In Genesim · §u16-open

In Genesim Unit 16 opening

Unit 16.

Lemma-led open — 6δὸς μερίδα τοῖς ἑπτά

Greek

τεσσερακοστὸν τρεῖσ[, ἑξ]εκοστὸν δύο, ἑκατοστοεικοστὸν ἕν, ἀποτελεῖ τὸν δ[ιακό]σια τεσσεράκοντα, διπλασίονα ὄντα τοῦ ἑκατὸν εἴκο[σι, οὗ] τὰ μέρη δέκα πέντε τυγχάνει, ὅσπερ δέκα πέντε αυ᾿̣[ξόμ]ενος κατὰ παραύξησιν ποιεῖ τὸν ἑκατὸν εἴκοσι. Ὁ δὲ δέκ[α π]έντε ὅτι εἰς τὸν τελειότατον βαθμὸν 156 παρελήμφθη, δῆλόν ἐστιν· τοῦ γὰρ [αὐ]τοῦ ἀριθμοῦ ἓξ βαθμοί *** Ἀλλὰ καὶ τὸ "6δὸς μερίδα τοῖς ἑπτά"6, [ὅπε]ρ δηλοῖ τὰ τῆς παλα̣ι̣ᾶς διαθήκης, "6καί γε τοῖς ὀκτώ"6, ὅ[περ] ἀναστασίμου [καὶ] καινῆς διαθήκης ἐστὶν σύμβολ[ον, τ]ὸν δέκα πέντε [συ]νάπτει. Ἰουδαῖοι γοῦν τὴν πα[λαιὰ]ν μόνον δεχόμε̣νοι τοῖς ἑπτὰ διδόασιν μερίδα, [μὴ] ἀκούοντες τοῦ καὶ τοῖς ὀκτὼ αὐτὴν διδόναι· ἀλλὰ [καὶ οἱ ἑ]τερόδοξοι ἀθετοῦντες τὴν παλαιάν, τοῖς ὀκτὼ μ[ερίδα] διδόντες, παραιτοῦνται τοῖς ἑπτὰ παρέχειν· τοῦ ἐκ[κλησια]στικοῦ ἀμφοτέρας δεχομένου τὰς διαθήκας, ἀ[μφοτέ]ροις μερίδα δίδωσιν. Ἐπεὶ οὖν καὶ ὁ ἑκατὸν εἴκοσι [ἀριθμὸς] διπλασιάζεται, σύμβολον ὑπάρχει διδασκαλ[ίας διε]γειρούσης ἐπὶ τὴν ἀληθῆ ζωὴν κατά τε πρᾶξιν [καὶ θε]ωρίαν τιμ̣ω̣μέν[η]ν̣, ἵνα διπλασιάσαντες τὸν βίο[ν τὴν] ζωὴν ταυ´̣την ἔχωσιν διὰ τοῦ ἀριθμοῦ δηλουμ[ένην, ἵ]ν' ᾗ τὸ λεγόμενον ὅτι ὁ μὴ καὶ πράξει καὶ θεωρίᾳ ζῶ[ν οὐ ζῇ], ἀλλὰ καθάπερ ἡ σπαταλῶσα τέθνηκεν. ῃι, 4. Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν τα[ῖς ἡ- μ]έραις ἐκείναις καὶ μετ' ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο [οἱ] υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων καὶ ἐγέννων ἑ[αυτοῖ]ς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, οἱ ἄνθρωποι οἱ [ὀνο]μαστοί. Οἱ μὲν ἔξω τῆς πίστεως γίγαντας εἰσάγοντες ἀ[πὸ μ]ύθων τοῦτο εἰσάγουσι<ν>, ἐν δὲ τῇ θείᾳ γραφῇ ἀντὶ ἰσχυρῶν ἀ[νθρώπων] ὀνομάζονται. Ἐν γοῦν τῷ Ἠσαΐᾳ ἀπειλῶν ὁ Θεὸς ἀφαιρήσειν [το]ύτων τὰ χρήσιμα, ἐπεὶ τούτου ἄξιοι ἐτύγχανον, συν[άπτ]ει καὶ γίγαντα καὶ ἰσ- χύοντα ἐν τοῖς ἀφαιρουμένοις. Καὶ [τὸν] Γολιὰδ δὲ οὕτως ἐκάλεσεν μαρτυρήσασα ἡ γραφὴ ὅ[τι ἰ]σχυρὸς ὑπῆρχεν καὶ πολεμιστής. Ἀλλὰ καί, ὅτε Μωσῆς ἐξέ- 157 [γρ]αψεν τοὺς κατασκόπ[ου]ς εἰς̣ τὴν πολεμίαν ἀπαγ- [γέλλ]οντας, περὶ τῆς χώρας ἔλεγον· "6Ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑω[ράκ]αμεν ἐκεῖ"6, εἶθ' ἑρμηνεύοντες τὸ μέγε- θος αὐτῶν 64 ἔλεγον· "6Κα[ὶ ἦμ]εν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες"6. Οὕτ̣ω̣ς μεγαλοσώμ[ατ]α αὐτοὺς εἶναι μαρτυρεῖ. Καὶ εἰμ̣ε`̣ν̣ ε᾿̣πι<τε>τευγμένως ε[ἴρη]ται ὡς ὀργάνοις δαίμονες ἐχρῶντ̣ο̣ [ἀ]νθρώποις ἐμπαθέσι[ν, λέ]γοι ἄν τις ὅτι πρὸς ἔλεγχον αὐτῶν τῆ[ς] σωματικωτάτη[ς ἕξ]εως τηλικοῦτοι ἀπεγεννήθησαν αὐτοῖς, οἳ καὶ "6ὀνο[μαστο]ὶ"6 ἐκαλοῦντο "6ἀπ' αἰῶνος"6, δηλοῦντος τοῦ "6ἀπ' αἰῶνος"6 τ[ὸ πολ]υχρονίως τὸν περὶ αὐτῶν ὡς μεγαλοσωμάτων λόγ[ον ἐκφ]έρεσθαι. Εἰ δὲ καὶ γίγαντας λέγοις <αὐ>τοὺς διὰ τὸ τῆ[ς ἕξεως] φαῦλον καλεῖσθαι, οὐκ ἂν ἔξω λόγου εἴη τὸ λεγόμ[ενον, οἵτ]ινες κατὰ κακίαν τοὺς ὑφ' ἑαυτοὺς ἐγέννων, ἐπ[ὶ μέγεθ]ος φαυλότητος ἀλείφοντες. Εἰ δὲ τὸ "6μετ' ἐκεῖνο"6 ὑ[πάρχ]ον ἐν τῷ προκειμένῳ πρὸς τῷ χρόνῳ δηλοῖ καὶ τ[ὸ μετ]ὰ τὸ κεχωρίσθαι αὐτῶν τὸ πνεῦμα περὶ ο̣ὑ῀̣ εἶπεν ὁ [Θεός· "6Οὐ] μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐντοῖς ἀνθρώποις τούτοις [διὰ τὸ] εἶναι αὐτοὺς σάρκας"6, συνεπισκ[έ]ψαι· τότε γὰρ ἀλ[λοτρι]ωθέντες τῆς μετουσίας αὐτοῦ, εἴτ' ἄνθρωποι εἴτε κα[ὶ ἄλλο]ι, γεννήματα εἶχον ἐπαιρόμενα κατὰ τῆς γνώ[μης] τοῦ Θεοῦ οὐ μόνον νοήματα ἀλλὰ καὶ ἀνθρώπους. ῃι, 5–7. Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐπλ[ηθ]ύνθησαν αἱ κακία<ι> τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις δ[ιανο]- εῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελ̣ω῀̣ς̣ ἐπὶ τὰ πονηρὰ [πάσ]ας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησεν τὸ[ν ἄνθρωπ]ον ἐπὶ τῆς γῆς καὶ διενοήθη καὶ εἶπεν ὁ Θεός· Ἀπαλείψ[ω τὸ]ν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς ἀπὸ ἀνθρώπου ἕω[ς κτ]ήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανο[ῦ, ὅτι] ἐθυμώθην ὅτι ἐποίησα αὐτούς. Ἀκολούθως, εἰ καὶ μὴ πρ[οαι]ρετικόν τι τὰ ἄλογα

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.