων προυποκειμένων καὶ οὕτω ψυχουμένων, –οὐ γὰρ ἔχει χωρὶς τὴν ζωὴν ἡ τῶν ἀλόγων ψυχή, –ἀλλ' ὅτι, ἅμα αὐτῶν ὑποστάντων θελήματι Θεοῦ, τὰ μὲν σώματα ἐκ τῶν ὑδάτων ἐξεληλυθέναι λέγει ἡ γραφή, τὰς δὲ ψυχὰς τὸν Θεὸν πεποιηκέναι, ὅ ἐστιν τὴν ψύχωσιν καὶ τὴν κίνησιν, οὐκ ἀπὸ τῶν ὑδάτων ἀλλ' ἐκ βουλήματος τοῦ Θεοῦ τοιούτου. Σαφὲς δὲ καὶ τὸ "6κατὰ γένη αὐτῶν"6, νοουμένου ἐνταῦθα τοῦ εἴδους ἀντὶ τοῦ γένους. "6Καὶ εἶδέν"6 φησιν "6ὁ Θεὸς ὅτι καλά."6 Ἐπὶ μὲν γὰρ τῶν προλαβόντων εἴρηται "6ὅτι καλὸν"6 διὰ τὸ ἢ ἓν εἶναι τὸ γινόμενον ἢ ἐν ἑνὶ τοῦ κόσμου μέρει συστῆναι· ἐπειδὴ δὲ τὰ νῦν διαφόρους χώρας εἴληχεν, ὡς τὰ μὲν αὐτῶν εἶναι ἀεροπόρα, τὰ δὲ ἔνυδρα, ἀκολούθως τὸ "6εἶδεν ὁ Θεὸς ὅτι καλὰ"6 εἴρηται. "6Καὶ ηὐλόγησεν αὐτὰ ὁ Θεός."6 Τί δήποτε, ἐν τοῖς ἄλλοις τοῖς πρὸ τούτων μὴ προσκειμένης εὐλογίας, ἐνταῦθα εἴρηται· "6Καὶ ηὐλόγησεν αὐτὰ ὁ Θεός"6; Καὶ ὅρα γε μὴ ἄρα διὰ τὸ ἐξ αὐτῶν διαδοχὴν συνίστασθαι τοῦτο προσετέθη. Οὐδὲ γὰρ κατὰ τοὺς ἀνθρώπους εὐλογοῦνται, περὶ ὧν εἴρηται· "6Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ 16 πνευματικῇ ἐν τοῖς ἐπουρανίοις"6· αὕται δὲ πνευμα- τικαί εἰσιν νοῦ καὶ τοῦ ἔσω ἀνθρώπο[υ] ἁπτόμεναι, αἵτινες τοῖς ἀλόγοις οὐκ ἐγγίνονται· προσετέθη γὰρ τὸ πνευματικῇ, ἐμφαῖνον ὅτι καὶ σωματικαί εἰσιν εὐλογίαι, 44 οἷον ὑγεῖα εὐεξία σώματος καὶ τὰ ἀδιάφορα. Τὴν αὔξησιν οὖν ἣν προσέταξεν ἐν τοῖς ζῴοις γίνεσθαι καὶ τὸ πλῆθος εὐλογίαν ἐκάλεσεν. Τὸ δὲ "6ἐν ταῖς θαλάσσαις"6 ἁπλούστερον καὶ περὶ λιμνῶν καὶ ποταμῶν εἴρηται, ἀπὸ τῶν μειζόνων θελήσαντος δηλῶσαι πᾶν ὕδωρ. Ἀκολούθως δὲ περὶ τῶν πετεινῶν εἴρηται τὸ "6ἐπὶ τῆς γῆς"6 διὰ τὸ πλησιάζειν ταῦτα τῇ γῇ· οὐ γὰρ ἐδύναντο εἰς τὸν αἰθέρα τὴν διατριβὴν ἔχειν διὰ τὴν τούτου θερμότητα. "6Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη"6 καὶ εἰκότως· ἔπρεπεν γὰρ τὰ πολὺ τῆς αἰσθήσεως μετέ- χοντα ἄλογα ζῷα ἐν τῇ πεντάδι δηλούσῃ τὰς αἰσθήσεις γενέσθαι. Κἂν γὰρ ἄνθρωποι αἰσθήσεως κοινωνῶσιν, ἀλλ' ἔχουσιν τὸ μεῖ<ζ>ον τῆς αἰσθήσεως, τὸν νοῦν καὶ λογισμόν, τῶν ἀλόγων περὶ μόνην αἴσθησιν ἐχόντων. Ταῦτα μὲν οὖν πρὸς τὸ ῥητόν· πρὸς δὲ ἀναγωγὴν ἡ κακία ἐν τοῖς προλαβοῦσιν ἀλληγορίας νόμῳ ὕδωρ εἴρηται, μάλιστα ὅτε παρετιθέμεθα. "6Ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην"6· τοῦτο δὲ οὐκ ἀπὸ τοῦ αἰσθητοῦ συμβαίνει, ἀλλ' ἀπ' ἐκείνου ἀφ' οὗ σπάνις ἀρετῆς εἶναι εἴρηται ἐκ τοῦ "6διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν"6. Οὐκοῦν μὴ ἀνομία τὸ ὕδωρ ἐστὶ τὸ πειρώμενον σβέσαι τὴν διάθεσιν τὴν ἀγαπητικήν; Αὕτη γὰρ τὸ μῖσος ἐγείρουσα ἐκκλείει τὰ τῆς ἀγάπης, ἥτις ἐκ τοῦ κοινωνικοῦ καὶ ἡμέρου, ἅπερ φύσει τοῖς ἀνθρώποις ὑπάρχει, συνέστηκεν. Βούλεται οὖν ὁ Θεὸς ἐκ τῶν ὑδάτων τῶν ἑρμηνευθέντων ἔξω γενέσθαι τὰ ἑρπετὰ καὶ τὰ πετεινά, ἅπερ διαφορὰς τρόπων αἰνίττεται, τῶν μὲν εἰστὰ βάθη τῆς κακίας φθασάντων καὶ διὰ τοῦτο καταπεφρονηκότων, –ἀσεβὴς γὰρ ἐμπεσὼν εἰς βάθος κακῶν καταφρονεῖ, –δίκην ἑρπετῶν περὶ τὰ γήϊνα εἰλυμένων καὶ συνεχομένων τῷ πλήθει τούτου τοῦ ὕδατος.
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.